- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:68.12-69.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西普斯批判性地考察了普罗提诺针对量的诸种(特别是数)所提出的疑难。他反驳了普罗提诺将数划分为实体与量的主张,并依循亚里士多德的立场辩护道:数在保持其固有自立存在的同时内在共存于被计数之物中;量性与量不可分割,因而在任何情况下数都必定属于量。
δ. Κοινῶς μὲν δὴ περὶ τῆς διαιρέσεως καὶ τοῦ παντὸς ποσοῦ τοσαῦτα ἡμῖν εἰρήσθω, κατ’ ἰδίαν δὲ περὶ ἑκάστου τῶν ὑπὸ τὸ ποσὸν εἰδῶν ὅσα Πλωτῖνος ἀπορεῖ προσθεῖναι βούλομαι. εὐθὺς γὰρ διαιρεῖ περὶ τοῦ ἀριθμοῦ καί φησιν ἄλλην μὲν αὐτοῦ τὴν οὐσίαν εἶναι, ἄλλην δὲ καθ’ ἣν τὸ τοσόνδε αὐτῷ ὑπάρχει. ἡ μὲν γὰρ καθ’ ἑαυτήν ἐστιν, ἣ καὶ παραλέλειπται ὑπὸ Ἀριστοτέλους, ὡς ἐκεῖνος βούλεται, ἡ δὲ δηλοῦται, ὅταν ποσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν. Εἰ μὲν οὖν κατὰ τὰς Πλωτίνου διατάξεις καὶ τὰς Πλάτωνος ὑποθέσεις τὰς κατηγορίας ἀπευθύνομεν, δοκεῖ τινα λόγον ἔχειν τὸ λεγόμενον· εἰ δ’ ἐθέλοιμεν Ἀριστοτέλει κατακολουθεῖν, οὐδαμῶς τὸν ἀριθμὸν τὸν θεωρούμενον κατὰ ποσὸν διχῇ διαιρήσομεν. οὐ γὰρ οἴεται Ἀριστοτέλης ἄλλο μὲν ἔχειν τὸν ἀριθμὸν τὸ εἶναι, ἄλλο δὲ τὸ τοσόνδε εἶναι, ἀλλά φησι τῶν μὲν συνθέτων τοῦτο ἴδιον εἶναι καὶ τῶν ἐνύλων καὶ τῶν ἐν μέρει ἐχόντων τὸ εἶδος· ὅσα δὲ ἄυλά ἐστιν εἴδη καὶ ἀσύνθετα, ταῦτα ἀποδείκνυσιν ἐν πάσαις αὐτοῦ ταῖς ἀκροάσεσι ταὐτὸν ἔχοντα τό τε εἶναι κατὰ τὴν οὐσίαν καὶ τὸ ἐν τοῖς δεδεγμένοις αὐτὰ εἶναι καὶ φαίνεσθαι. ἐὰν οὖν χωρίζων ὁ Πλωτῖνος τοὺς νοητοὺς καὶ τοὺς μετέχοντας αὐτῶν ἀριθμοὺς τὴν ἰδιότητα ἑκατέρων χωρὶς ἀφορίζηται, ἰδίας ὑποθέσεις γυμνάζει, ἡμεῖς δὲ ὑπομιμνήσκομεν ἑαυτούς, ὡς αὐταῖς ταῖς οὐσίαις τῶν ὄντων ὑπάρχουσι κατ’ Ἀριστοτέλην οἱ ἀριθμοὶ οὔτε πρότεροι οὔτε ὕστεροι αὐτῶν, ἀλλ’ ἅμα σὺν αὐταῖς ὄντες. οὐδενὸς οὖν ἀπολείπονται κατὰ τὸν ἄνδρα τῶν ὁπωσοῦν δυναμένων αὐτῶν μετέχειν, ἀλλὰ πᾶσι μὲν πάρεισι κατὰ τὴν οἰκείαν αὐτῶν ἀμέριστον οὐσίαν, ἐξαλλάττονται δὲ αὖθις διὰ τὴν ἑτερότητα τῶν ὑποδεχομένων, ὥστε ἅμα καὶ ἀριθμοῖς καὶ τοσοῖσδε εἶναι μετὰ τῶν ἀριθμουμένων συνυπάρχει.1
δ. 关于划分与量的整体,我们普遍地就谈这么多了,但我希望关于量之下的每一个种,个别地把普罗提诺所提出疑难的事情补充进来。因为他一开始便对数作出了划分,并说数的一方面是其实体,而另一方面是它由此具备“具有如此数量”的属性;因为前者是依其自身的,正如普罗提诺所主张的那样,它也被亚里士多德忽略了,而后者则是在我们说数是量时所指明的。因此,如果我们是按照普罗提诺的规定和柏拉图的假定来纠正各范畴,那么所说的话似乎有几分道理;但如果我们愿意追随亚里士多德,就绝不会把依量而被观察的数一分为二。因为亚里士多德并不认为数的存在是一回事,而具有如此数量的存在又是另一回事,反倒认为这是复合之物、有质料之物以及部分地具有形相之物所特有的;但只要是非质料且非复合的形相,他在其全部讲义中都证明了,它们在依实体而言的存在与在受容它们的事物中的存在及显现是同一的。因此,如果普罗提诺将可知之数与分有它们之数分离开来,分别界定两者的固有特性,那么他是在运用他自己的假定;而我们则提醒自己,依照亚里士多德,数归属于存在者自身的实体,既不先于它们也不后于它们,而是与它们同时并存。因此照此人看来,数绝不脱离任何能够以任何方式分有它们的事物,而是依其自身不可分割的实体存在于一切之中,却又因受容者的相异性而发生变化,以致于作为数以及具有如此数量这两者,都与被计数之物一同共存。
ε. Ἔχεται δὲ τοῦ αὐτοῦ ἀπορήματος ὁ Πλωτῖνος καὶ πάλιν ζητεῖ, πότερον ἐνυπάρχει οὗτος ὁ ἀριθμὸς τοῖς ἀριθμουμένοις, ἢ χωρὶς αὐτῶν μετρεῖ ὥσπερ ὁ κανών. εἰ μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὑφέστηκε, μέτρον μὲν ἔσται, οὐκέτι δὲ ποσόν· εἰ δὲ ἐνυπάρχει, καὶ αὐτὸς ὑπ’ ἄλλου μετρηθήσεται. Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς εἴπομεν, τοῦτο καὶ νῦν εἰπεῖν ἄξιον. παρεῖναι μὲν γὰρ τὸν ἀριθμὸν τοῖς ἀριθμουμένοις πράγμασι καὶ συνυπάρχειν ἀποφαινόμεθα, οὐ μέντοι ἐν αὐτοῖς ἔχειν τὴν ὑπόστασιν ὡς ἐν συμβεβηκότος τάξει θεωρούμενον. ὥσπερ γὰρ τὰ ἔνυλα εἴδη ἔχει μὲν ἰδίαν ἕκαστον οὐσίαν καὶ ὑπόστασιν, σύνεστι δὲ τῇ ὕλῃ, οὕτω καὶ οἱ ἀριθμοὶ κατὰ τὴν ἰδίαν οὐσίαν ὑφεστηκότες μετὰ τῶν πραγμάτων εἰσὶν ὧν ἀφορίζουσι καὶ οἷς τὸ οἰκεῖον μέτρον ἐπιτιθέασι συνόντες τοῖς ἀριθμουμένοις ὡς ἀριθμοῦντες· ὥσπερ τὰ εἰδοποιοῦντα τοῖς εἰδοποιουμένοις συντάττεται πρῶτον ὡς ἐν ἑαυτοῖς, διάστασιν δὲ κατὰ τὸ ὑποκείμενον ἀπεργάζεται,2 οὕτω καὶ τὰ ἀριθμοῦντα τοῖς ἀριθμητοῖς πρὸς τὸ οἰκεῖον μέτρον ἕκαστα ἀναφέρει μένοντα ὅπερ ἐστὶν ἑαυτῶν καὶ μηδὲν ὑπὸ τῶν μετρουμένων πάσχοντα. ποιήσωμεν δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος· τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει μὲν καθ’ ἑαυτὸ ἴδιον λόγον, θεωρεῖται δὲ μετὰ τῆς ὕλης. καὶ ὁ ἀριθμὸς οὖν ἥνωται μετὰ τῶν ἀριθμητῶν ἔχων τὴν ἰδίαν ὑπόστασιν.
ε. 普罗提诺紧抓同一个疑难不放,再次探究:这个数究竟是内在存在于被计数之物中,还是像量尺一样脱离它们而测量?因为如果它自身独立自存,它将是尺度,但不再是量;而如果它内在存在,它自身也将被另一者所测量。然而,我们从一开始所说的话,现在也值得重述:因为我们断言,数确实存在于被计数的事物之中并与之共存,然而却不像在偶性的序列中被观察到的那样在它们之中具有其自立存在。因为正如具有质料的形相各自拥有固有的实体与自立存在,却又与质料同在一样,数依其固有的实体自立存在着,也同样与它们所限定并赋予固有尺度的事物同在,作为计数者与被计数之物同在。正如赋形者首先作为在自身之中而与被赋形者相协调,却依基底产生出分散伸展一样,计数者也将被计数的各物引向固有的尺度,同时保持其自身的所是,而不受被测量之物的任何影响。让我们通过一个例子把所说的事情弄得更清楚:雕像的形相依自身具有固有的定义,却与质料一同被观察;因此数也具有其固有的自立存在,与被计数之物结合在一起。
ϛ. Ἀλλὰ τὸ ποσόν φησιν οὐκ ἂν εἴη ποσότης. Ἀλλ’ εἰ μὲν εἶχεν ἄλλο τι δεῖξαι τὴν ποσότητα παρὰ τὸ ποσόν, ὀρθῶς ταῦτα ἀπεφαίνετο· ἐπεὶ δὲ ἐξ ἀρχῆς διαγωνιζόμεθα, ὅτι οὐδὲν ἄλλο ἐστὶν ἀρχηγὸν τῆς ποσότητος ἢ τὸ μέτρον, κοινὸν δὲ τοῦτο καὶ κατὰ ποσότητος καὶ κατὰ ποσοῦ, οὐκ ἂν οὐδὲ τὴν ποσότητα ποσὸν εἶναι εὐλόγως ἄν τις παραιτήσαιτο.3 γνοίη δ’ ἄν τις τὸ αὐτὸ καὶ ἀπὸ τοῦ μηδεμίαν κατηγορίαν ἄλλην οἷόν τε εἶναι ὑποθεῖναι τῇ τοῦ ποσοῦ φύσει, ἀρχὴν δὲ αὐτὴν ἰδίαν θεωρεῖσθαι μηδενὶ τῶν ἄλλων γενῶν ἐπικοινωνοῦσαν, ὥστε καὶ ὁ ἀριθμός, εἴτε καθ’ ἑαυτὸν εἴη εἴτε ἐν τοῖς μετέχουσιν, εἴτε συνυπάρχων εἴτε καὶ ἰδίαν φύσιν ἔχων ἐν τῷ συνυφεστηκέναι, εἴτε κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαι ὑπάρχων, πανταχοῦ ἂν οὗτος τοῦ ποσοῦ εἴη.
ϛ. 但是他说,量不可能是量性。然而,如果他能够指出量性是某种有别于量的事物,他做出这些断言就是正确的;但既然我们从一开始就论证,除了尺度之外没有任何别的东西是量性的始原,而尺度既共通于量性又共通于量,那么任何人也都不能合乎情理地拒绝量性本身就是量。人们从不能在量的本性之下放置任何其他范畴、且它本身被观察为不与任何其他属相交通的固有本原这一事实,也可以认识到这一点;因此,数无论是在自身之中还是在分有者之中,无论是共存还是在共同自立存在中具有其固有的本性,无论依计数而存在还是依被计数而存在,在任何情况下都必定属于量。
- 3.4ὥστε ἅμα καὶ ἀριθμοῖς καὶ τοσοῖσδε εἶναι μετὰ τῶν ἀριθμουμένων συνυπάρχει
主动词为 συνυπάρχει。带有谓词性与格(ἀριθμοῖς 和 τοσοῖσδε)的不定式短语 καὶ ἀριθμοῖς καὶ τοσοῖσδε εἶναι 充当主语(“既作为数存在又作为具有如此数量存在”),表示它与被计数之物(μετὰ τῶν ἀριθμουμένων)一同共存。
- 3.5ὥσπερ τὰ εἰδοποιοῦντα τοῖς εἰδοποιουμένοις συντάττεται πρῶτον ὡς ἐν ἑαυτοῖς, διάστασιν δὲ κατὰ τὸ ὑποκείμενον ἀπεργάζεται
在 ὥσπερ 引导的从句中,中性复数分词名词化短语 τὰ εἰδοποιοῦντα(“赋形者”)为主语,与格 τοῖς εἰδοποιουμένοις 作 συντάττεται 的补足语。πρῶτον ὡς ἐν ἑαυτοῖς(“首先作为在自身之中”)与 διάστασιν δὲ κατὰ τὸ ὑποκείμενον ἀπεργάζεται(“依基底产生出分散伸展”)形成对举,描述了形相在保持自身统一性的同时,如何在质料或基底中展开外延伸展。
- 3.6οὐκ ἂν οὐδὲ τὴν ποσότητα ποσὸν εἶναι εὐλόγως ἄν τις παραιτήσαιτο
带有双重 ἄν 的潜能祈愿语气结构(οὐκ ἂν ... ἄν τις παραιτήσαιτο)。动词 παραιτέομαι(“拒绝,推辞”)后接带不定式的宾格从属结构(τὴν ποσότητα ποσὸν εἶναι,“量性是量”)。否定词 οὐκ... οὐδέ 表达强烈的推论:“任何人也绝不能合乎情理地拒绝承认量性就是量”。
