← 德克西普斯

亚里士多德《范畴篇》注释

§8.11-9.19

所说之物非为事物与言词之论证

德克西普斯驳斥了将被言说或意指之物视作外部事物或语言词句的观点,通过指出言论与事物存续的不一致、现实活动与成品的区别、同名异义现象以及无意义声音等论据加以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

ἀλλ’ ἔστι, φησί, καὶ μετὰ τὸ λεχθῆναι τὰ πράγματα οἷον ἵππος φέρε ἢ βοῦς ἢ λίθος, εὔδηλον ὅτι ταῦτά ἐστι τὰ σημαινόμενα· οὐ γὰρ ἂν ἦν παυσαμένου τοῦ λόγου.1 καίτοι τὸ ἐναντίον εἴποιμ’ ἄν, ὅτι οὕτως οὐκ ἔστι τὰ λεγόμενα τὰ πράγματα, οὐδὲ πρὸς πρῶτα αὐτὰ ὁ λόγος ἔχει σχέσιν. ὁ μὲν γὰρ λόγος ὁ περὶ αὐτῶν λέγων παρῆλθε, τὰ δὲ πράγματα μένει· εἰ δὲ ἦν τὰ σημαινόμενα τὰ πράγματα, ἔδει κἀκεῖνα μὴ εἶναι τοῦ λόγου παρελθόντος. νῦν δὲ ὁ μὲν λέγων ἔστι καὶ ἀκούων, ἐὰν οὕτω τύχῃ, τὰ δὲ πράγματα, περὶ ὧν ὁ λόγος, οὐκ ἔστι. καίτοι εἰ τὸ ποιοῦν ἀναγκαῖον εἶναι τότε, ὅτε καὶ τὸ πάσχον πάσχει, ἀνάγκη καὶ τὸ λεγόμενον εἶναι τότε, ὅτε καὶ τὸ ἀκοῦον ἀκούει· εἰ δὲ ἔστι μὲν ὁ λέγων καὶ ὁ ἀκούων, τὰ δὲ πράγματα οὐκ ἔστιν, ὅταν περὶ τῶν γεγενημένων ὁ λόγος ᾖ, πῶς οἷόν τε τὰ πράγματα εἶναι τὰ σημαινόμενα; περὶ μὲν δὴ τῶν πραγμάτων οὕτω διειλήφαμεν· ἂν δὲ λέγῃ τις ὅτι ἡ λέξις ἐστὶν ἡ λεγομένη (καὶ γὰρ καὶ πλείους δύνανται ταύτης ἀκούειν καὶ δύναται καὶ ὄντων καὶ μὴ ὄντων πραγμάτων εἶναι καὶ λέγεσθαι), ἐροῦμεν ὅτι ἄλλο μέν ἐστι τὸ διὰ ταύτης σημαίνεσθαί τι, ἄλλο δὲ τὸ αὐτὴν ταύτην ὑπό τινος σημαίνεσθαι· εἰ μὲν γὰρ τὸ τῇ φωνῇ προφέρειν τοῦτο ὑπειλήφαμεν εἶναι τὸ λέγειν, αἱ λέξεις λέγονται, ἐπεὶ διὰ φωνῆς προφέρονται· εἰ δὲ τὸ ὀνομάζειν τὸ ὄνομα οὐκ ἔστι λέγειν, ἀλλὰ διὰ τοῦ ὀνόματος ἄλλο τι, οὐδ’ ἂν τὸν λόγον εἴη λέγειν, ἀλλὰ ἄλλο τι διὰ τοῦ λόγου, ὥστε νῦν ζητοῦμεν τί ἐστὶ τὸ σημαινόμενον διὰ τοῦ λόγου, οὐ τί διὰ τῆς φωνῆς προφερόμεθα. ἀλλ’ ὥσπερ, φησί, τὸ βαδίζειν τοῦ βαδίζοντός ἐστιν ἐνέργεια καὶ τὸ γράφειν τοῦ γράφοντος, οὕτω καὶ τὸ λέγειν τοῦ λέγοντος, ὁ δὲ λέγων λόγους καὶ μόρια τοῦ λόγου διέρχεται, καὶ ταῦτα ἂν εἴη τὰ λεγόμενα. ἀλλὰ φήσαιμ’ ἂν ὡς ἄλλο ἐστὶν ἐνέργεια, ἄλλο τὸ ὑπὸ τῆς ἐνεργείας ἀποτελούμενον· οὐ γὰρ τὸ οἰκοδόμημα ταὐτόν ἐστι τῇ ἐνεργείᾳ τοῦ οἰκοδόμου οὐδὲ τὸ ζωγράφημα ταὐτὸν τῇ ἐνεργείᾳ τοῦ ζωγράφου, ἀλλ’ ἕτερα τὰ ἀποτελέσματα· ὥστε καὶ τὸ λέγειν ἐνέργημα ὂν τοῦ λέγοντος ἄλλο ἔχει τὸ ὑπὸ τοῦ ἐνεργήματος σημαινόμενον. πάλιν φησὶν ὅτι τὸ λέγειν ἀπὸ τῆς λέξεως καὶ τοῦ λόγου παρωνύμως εἴρηται, ὥστε καὶ οὕτω συμβαίνοι ἂν τὰς λέξεις εἶναι τὰ λεγόμενα. καὶ ἀπ’ αὐτοῦ δὲ τούτου ἐλέγχοιτ’ ἂν τὸ νῦν ζητούμενον· εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν.2 πάλιν οἱ τὰ ἀμφίβολα προφερόμενοι καὶ τὰ ὁμώνυμα ἕνα μὲν λόγον λέγουσι, πλείονα δὲ σημαίνουσιν, ὥστ’ οὐκ ἄν εἶεν αἱ λέξεις αἱ σημαινόμεναι. ἔτι ὅταν ἀσαφῶς τις εἴπῃ, τῶν μὲν ὀνομάτων ἀκούομεν, ἃ δὲ λέγει, φαμὲν μὴ συνιέναι, ὥστε οὐκ ἂν εἴη τὰ ὀνόματα τὰ λεγόμενα καὶ σημαινόμενα ἀλλὰ ἄλλο τι. τί δ’ ἂν εἴποιμεν περὶ τῶν ἀσήμων φωνῶν, ὁπότε ἡ μὲν λέξις λέγεται, οὐδὲν δὲ σημαίνει;

他说:“但是在言说之后,诸如马、牛或石头等事物依然存在,显而易见这些正是被意指之物;因为若非如此,言论停止时它们就不会存在了。”然而我却要反过来说:这样一来,事物就绝不是被言说之物,言论首要相关的也不是它们自身。因为谈论它们的言论已经过去,而事物却依然存留;但如果被意指之物就是事物,那么在言论过去之后,那些事物也应当不复存在。可现在的事实是,言说者和倾听者在适逢其会时依然存在,而言论所关涉的事物却不存在了。再者,如果作用者必然在受作用者遭受作用的同时存在,那么被言说之物也必然在倾听者倾听的同时存在;如果在谈论过去之事时,言说者与倾听者固然存在,而事物却不存在,那么事物又怎能是被意指之物呢? 关于事物,我们正是如此裁定的。但如果有人说言词就是被言说之物(因为更多的人能够听到它,且无论事物存在与否它都能存在并被言说),我们将说:通过它意指某物是一回事,而这一言词本身被某人所意指则是另一回事。因为如果我们把用声音发音理解为言说,那么言词之所以被言说,乃是因为它们是通过声音被发出来的;但如果命名并不是言说名字,而是通过名字〔言说〕别的某种东西,那么〔言说〕也不是言说言论,而是通过言论〔言说〕别的某种东西,因此我们现在探究的是通过言论所意指的东西究竟为何,而不是我们在用声音发出什么。 他说:“然而,正如行走是行走者的现实活动,书写是书写者的现实活动,言说同样也是言说者的现实活动;而言说者所经历的是言论及言论的各组成部分,因而这些就应当是被言说之物。”但我可以说,现实活动与由该现实活动所生成的结果是两回事;因为建筑物并不等同于建筑工人的现实活动,图画也不等同于画家的现实活动,生成的结果是各不相同的;因此,言说虽是言说者的行动,由这一行动所意指的东西却另有所在。 他又说,言说这个词是由言词和言论衍生而来的,因此即便依此而言,言词也应当是被言说之物。然而单凭这一点,现在所探究的问题就会被驳倒;因为如果言说是从言论衍生而来的,我们就不会言说言论,正如我们既不行走“行走”,也不健康“健康”,更不作为或制作诸种作为或制作一样。 再者,发出有歧义或同名异义之语的人,说出的固然是一个言论,意指的却是多种事物,因此言词绝不可能是被意指之物。此外,当某人表达得含混不清时,我们虽听到了名字,却说自己不理解他所说的是什么,因此名字绝不是被言说和被意指之物,而是别的某种东西。再者,对于那些无意义的声音,当言词被说出却什么也没有意指时,我们又能说什么呢?

语法注2 条
  1. 1.3οὐ γὰρ ἂν ἦν παυσαμένου τοῦ λόγου

    这是一个反事实条件句,主句使用 ἄν 搭配未完成过去时 ἦν,省略条件从句并带有表时间的属格独立结构 παυσαμένου τοῦ λόγου。在上下文中,反对者立足于被言说的事物(如马、牛)在言论停止后依然存在的事实,其潜台词为:“如果事物依赖于言论,言论停止时[事物]便不会存在了”。

  2. 1.3εἰ γὰρ παρωνύμως ἀπὸ τοῦ λόγου τὸ λέγειν εἴρηται, οὐκ ἂν τοὺς λόγους λέγοιμεν, εἴπερ μήτε τὴν βάδισιν βαδίζομεν μήτε τὴν ὑγίειαν ὑγιαίνομεν μήτε τὰς πράξεις ἢ τὰς ποιήσεις πράττομεν ἢ ποιοῦμεν

    这是一个归谬论证:如果动词 λέγειν 是由名词 λόγος 派生(paronymously)而来的,我们便不会“言说言论”(同族宾语)。后附的 εἴπερ 从句列举了具有类似词干派生关系的动词与名词的对应(如 βάδισις - βαδίζειν,ὑγίεια - ὑγιαίνειν 等),意在说明构词学上的派生关系不能证明该行动所针对的对象就是该名词所指的语言符号本身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:8.11-9.19