- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:9.19-10.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西普斯通过对多名同义词和无意义声音的考察,论证了通过言语表达首要被意指和言说的既非事物亦非言词,而是“思念”,事物仅在第二位上被意指;并由此界定范畴乃是意指思念与事物的有意义言词。
πάλιν ἐπὶ τῶν πολυωνύμων πλείω μὲν τὰ ὀνόματα, ἓν δὲ τὸ πρᾶγμα, ὥστε εἰ μὴ τὸ αὐτό ἐστι ταῖς λέξεσι τὸ πρᾶγμα, ἄλλο τι ἂν εἴη παρ’ αὐτὰ τὰ λεγόμενα. ταῦτα μὲν δὴ οὕτως ἑκατέρωθεν γεγύμνασται· μόνα δὲ σημαινόμενα οἱ ἀρχαῖοι λέγουσι τὰ νοήματα, ἐπειδὴ περὶ τῶν πραγμάτων ἐστὶ ταῦτα καὶ ἀπὸ τῶν πραγμάτων. προηγουμένως μὲν τὰ νοήματα, κατὰ δεύτερον δὲ λόγον καὶ τὰ πράγματα σημαίνεται· οὐ γάρ ἐστι τὸ ἀληθὲς ἢ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν διανοίᾳ καὶ ἐν ταῖς διεξόδοις τοῦ νοῦ. λέγει γοῦν αὐτὸς Ἀριστοτέλης ἐν τῷ τρίτῳ τῶν Περὶ ψυχῆς οὕτως· ‘ἡ μὲν τῶν ἀδιαιρέτων νόησις οὔτε ἀληθὴς οὔτε ψευδής, ἐν οἷς δὲ ἤδη τὸ ψεῦδος καὶ τὸ ἀληθές, σύνθεσίς τις ἤδη τῶν νοημάτων’. τὰ νοήματα ἄρα ἐστὶ τὰ πρώτως σημαινόμενα καὶ λεγόμενα· περὶ γὰρ τῶν γεγονότων καὶ τῶν μὴ ὄντων νοήσεις ἡμῖν γίνονται, ἃς ἑρμηνεύοντες λέγομεν. καὶ ψευδὴς καὶ ἀληθὴς λόγος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐκ τῶν νοημάτων τὸ ἀληθὲς ἢ ψεῦδος ὁ λόγος δέξαιτο· πρῶτος γὰρ λόγος ὁ ἐν τῇ διανοίᾳ, ἀφ’ οὗπερ εἰκὸς καὶ τὸ λέγειν αὐτὸ καὶ τὸν ἐν τῇ φωνῇ λόγον προσαγορεύεσθαι. πάλιν αἱ ἀμφιβολίαι καὶ ὁμωνυμίαι καὶ πᾶσαι ὅσαι περὶ τὴν λέξιν ἀπάται γίνονται τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν,1 ἐπειδὴ ἐπ’ ἄλλο καὶ ἄλλο ἡ διάνοια πίπτει· εἰ οὖν ἓν μὲν τὸ ὄνομα, νοήσεις δὲ τούτου πλείους, καὶ τὰ λεγόμενα πλείω. ἔστι δὲ τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου ἀποδεῖξαι· κἂν γὰρ μέθυ καὶ οἶνον εἴπω, κατ’ ἄμφω μία ἐπίνοια, καίτοι ἕτερα τὰ ὀνόματα καὶ οὐ τὰ αὐτά. αἵ γε μὴν ἄσημοι φωναὶ ἄντικρυς διαρρήδην δεικνύουσιν, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα· λέγομεν γὰρ τὸν τοιοῦτον μηδὲν λέγειν, ἐπειδὴ οὐδὲν νοεῖν ἐνδέχεται οὔτε τὸν λέγοντα οὔτε τὸν ἀκούοντα κατὰ τὰς τοιαύτας φωνάς. τούς γε μὴν τερετίζοντας οὐδέν φαμεν λέγειν τῷ μηδὲν εἶναι νοεῖν.2 ὅλως δὲ τὰ ἄλλα ζῷα οὐδεὶς ἂν εἴποι λέγειν δηλονότι τῷ διανοίας μὴ κοινωνεῖν· ὥστε ἡμῖν γε ἐκ πάντων τούτων εὔδηλον εἶναι, ὅτι τὰ νοήματά ἐστι τὰ σημαινόμενα πρώτως, δευτέρως δὲ τὰ πράγματα. ἔστι γὰρ ἡ κατηγορία ἡ σημαίνουσα λέξις τὸ Σωκράτους φέρε νόημα, οὐκ ἄλλως μέντοι τῆς Σωκράτους φαντασίας ἢ ὡς Σωκράτους τοῦ μὲν νοήματος κινήματος ὄντος ἀμεροῦς καὶ ἁπλοῦ τῆς † ψυχικῆς καὶ ἐνεργείας οὐκ ἐν πάθει θεωρουμένης, τῆς δὲ φαντασίας ἐν πάθει φανείσης,3 διεξόδου τινὸς οὔσης καὶ διανύσεως αὐτοῦ. οὐ λέγω δ’ ὅτι ἡ διανόησις ἐστι φαντασία (περὶ γὰρ τῶν ἀσωμάτων νοήσεις μέν εἰσιν, οὐκ εἰσὶ δὲ φαντασίαι), ἀλλ’ ὅτι ὑποτρέχει ἡ φαντασία τὴν νόησιν. οὐκ αὐτὰ οὖν τὰ ὄντα αἱ κατηγορίαι, ἀλλ’ αἱ σημαίνουσαι λέξεις τὰ νοήματα καὶ τὰ πράγματα. ὅταν γὰρ λέγωσι, τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται, λέγουσιν ὅτι ἡ σημαντικὴ λέξις τοῦ ζῴου, ἥτις ἐστὶ τὸ ζῷον ὄνομα, κατὰ τοῦ σημαινομένου νοήματος ὑπὸ τῆς ἄνθρωπος λέξεως καὶ τοῦ ὑποκειμένου τούτῳ πράγματος κατηγορεῖται· τὸ γὰρ κατηγορεῖσθαι τῶν σημαντικῶν φωνῶν ἦν ἴδιον, αἳ σημαίνουσι τὰ νοήματα καὶ τὰ πράγματα.
再者,在多名同义的情况下,名字是多个,而事物是一个,因此如果事物与言词不是同一的,那么被言说之物就应当是不同于它们自身的某种东西。这些问题已如此从正反两方面进行了操练。古人们说,唯有思念是被意指之物,因为这些[思念]是关于事物且源自事物的。思念是首要被意指的,而在第二种意义上事物也被意指;因为真或假不在于事物之中,而在于思考之中以及理智的思想展开之中。亚里士多德本人在《论灵魂》第三卷中也这样说:“对不可分之物的思惟既非真亦非假,但在已经存在假与真的地方,就已经是诸思念的某种结合了”。因此,诸思念才是首要被意指和被言说的东西;因为我们对于过去的事与不存在的事物也会产生诸思念,我们正是通过解释将它们言说出来的。而且,如果言论不是从诸思念中领受真或假,就不会产生假的或真的言论;因为首要的言论是思考之中的言论,从它衍生出言说本身和声音中的言论并据此命名,也是合情合理的。再者,歧义、同名异义以及一切关于言词所产生的欺骗之所以发生,乃是因为思考落在不同的对象上而产生了多个思念;因此,如果名字是一个,而对此名字的思惟有多个,那么被言说之物也是多个。从相反的方面也可以证明这一点;因为无论我说“酒”(methy)还是“酒”(oinos),在这两种情况下概念都是同一个,尽管名字各异而非同一。此外,无意义的声音极其明白而直接地表明,思念才是被意指之物;因为我们说发出这类声音的人什么也没说,乃是因为根据这类声音,无论言说者还是倾听者都无法进行任何思惟。事实上,我们说那些鸣啭者什么也没说,乃是因为无法思惟任何东西。总的来说,没有人会说其他动物在言说,这显然是因为它们不分有思考;因此从所有这些来看,对我们而言显而易见的是,思念是首要被意指的,而事物则是第二位被意指的。因为范畴是意指着例如苏格拉底的思念的言词,然而这并非别样,正是作为苏格拉底的表象,其中思念是灵魂不可分且单纯的运动,且是不在受动中被考察的现实活动,而表象则是在受动中显现的,是[思考]的某种展开和完成。我并不是说思想活动就是表象(因为关于非物体性的事物存在着思念,却没有表象),而是说表象伴随着思惟而生。因此,范畴不是存在者自身,而是意指着诸思念和诸事物的言词。因为当人们说“动物被述谓于人”时,他们是在说,指称动物的有意义的言词(即“动物”这个名词),被述谓于由“人”这一言词所意指的思念以及处于此[思念]之下的事物;因为被述谓乃是有意义的声音所特有的属性,它们意指着诸思念和诸事物。
- 1.3τῷ νοήματα πλείω γίνεσθαι συμβαίνουσιν
定冠词带不定式 τῷ ... γίνεσθαι 用作表示原因的与格,修饰主要动词 συμβαίνουσιν(意为“因产生多个思念而发生”)。
- 1.3τῷ μηδὲν εἶναι νοεῖν
冠词带不定式 τῷ ... εἶναι 为原因与格。其中 εἶναι 作无人称用法(相当于 ἔξεστι,“能够/可能”),带不定式 νοεῖν 作为补足语,意为“因为不可能思惟任何东西”。
- 1.3τοῦ μὲν νοήματος κινήματος ὄντος... τῆς δὲ φαντασίας ἐν πάθει φανείσης
由 μέν 和 δέ 形成对照并列的独立属格结构(genitive absolute)。前者说明思念是不可分且单纯的运动(κινήματος ὄντος)及非受动性的活动,后者说明表象是在受动中显现的。
