← 德克西普斯

亚里士多德《范畴篇》注释

§69.37-71.15

论言语自身为量及对普罗提诺的驳斥

德克西珀斯驳斥了普罗提诺关于言语(logos)的诸多疑难,论证言语并非仅仅还原为物理撞击或施动与承受,而是通过音素音节天然的长短而拥有固有的大小与尺度,先于时间而依其自身即为量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7

ζ. Οὕτω μὲν τὰς ἀπορίας Πλωτίνου περὶ τοῦ ἀριθμοῦ διελύσαμεν. ἀλλὰ δὴ μεταβῶμεν ἐπὶ τὸν λόγον ἑξῆς καὶ ὅσα διαπορεῖ σκεψώμεθα. λέγει τοίνυν, ὡς ὁ λόγος ἰδίαν ἔχων ὑπόστασιν τοσόσδε ἐστὶ καὶ ταύτῃ ποσὸς ὡς συμβεβηκὸς ἔχων τὸ ποσόν,1 καθ’ ὃ μέντοι λόγος σημαντικός ἐστιν ὕλην ἔχων τὸν ἀέρα, κατὰ δὲ τὴν τούτου πληγὴν ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος ὁ ἐν τῇ φωνῇ, εἴτε οὐ ψιλὴ πληγὴ ἀλλὰ τύπωσις τοῦ ἀέρος ὥσπερ μορφοῦσα αὐτόν, κατ’ ἀμφότερα ποίησις ἂν εἴη σημαντική, καὶ ἔσται ἢ ἐν τῷ ποιεῖν ἢ ἐν τῷ πάσχειν ἢ καὶ ἐν ἀμφοτέροις τῷ τε ποιεῖν καὶ τῷ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ, ἀλλ’ οὐχὶ ποσόν. τί δὴ πρὸς ταῦτα ἀντείποιμεν; Ὅτι οὐχ ἁπλῶς πληγὴ ἀέρος ἐστὶν ἡ φωνή (πλήττει γὰρ τὸν ἀέρα καὶ δάκτυλος παραγόμενος καὶ οὐδέπω ποιεῖ φωνήν), ἀλλ’ ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς ἐξισουμένη καὶ τὸ ὑπερβάλλον καὶ ἐλλεῖπον καθ’ ἑαυτὴν ἔχουσα. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ τὸ ποσὸν μέτρον τῆς φωνῆς τιθέμενος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται.

ζ. 这样,我们就化解了普罗提诺关于数的疑难;但接下来让我们转向言语,并考察他所提出的一切疑问。因此他说,言语在具有固有的自立存在的同时,是具有如此数量的,并且因其将量作为偶性而在这方面是量;然而,只要它是有意义的言语,以空气为质料,并依空气所受的撞击而自立存在,那么无论发音中的言语是撞击,还是并非单纯的撞击而是仿佛赋予其形式的空气压印,在这两种情况下它都将是有意义的施动,而发音中的言语将要么在于施动,要么在于承受,要么在施动与承受两者之中,而决不是量。那么对此我们该如何反驳呢?应当说,声音并不单纯是空气的撞击(因为手指挥动也会撞击空气,却尚不能产生声音),而是某种数量的、剧烈的、足以被听见的如此数量的撞击,并且与听觉的尺度相齐平,依自身具有过度与不及。因此,[亚里士多德]依撞击的大小与量来设定声音的尺度,理所当然地断言它是量。

§3.8

η. Ἀλλ’ ἐπειδὴ ἐν χρόνῳ φησὶν ὁ Πλωτῖνος λέγεται ὁ λόγος ὄντι ποσῷ, καὶ αὐτὸς ποσὸν νομίζεται· ἔσται οὖν ἐν τῷ χρόνῳ τὸ ποσὸν καὶ διὰ τὸν χρόνον. Ἀλλὰ πρὸς τοῦτό φαμεν, ὡς αὐτῆς τῆς φωνῆς ἐστι σμικρότης καὶ μέγεθος κατὰ τὴν ἑαυτῆς φύσιν ἢ διὰ τὴν τῆς ἀρτηρίας σμικρότητα ἢ τὸ μέγεθος· ὅταν μὲν γὰρ τὸ φώνημα διαιρῆται καὶ εὐρύνηται, πλῆθος ἀναπέμπει, καθὸ δὲ στενοῦται, ὀλιγότητα. ἡ μὲν οὖν οὖσα φύσει βραχεῖα ἐν βραχεῖ χρόνῳ καταλλήλως λέγεται, ἡ δὲ μακρὰ ἐν μακρῷ, ὡς ἂν προηγούμενον ἔχοντος τοῦ λόγου τὸ ἐν τῇ φωνῇ ποσὸν ἐν ἑαυτῷ πρὸ τοῦ ἐν τῷ χρόνῳ ποσοῦ·2 κἂν γὰρ μὴ λέγω, ἀλλ’ ὁ γεγραμμένος λόγος ἔχει τὴν φύσει μακρὰν καὶ βραχεῖαν συλλαβήν. κἀκεῖνο δὲ δήπου ἐπιστάμεθα, ὅτι καὶ τὴν βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι δυνατόν ἐστι καὶ τὴν μακρὰν ἐν βραχεῖ. ὁ γὰρ μετρικὸς καὶ τὸ μέτρον καὶ τὸν ῥυθμὸν μεταβάλλει, ἤδη δὲ καὶ τὰ στοιχεῖα, οἷον τὸ ξηρὸν ξερὸν καὶ τὸν Διόνυσον Διώνυσον. εἰ δὲ πέφηνε διεστηκὸς ἐπὶ τούτων τὸ φύσει μακρὸν καὶ τὸ τῷ χρόνῳ, οὐ τῷ βραχεῖ χρόνῳ ἡ συλλαβὴ λέγεται βραχεῖα, ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται.

η. 但是普罗提诺说,既然言语是在作为量的时间之中被说出的,它自身也就被认为是量;因此,量将存在于时间之中,并且由于时间而存在。但对此我们说,声音自身依其固有的本性,或者由于气管的狭小或粗大,就存在着狭小与庞大;因为每当发声被分割并放宽时,它就发出多数,而当它被缩窄时,就发出少数。因此,本性上短的[音节]适当地在短时间内被说出,而长的[音节]则在长时间内被说出,就好像言语首先在自身之中拥有发音中的量,先于时间中的量一样;因为即使我不说出,书写的言语也拥有本性上长和短的音节。而我们无疑也知晓这一点:在长时间内读出短音节,以及在短时间内读出长音节,都是可能的。因为格律学家既改变格律又改变节奏,甚至已经改变字母音素,例如把xēron读作xeron,把Dionyson读作Diōnyson。如果本性上长与时间上长在这些情况中显现为截然有别,那么音节就不是由于短时间而被称作短的,而是由于它是短的,才在短时间内被说出。

§3.9

θ. Τί δ’ ἂν εἴποιμεν πάλιν πρὸς τὴν ἔνστασιν τοῦ ἀνδρὸς τὴν μὴ βουλομένην ἐξαρκεῖν τὸ μετρεῖσθαι πρὸς τὸ εἶναι ποσόν· καὶ γὰρ ξύλον φησὶ μετρεῖται πήχει, καὶ οὐκ ἄν τις εἴποι αὐτὸ ποσόν, διότι μετρεῖται, ἀλλ’ ὅτι ἐστὶ μέγεθος, καὶ κατ’ αὐτὸ μὲν τὸ ποσὸν τὸ συμβεβηκὸς τῷ ξύλῳ μετρεῖται ὑπὸ τοῦ ποσοῦ τοῦ συμβεβηκότος τῷ πηχυαίῳ ξύλῳ, τὸ δὲ ξύλον ὑπὸ τοῦ ξύλου οὐ μετρεῖται. καὶ ἐπὶ τοῦ λόγου τοίνυν καθὸ μὲν λόγος, οὐ μετρεῖται, καθὸ δ’ ἐν χρόνῳ ἐστίν, ὥστε ὁ χρόνος ἂν εἴη ὁ μετρῶν τὸν χρόνον ὁ ἐλάττων τὸν μείζονα.3 Ἀλλὰ καὶ πρὸς ταῦτα ταῖς αὐταῖς ἀπαντήσεσι χρησόμεθα. εἰ γὰρ σύμφυτον ἔχει μέγεθος ἡ φωνὴ μεθ’ ἑαυτῆς, καθ’ ὃ καὶ τὰ διαστήματα αὐτῆς οἱ μουσικοὶ εἰώθασι ποιεῖν, ἔσται καθ’ αὑτὴν ποσόν, ἀλλ’ οὐ κατὰ συμβεβηκός. πᾶν γὰρ τὸ μετρητὸν ἢ τὸ μετροῦν ἐστι κατὰ φύσιν ποσόν, καὶ αὕτη τοίνυν ὡς μετρουμένη ὑπὸ τοῦ χρόνου ποσὸν ἂν εἴη.

θ. 那么,对于此人不愿承认被测量足以成为量这一异议,我们又该说什么呢?因为他说,木料由一肘尺测量,但没有人会因为木料被测量就称其为量,而是因为它是大小,并且正是依木料所附带的量本身,它被附带于一肘尺木料上的量所测量,而不是木料被木料所测量。因此在言语的情况下,就其为言语而言,它不被测量,而是就其在时间之中而言[被测量],以至于时间会是测量时间的东西,较小者〔测量〕较大者。但对此我们也将使用相同的回答。因为如果声音与自身一同拥有固有的幅度,音乐家们通常也是据此来确定其音程的,那么它就将是依自身的量,而不是依偶性的量。因为凡是被测量的或进行测量的,在本性上都是量,因此这个[声音]作为被时间测量的东西,也必定是量。

§3.10

ι. Πάλιν ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ λέγων, ὡς ἡ πρᾶξις κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὸν χρόνον μεγάλη λέγεται ἢ μικρά, οὕτω καὶ ὁ λόγος τῷ διαστήματι μετρούμενος κατὰ συμβεβηκὸς ἂν εἴη ποσός. Ἢ καὶ πρὸς τοῦτο ῥητέον,4 ὅτι τῶν στοιχείων τὰ μέν ἐστι φύσει μακρά, τὰ δὲ φύσει βραχέα. φύσει ἄρα ἐνυπάρξει τῇ φωνῇ τὸ μέγεθος καὶ ἡ μικρότης.

ι. 同一个人再次提出疑难说:正如行为依其对时间的指向而被称作大或小一样,言语通过间隔被测量,也将是依偶性而言的量。或者对此也必须说:在字母音素中,有些在本性上是长的,而有些在本性上是短的。因此,庞大与狭小将在本性上内在存在于声音之中。

语法注4 条
  1. 3.7λέγει τοίνυν, ὡς ὁ λόγος ἰδίαν ἔχων ὑπόστασιν τοσόσδε ἐστὶ καὶ ταύτῃ ποσὸς ὡς συμβεβηκὸς ἔχων τὸ ποσόν, καθ’ ὃ μέντοι λόγος σημαντικός ἐστιν ὕλην ἔχων τὸν ἀέρα, κατὰ δὲ τὴν τούτου πληγὴν ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος ὁ ἐν τῇ φωνῇ, εἴτε οὐ ψιλὴ πληγὴ ἀλλὰ τύπωσις τοῦ ἀέρος ὥσπερ μορφοῦσα αὐτόν, κατ’ ἀμφότερα ποίησις ἂν εἴη σημαντική, καὶ ἔσται ἢ ἐν τῷ ποιεῖν ἢ ἐν τῷ πάσχειν ἢ καὶ ἐν ἀμφοτέροις τῷ τε ποιεῖν καὶ τῷ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ, ἀλλ’ οὐχὶ ποσόν.

    由句首的 ὡς 引导并一直延续至句末的长大间接引语结构。其主干首先指出普罗提诺的主张,即言语仅仅由于偶性而具有量;随后通过 καθ’ ὃ μέντοι...(“然而只要它是有意义的言语……”)引出分枝条件(εἴτε... εἴτε...),得出结论:言语在两种情况下都必定是有意义的施动(κατ’ ἀμφότερα ποίησις ἂν εἴη),并归属于施动或承受范畴(ἔσται ἢ ἐν τῷ ποιεῖν ἢ ἐν τῷ πάσχειν),最终以 ἀλλ’ οὐχὶ ποσόν(而不是量)作结。

  2. 3.8ὡς ἂν προηγούμενον ἔχοντος τοῦ λόγου τὸ ἐν τῇ φωνῇ ποσὸν ἐν ἑαυτῷ πρὸ τοῦ ἐν τῷ χρόνῳ ποσοῦ

    由表示主观理由或情态的 ὡς ἄν 与属格独立结构(προηγούμενον ἔχοντος τοῦ λόγου...)结合而成。προηγούμενον 作表语性宾格(“作为首要的/原初的”),修饰 τὸ ἐν τῇ φωνῇ ποσόν,说明言语在时间中的量之前,即在自身之中本原地拥有发音中的量。

  3. 3.9καθὸ δ’ ἐν χρόνῳ ἐστίν, ὥστε ὁ χρόνος ἂν εἴη ὁ μετρῶν τὸν χρόνον ὁ ἐλάττων τὸν μείζονα

    承接前半部分的对照 καθὸ μὲν λόγος, οὐ μετρεῖται(“就其为言语而言,它不被测量”),在 καθὸ δ’ ἐν χρόνῳ ἐστίν 之后省略了谓语动词 [μετρεῖται](被测量)。紧随其后的 ὥστε 结果从句指出了普罗提诺的论证逻辑:若是如此,则仅仅是较短的时间在测量较长的时间,而非言语本身被测量。

  4. 3.10Ἢ καὶ πρὸς τοῦτο ῥητέον

    句首的 ἤ 惯用于引入针对所提疑难或异议的驳斥或解答(“或者毋宁应当说……”)。连词 καί 则带有“对此[另一异议]也同样……”的追加意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:69.37-71.15