- 底本
- Saint Basil. The Letters. Vol. 4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1934 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg002.humanitext-grc2:1.1-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者基于自己的人生阅历和亲族情谊告诫青年们,不应盲从古代异教作家的著述,而当学会甄别其中的有益之物并摒弃不可取之处。
Πολλά με τὰ παρακαλοῦντά ἐστι1 ξυμβουλεῦσαι ὑμῖν, ὦ παῖδες, ἃ βέλτιστα εἶναι κρίνω, καὶ ἃ ξυνοίσειν ὑμῖν ἑλομένοις πεπίστευκα. τό τε γὰρ ἡλικίας οὕτως ἔχειν καὶ τὸ διὰ πολλῶν ἤδη γεγυμνάσθαι πραγμάτων καὶ μὴν καὶ τὸ τῆς πάντα παιδευούσης ἐπ’ ἄμφω μεταβολῆς ἱκανῶς μετασχεῖν, ἔμπειρόν με εἶναι τῶν ἀνθρωπίνων πεποίηκεν, ὥστε τοῖς ἄρτι καθισταμένοις τὸν βίον ἔχειν ὥσπερ ὁδῶν τὴν ἀσφαλεστάτην ὑποδεικνύναι.2
孩子们,有许多事情促使我向你们提出我认为最好的、并且我相信若你们采纳便会有益于你们的建议。因为到此年纪,经历过许多事情的磨砺,并且充分体验了那向两方面转化、能教育万物的变迁,这些都使我通晓人事,以致能够为刚刚立身处世的人指出宛如道路中最安全的一条。
τῇ τε παρὰ τῆς φύσεως οἰκειότητι εὐθὺς μετὰ τοὺς γονέας ὑμῖν τυγχάνω, ὥστε μήτε αὐτὸς ἔλαττόν τι πατέρων εὐνοίας νέμειν ὑμῖν· ὑμᾶς δὲ νομίζω, εἰ μή τι ὑμῶν διαμαρτάνω τῆς γνώμης,3 μὴ ποθεῖν τοὺς τεκόντας, πρὸς ἐμὲ βλέποντας.
而且,依照天性的亲缘,我对你们而言仅次于父母,因此我自己给予你们的好意决不少于父亲们;而我认为,若我没有在某种程度上误解你们的心意,你们在看着我时,也不会思念生身父母。
εἰ μὲν οὖν προθύμως δέχοισθε τὰ λεγόμενα, τῆς δευτέρας τῶν ἐπαινουμένων ἔσεσθε παρ’ Ἡσιόδῳ τάξεως· εἰ δὲ μή, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι δυσχερές, αὐτοὶ δὲ μέμνησθε τῶν ἐπῶν δηλονότι, ἐν οἷς ἐκεῖνός φησιν ἄριστον μὲν εἶναι τὸν παρ’ ἑαυτοῦ τὰ δέοντα ξυνορῶντα, ἐσθλὸν δὲ κἀκεῖνον τὸν τοῖς παρ’ ἑτέρων ὑποδειχθεῖσιν ἑπόμενον, τὸν δὲ πρὸς οὐδέτερον ἐπιτήδειον, ἀχρεῖον εἶναι πρὸς ἅπαντα.
所以,若你们乐意接受所说的话,你们便属于赫西俄德所赞扬的第二等人;若不然,我虽不会说什么逆耳之言,但你们自己显然记得那些诗句,他在诗中说:凡能自悟应当之事的人是最优秀的,而跟从他人所指引者也是贤良的,至于二者皆不能的人,则百无一用。
Μὴ θαυμάζετε δὲ εἰ καὶ καθ’ ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶσι, καὶ τοῖς ἐλλογίμοις τῶν παλαιῶν ἀνδρῶν, δι’ ὧν καταλελοίπασι λόγων, συγγινομένοις ὑμῖν4 αὐτός τι παρ’ ἐμαυτοῦ λυσιτελέστερον ἐξευρηκέναι φημί.
你们不要奇怪,尽管你们每天前往老师那里,并通过古代显达之士留下的著述与他们交往,我自己却声称凭着自身为你们找到了更有益的教益。
τοῦτο μὲν οὖν αὐτὸ καὶ ξυμβουλεύσων ἥκω, τὸ μὴ δεῖν εἰς ἅπαξ τοῖς ἀνδράσι τούτοις, ὥσπερ πλοίου, τὰ πηδάλια τῆς διανοίας ὑμῶν παραδόντας, ᾗπερ ἂν ἄγωσι, ταύτῃ συνέπεσθαι· ἀλλ’ ὅσον ἐστὶ χρήσιμον αὐτῶν δεχομένους, εἰδέναι τί χρὴ καὶ παριδεῖν. τίνα οὖν ἐστι ταῦτα, καὶ ὅπως διακρινοῦμεν, τοῦτο δὴ καὶ διδάξω ἔνθεν ἑλών.
而我前来正是要就此事提出建议:不可如同交出船舵一般,把你们心智的舵柄全盘交托给这些人,由着他们引向哪里便跟向哪里;而是要汲取他们所有用之处,同时明白何者亦当略过。那么,这些究竟是何物,我们又当如何甄别,这正是我要从此处开始教导的。
- 1.1Πολλά με τὰ παρακαλοῦντά ἐστι
倒装语序与带冠词分词的主谓结构。主语是 τὰ παρακαλοῦντα(促使我之事),而 πολλά 作为表语形容词前置于句首以示强调,全句骨干为“促使我……的事情有很多”。
- 1.1ὥστε ... ἔχειν ... ὑποδεικνύναι
在引导结果从句的 ὥστε 之后,ἔχειν 搭配不定词 ὑποδεικνύναι 表示能力(“能够”)。ἔχειν 的逻辑主语延续了前文宾格不定词短语中的 με(作者本人)。与格 τοῖς ἄρτι καθισταμένοις τὸν βίον 充当 ὑποδεικνύναι 的间接宾语。
- 1.2εἰ μή τι ὑμῶν διαμαρτάνω τῆς γνώμης
τι 为副词性宾格,意为“在某种程度上”或“少许”。动词 διαμαρτάνω(错失、误解)支配属格 τῆς γνώμης,而 ὑμῶν 为修饰 γνώμης 的领属性属格,整句意为“若我在某种程度上没有误会你们的心意”。
- 1.4φοιτῶσι ... συγγινομένοις ὑμῖν
与格分词 φοιτῶσι 与 συγγινομένοις 与代词 ὑμῖν 一致。在 εἰ ... φημί 从句中,两个分词由 καί ... καί 连接并带有让步色彩,修饰作为受话者的你们:“尽管你们每日从师求学,并与古人交往……”。
