← 德克西普斯

亚里士多德《范畴篇》注释

§11.1-12.18

归入范畴的言词的判别标准

德克西珀斯提出了辨别何种言词属于范畴、何种言词不属于范畴的标准,要求具备表意性、与事物的直接关联、最高属水平上的独立性以及单纯非复合性,从而将复合命题以及语法和修辞上的派生表达排除在范畴之外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

δ. Ἀλλὰ δὴ πῶς μέλλομεν διαγινώσκειν τὰς προτιθεμένας λέξεις πότερον ὑπὸ τὰς κατηγορίας πίπτουσιν ἢ οὔ; δὸς οὖν τι κριτήριον, ἵνα τὰ μὴ ὑποπίπτοντα τῇ τῶν κατηγοριῶν διαιρέσει διακρίνωμεν. Φημὶ δὴ ὅτι τὸ σημαντικὸν πᾶν γένος προυπάρχειν δεῖ ὡς ὑποκείμενον καὶ ἐν ἀρχαῖς τάξαι1 ἐν τῇ τοιαύτῃ διαιρέσει· οὐ γὰρ οἷόν τέ ἐστιν οὐδέποτε ἄνευ τοῦ τοιούτου τρόπου τῆς φωνῆς κατηγορεῖσθαί τι ὡς ἕτερον καθ’ ἑτέρου. οὐκοῦν εἴ τι ἄσημόν ἐστι μόριον καθ’ αὑτὸ οἷον τὸ βλίτυρι ἢ κατὰ ἀναφορὰν ἐφ’ ἕτερον σημαντικόν, ὡς αἱ οὕτως καλούμεναι ἐπαναφοραί, αἵτινες κατὰ τὴν ἐπὶ τὰ ἀόριστα μόρια ἀναφορὰν δηλοῦσί τι ὡς ἡ ἐκεῖνος φωνὴ ἐπὶ τὸ τὶς ἀναγομένη, ἢ εἴ τι συσσημαντικὸν εἴη μεθ’ ἑτέρου ὡς τὰ ἄρθρα καὶ οἱ σύνδεσμοι, οὐδαμῶς τὰ τοιαῦτα ἐν ταῖς κατηγορίαις θείη ἄν τις δικαίως. πάλιν τοίνυν μετὰ τῆς πρὸς τὸ πρᾶγμα σχέσεως καὶ τῆς κατὰ τὰ πράγματα διαφορᾶς βούλεται ἡ κατηγορία κυρίως εἰδοποιεῖσθαι, ἐπειδὴ προηγουμένως ἡ σημαντικὴ λέξις τῆς πρώτης ἔχεται χρείας τοῦ λόγου, καθ’ ἣν τὰ πράγματα δηλοῦν ἀλλήλοις ἐφιέμεθα. οἷον ἡ μὲν ἄνθρωπος λέξις πρὸς οὐσίαν ἔχει τὴν σχέσιν, ἡ δὲ λευκότης πρὸς ποιότητα, καὶ αἱ ἄλλαι ὁμοίως. ἐὰν οὖν λέξις οὕτως σχηματισθῇ, ὡς μὴ τῆς πρώτης εἶναι σημασίας τοῦ λόγου, ἀλλὰ τοῖς οἰκείοις μέρεσι τὸν ἐπιβάλλοντα χαρακτῆρα ἀφορίζειν, ὡς διόθεν, οἴκοθεν, κάλλιστα, ὀρθότατα, σοφώτατα, ποιητικώτατα, ἢ κατὰ τὴν τῶν νοημάτων πρὸς ἄλληλα ἐπιπλοκήν, ὥσπερ ἐπὶ τῆς ἀκολουθίας τοῦ ὑποθετικοῦ οἷον τοῦ ‘εἰ ἡμέρα ἐστί’, καὶ τῆς μάχης τοῦ διαιρετικοῦ οἷον ‘ἤτοι ἡμέρα ἐστίν’, οὐκ ἂν γένοιτο λέξις οὐδ’ ἡτισοῦν τούτων προσήκουσα ταῖς κατηγορίαις· ἅπασαι γὰρ αἱ τοιαίδε χρεῖαι τοῦ λόγου παντάπασιν ἀφίστανται τῆς τῶν κατηγοριῶν προηγουμένης πρὸς τὰ πράγματα συντάξεως. πάλιν εἴ τις ἄρρητος εἴη κίνησις τῆς διανοίας ὡς ἐπὶ τῶν στεναγμῶν καὶ βρυχημάτων, ἢ εἴ τις ἄναρθρος ψόφος ὡς ἐπὶ τῶν ποππυσμάτων, ἢ εἴ τις ἀφάνταστος φωνὴ ὡς ἐπὶ τῶν τερετισμάτων, ἢ εἴ τι ὄνομα μηδὲν πρᾶγμα δηλώσειεν, οὐδαμῶς οὐδὲν τούτων ἐστὶ κατηγορία· οὐδαμῇ γὰρ διασώζουσι τὴν ἰδιότητα τῆς κατηγορικῆς οὐσίας. ἔτι τοίνυν αἱ ἀνωτάτω τῶν γενῶν διαστάσεις ἢ εἰ οὕτω τις βούλοιτο λέγειν τῶν γενικωτάτων λέξεων οὐδὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας· οὔκουν οὐδὲν ἕξουσιν οὐσιῶδες ἐφ’ ἑαυτῷ ὂν ἢ λεγόμενον κατηγόρημα ἕτερον ἀνωτέρω. κατὰ δὴ τοῦτον τὸν διορισμὸν δεῖ τοὺς ὀρθῶς θηρεύοντας τὰς κατηγορίας μήτε τὸ ὂν ὡς κοινὸν καθ’ ὅλων ἀποδεικνύναι (εἰ δὲ μή, οὕτω οὐκέτι ἔσονται δέκα, ἀλλ’ εἰς ἓν γένος συναχθήσονται), μήτε τὴν κίνησιν κατὰ τοῦ ποιεῖν καὶ πάσχειν ὡς κοινὸν κατηγορεῖν· οὐ γὰρ ἔτ’ ἔσται δύο γένη ταῦτα, ἀλλ’ ἓν τὸ συναμφότερον ἡ κίνησις. καὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἐάν τέ τις ἐν τοῖς τῶν ὄντων γένεσιν αὐτὸ ἐπισκοπῇ, ἄν τ’ ἐπὶ τῶν γενικωτάτων σημαντικῶν λέξεων, ἐάν τε καὶ συναμφοτέρως, πανταχῇ οὑτωσὶ τὸν χαρακτῆρα ἀφορίζει τῶν κατηγοριῶν· οὔτε οὖν τὰ σύνθετα οἷον Δίων περιπατεῖ οὔτε τὰ ὑποσύνθετα οἷον † ξυστρόπων οὔτε τὰ κατὰ συγκοπὴν ἢ ἀποκοπὴν λεγόμενα οὔτε τὰ πεποιημένα ὀνόματα οὔτε τὰ παρεσχηματισμένα οὔτε τὰ ἐπίθετα οὔθ’ ὅσα ποιητικῆς ἢ ῥητορικῆς ἴδια θεωρεῖν, οὐδαμοῦ προσήκει τι ταῖς κατηγορίαις· ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν.2 ἡ δὲ κατηγορία τὴν προηγουμένην σημασίαν βούλεται θηρεύειν τῶν λέξεων καὶ τὰς προηγουμένας οὐσιώδεις κοινότητας τῶν ὄντων, αἵτινες ἐν τοῖς ἀνωτάτω γένεσι θεωροῦνται, ἀλλ’ οὐχὶ τὰς κατὰ συμβεβηκὸς ἄλλως θεωρουμένας δευτέρας κοινὰς ἐπινοίας. οἱ μὲν σχηματισμοὶ καὶ αἱ ἐπίνοιαι ἐπ’ ἄπειρον δυνάμεναι προϊέναι ἄχρηστοί εἰσι πρὸς ἐπιστήμην, αἱ δὲ γενικαὶ σημαντικαὶ λέξεις ἢ αἱ τῶν πρώτων γενῶν περιλήψεις ἐν ἀπείρῳ τὸ πεπερασμένον παραδιδοῦσαι ἐμποιοῦσιν εἴδησιν ἀκριβῆ τοῦ τε λόγου ἐν ταὐτῷ καὶ τῶν ὄντων.

4. 那么,我们究竟应当如何辨别摆在面前的言词是归属于范畴之下还是不归属于呢?因此,请给出一个标准,以便我们能够分辨那些不归属于范畴划分之下的东西。 我且说,整个有意义的属必须作为基底预先存在,并在这样的划分中被置于开端;因为若没有此类样式的声音,一物作为别物述谓于另一物是绝无可能的。因此,如果某个部分自身是无意义的(例如“blityri”),或者仅仅是通过关涉另一物才是有意义的(例如所谓的照应词,它们通过对不定部分的关涉来表明某物,正如“那个人”这个声音被还原为“某人”),抑或如果某物是与另一物共同表意的(例如冠词和连词),那么任何人都不可能合理地将这类东西置于范畴之中。再者,范畴正是本真地要求结合着与事物的关系以及事物方面的差异来形成其种差,因为首要而言,有意义的言词执守着言论的第一种功用,依据这种功用,我们意图彼此表明事物。例如,“人”这个言词具有与实体相联系的关系,“白”具有与性质[相联系的关系],其他亦同样如此。因此,如果一个言词的形式不是属于言论的第一种意义,而是规定与特有的部分相称的特征(例如“从宙斯那里”、“从家里”、“最美地”、“最正确地”、“最智慧地”、“最富有诗意地”),或者是依据诸思念相互之间的交织(正如在假言命题的后承中,如“若是白天”,以及选言命题的对立中,如“要么是白天”),那么这些言词中没有任何一个会是适于范畴的;因为所有这些言论的功用都完全脱离了范畴面向事物的首要配置。再次,如果在思考中存在某种不可言说的运动,如在呻吟和咆哮中;或者存在某种未分节的声响,如在咂舌声中;或者存在某种没有表象的声音,如在鸣啭中;或者如果某个名字不表明任何事物,那么这些东西绝非范畴;因为它们在任何方面都没有保持范畴性实体的特质。再者,诸属的最高区分,或者如果有人愿意这样说的话,诸最高普遍言词的区分,彼此之间没有任何共通之处;因此,它们不会具有更高的、就其自身存在或被言说的其他本质述词。那么,依据这一定则,正确搜求范畴的人既不应当把“存在”作为全称共通之物来加以证明(若不然,它们将不再是十个,而将被归并为一个属),也不应当把“运动”作为共通之物述谓于“作用”与“受动”(因为这将不再是两个属,而是两者合为一个属,即运动)。而单纯与非复合的特性,无论人们是在存在者的诸属中审视它,还是在最普遍的有意义言词中审视它,抑或在两者之中同时审视它,都在各处这样限定着范畴的特征。因此,无论是复合的言词(例如“狄翁在散步”),还是亚复合的言词(例如“†克绪斯特罗蓬”),还是因中略或尾略而被言说的言词,还是生造的名字,还是变体派生词,还是修饰词,还是任何被视为诗学或修辞学特有的东西,都绝不属于范畴;因为认识这类事物属于关于言词的另一门第二位的考察。然而,范畴所要求搜求的,乃是言词的首要意义以及存在者的首要本质共通性,这些是在最高诸属中被考察的,而不是去搜求那些偶性地以别样方式被考察的第二位共通概念。那些能够无止境延展的形式和概念对于科学是无用的,然而那些普遍的有意义言词,即对第一诸属的概括把握,通过在无限之中传递出有界限之物,使得人们同时获得对言论与存在者的精确认识。

语法注2 条
  1. 1.4τὸ σημαντικὸν πᾶν γένος προυπάρχειν δεῖ ὡς ὑποκείμενον καὶ ἐν ἀρχαῖς τάξαι

    非人称动词 δεῖ 支配两个并列的不定式:不及物现在时不定式 προυπάρχειν(以宾格短语 τὸ σημαντικὸν πᾶν γένος 为主语)与主动不定过去时不定式 τάξαι。对于后者 τάξαι,语境中补充了未言明的施事者(“我们”/划分者)作为不定式的主语,意为“[我们]必须将其置于开端”。

  2. 1.4ἄλλης γὰρ θεωρίας τῆς περὶ τὴν λέξιν καὶ δευτέρας τὰ τοιαῦτα γινώσκειν

    这是属格表语结构,不定式短语 τὰ τοιαῦτα γινώσκειν(“认识此类事物”)作为语法主语,连系动词 ἐστί 被省略,属格 ἄλλης θεωρίας ... καὶ δευτέρας 作表语,意为“属于关于言词的另一门第二位的考察[之领分]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:11.1-12.18