← 德克西普斯

亚里士多德《范畴篇》注释

§6.27-8.11

被言说之物与对索西革涅斯观点的反驳

针对塞琉古关于《范畴篇》中“被言说之物”究竟是声音、事物还是思想概念的提问,德克西普斯检视了索西革涅斯主张事物即被言说之物的观点,并反驳指出事物至多是言说的外在原因,而非直接被言说之物本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#1

γ. Ἀλλ’ ὅτι μὲν αἱ κατηγορίαι ὠνομάσθησαν ἀπὸ τοῦ καταγορεύεσθαι, ὅπερ ἐστὶ λέγεσθαι κατά τινος ὑποκειμένου, καλῶς ἅμα καὶ βραχέως ἐδίδαξας· καὶ γὰρ εἴπερ ἄλλου τινὸς καὶ τῆς συντομίας φροντιστέον, ἵνα μὴ εἰς τὴν αὐτὴν τοῖς προειληφόσιν ἀπειρίαν ἐμπέσωμεν· ἐπεὶ δὲ ἄπορον φαίνεταί μοι, τί ποτέ ἐστι τὸ λεγόμενον, πότερον φωνὴ ἢ πρᾶγμα ἢ νόημα, τοῦτό μοι σαφῶς ἐπιδεῖξαι πειράθητι. Ἔδει μὲν συντόμως ἀποκρίνασθαί με πρὸς τὴν ἐρώτησιν,1 ὅτι προηγουμένως σημαίνεται τὰ νοήματα, κατὰ συμβεβηκὸς δὲ καὶ τὰ πράγματα· ἐπεὶ δὲ πολλὴ περὶ τῶν λεγομένων ἐστὶν ἡ ζήτησις, πλείονα κἀγὼ περὶ τῶν λεγομένων εἰπεῖν βούλομαι· καὶ γὰρ Σωσιγένης ὁ Περιπατητικὸς παραλλήλους ἐπιχειρήσεις περὶ τῶν λεγομένων ἀντεξήτασεν, οὐ μὴν περὶ μιᾶς γε αὐτοτελῶς ἀπεφήνατο, ἀλλ’ ἰσομαχοῦντας ἀφῆκε τοὺς λόγους. βούλομαι δὴ καὶ τὰ ἐκείνου ἐπισκέψασθαι καὶ τελευταίαν τὴν ἐμαυτοῦ δόξαν ἐπαγαγεῖν. ἐπιχειρῶν δὴ περὶ τῶν πραγμάτων καὶ βουλόμενος ταῦτα εἶναι τὰ λεγόμενα ἐφόδῳ τινὶ τοιαύτῃ κέχρηται· εἰ γὰρ τοῦ λέγειν καὶ τοῦ μὴ λέγειν κύριά πώς ἐστι τὰ πράγματα, καὶ μὴ ὄντων μὲν οὐδὲν λέγομεν ὄντων δὲ ἀποφαινόμεθα, ταῦτα ἂν εἴη τὰ λεγόμενα. πρὸς δὴ τοῦτο εἴποιμ’ ἄν ὡς οὐδὲν κωλύει αἴτια εἶναι τοῦ λέγειν τὰ πράγματα, μὴ μέντοι προσεχῶς, ὅπερ νῦν ζητοῦμεν, ταῦτα εἶναι τὰ λεγόμενα· καὶ γὰρ τοῦ πυρέττειν φέρε αἰτία ἐστὶν ἡ ἡλίωσις καὶ τοῦ ὀδυνᾶσθαι ἡ τῆς βελόνης νύξις, ἀλλ’ οὔτε ἡ βελόνη ἐστὶν ἐν τῇ ὀδύνῃ οὔτε ἡ ἡλίωσις ἐν τῷ πυρέσσειν. τῶν γὰρ αἰτίων ἃ μέν ἐστιν ἔξω χωριστά, ἃ δὲ συμπάρεστιν· ὥστε δύναται μὲν καὶ τὰ πράγματα αἴτια εἶναι τοῦ λέγειν, οὐ μὴν αὐτὰ εἶναι τὰ λεγόμενα· καὶ γὰρ καὶ περὶ μὴ παρόντων πραγμάτων λέγομεν καὶ περὶ γεγενημένων καὶ περὶ μελλόντων, ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν καὶ τὰ πράγματα εἶναι.2 εἰ δὲ οὐ συνυφέστηκε τῷ λόγῳ τὰ πράγματα, οὐκ ἂν εἴη ταῦτα τὰ λεγόμενα· καὶ γὰρ ἔστι λέγειν καὶ ἀνύπαρκτα οἷον ἱπποκενταύρους καὶ τραγελάφους, λέγουσι δὲ λόγους καὶ οἱ μαινόμενοι καὶ οἱ παράφρονες, ὥστε εἴπερ τὰ λεγόμενα ἦν τὰ πράγματα, κἀκεῖνοι ἂν κατὰ πραγμάτων ἔφερον τὸν λόγον καὶ οὐδὲν ἂν μὴ ὑφεστηκὸς ὠνομάζομεν. ἔτι φησίν, εἰ ἀληθὴς ὁ λόγος καὶ ψευδὴς ἐκ τῶν πραγμάτων, οὐκ ἂν δύναιτο ἄλλο μὲν εἶναι τὸ λεγόμενον, ἄλλο δὲ τὸ ποιοῦν τὸ ψεῦδος καὶ τὸ ἀληθές, ὥστε ταῦτα ἂν εἴη τὰ λεγόμενα, ἅπερ αἴτιά ἐστι τοῦ αὐτοτελοῦς λόγου. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος ὁ Σωσιγένης θαυμάζω πῶς οὐ συνεῖδεν, ὡς εἰ μὲν πᾶς λόγος ἀληθὴς ἦν ἢ ψευδής, ἔδοξεν ἄν τι λέγειν κατασκευάζων ὅτι τὰ πράγματά ἐστι τὰ λεγόμενα· εἰ δέ ἐστί τις λόγος μήτε ἀληθὴς μήτε ψευδής, ἔστι δὲ λέγειν καὶ κατὰ μηδενὸς ὑποκειμένου φερόμενον, πῶς ἔστι τούτῳ τῷ ἐπιχειρήματι διισχυρίζεσθαι; ἔπειτα ἄλλο μέν ἐστι τὸ περὶ πράγματος λέγειν καὶ ποιεῖν περὶ αὐτοῦ ἀληθῆ ἢ ψευδῆ λόγον, νῦν δὲ ζητοῦμεν, τίνα ἐστὶ τὰ λεγόμενα. πρὸς τούτοις ἔστω καὶ τὸ πρᾶγμα αἴτιον τοῦ ἀληθοῦς καὶ ψευδοῦς λόγου, ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης ἀκολουθήσει τὸ τὰ πράγματα εἶναι τὰ σημαινόμενα· δύναται γὰρ καὶ γίνεσθαι μέν τις, εἴ γέ τις συγχωρήσειεν, ἀληθὴς ἢ ψευδὴς λόγος διὰ ταῦτα, ἄλλα δέ τινα εἶναι τὰ ὑπὸ τοῦ λόγου σημαινόμενα· οὐ γὰρ ἐπεὶ δεκτικός ἐστι τοῦ ἀληθοῦς ἢ ψευδοῦς ὁ λόγος, διὰ τοῦτο ἐκ τῶν πραγμάτων ἢ ἀληθὴς ἢ ψευδὴς γεγένηται· κατὰ συμβεβηκὸς μὲν γὰρ αὐτῷ ὑπάρχει τὸ ἀληθεῖ εἶναι ἢ ψευδεῖ, κατ’ οὐσίαν δὲ τὸ σημαίνειν τόδε τι προηγουμένως.

三、至于范畴得名于“被述说”,亦即就某个主体而言说,您教导得既妥当又简明;因为倘若要顾及其他任何事物,也必须顾及简要,以免我们陷入与前人相同的无边冗长之中。但是,既然在我看来,“被言说之物”究竟为何——究竟是声音、事物还是思想概念——乃是一个疑难,请试着为我清楚地指明这一点。我本应当简短地回答这个提问:思想概念是首要被意指的,而事物则是偶性地被意指的;然而,关于被言说之物的探究十分繁多,我也希望就此多作阐述。因为逍遥学派的索西革涅斯虽然也对照审查了关于被言说之物的并列论据,但他绝未就其中任何一种观点独立作出断决,而是让诸论证处于相持不下的状态。因此,我也希望考察他的见解,并最终提出我自己的看法。于是,他在论证事物并主张事物即是被言说之物时,采用了如下路径:如果事物以某种方式主导着说与不说,并且在它们不存在时我们什么也不说,而在它们存在时我们作出断定,那么这些事物就应当是被言说之物。对此,我可以说,没有任何理由妨碍事物成为言说的原因,但这绝不意味着它们就是直接的被言说之物——而这正是我们现在所探究的。因为例如日晒固然是发烧的原因,针刺是疼痛的原因,但针并不在疼痛之中,日晒也不在发烧之中。因为在诸原因中,有些是外在且分离的,有些则是共同存在的;因而事物完全可以是言说的原因,却绝不就是被言说之物本身。因为我们既谈论不呈现的事物,也谈论过去与未来的事物,然而当关于它们的言论存在时,这些事物也本应当存在。如果事物并不与言论共同持存,它们就不可能是被言说之物;因为谈论诸如半人马和鹿角山羊等不存在之物也是可能的,发狂者与谵妄者也会说出言论,所以如果被言说之物就是事物,他们也应当是将言论针对着事物,而我们也绝不会命名任何不具实在性的东西。他进而说,如果言论的真或假取决于事物,那么被言说之物与造成真假之物就不可能是两回事,因而凡是完整言论之原因者,就应当是被言说之物。索西革涅斯运用此种论据,我真奇怪他怎会没有看清:如果一切言论非真即假,他在证明事物是被言说之物时或许看起来还算言之有据;但如果存在既非真亦非假的言论,且言说不针对任何主体的言论也是可能的,又怎能凭这一论据坚持己见呢?再者,关于事物而言说并在其上造成真或假的言论是一回事,而我们现在探究被言说之物究竟为何则是另一回事。此外,即便承认事物是真假言论的原因,也绝不会因此必然得出事物就是被意指之物;因为即便有人让步,言论完全可以因事物而成为真或假,但言论所意指的却可以是别的某种东西。因为言论并不因能够容纳真或假,就由此从事物那里成为真或假;因为成为真或假对于言论而言只是偶性地存在,而首要地意指某个特定之物才是其本质所在。

语法注2 条
  1. 1.3Ἔδει μὲν συντόμως ἀποκρίνασθαί με πρὸς τὴν ἐρώτησιν

    非人称动词 ἔδει 支配宾格主语 με 和不定式 ἀποκρίνασθαι。此处表达一种未实现的义务或假定情形(“我本应简要回答”),与后文的 ἐπεὶ δὲ... 相呼应,用以引出转而进行更详尽阐述的理由。

  2. 1.3ἔδει δὲ τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν καὶ τὰ πράγματα εἶναι

    在由 ἔδει 支配的“宾格加不定式”结构(主语 τὰ πράγματα,不定式 εἶναι)中,嵌入了起条件作用的独立属格短语 τοῦ λόγου ὄντος τοῦ περὶ αὐτῶν。该结构表达了违背事实的假定后果(“当关于它们的言论存在时,这些事物也本应当存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:6.27-8.11