- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:67.8-68.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对离散者与连续者之间存在先后关系因而量不能作为共同的属之异议,德克西普斯以肯定与否定命题为例进行辩护,指出即便存在先后次序,两者作为种仍能平等分有属,并从潜能与现实的关系论证连续者的优先性。
γ. Πρὸς μὲν δὴ τοῦτο οὕτως ἀπήντησας, δοκεῖ δέ μοι πρότερον εἶναι τὸ διῃρημένον τοῦ συνεχοῦς οὕτω τὸν λόγον ἐφοδεύοντι·1 τὸ συνεχὲς διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά, μὴ ὄντος οὖν τοῦ διωρισμένου οὐδ’ ἂν αὐτὸ εἴη, πρότερον ἄρα τὸ διωρισμένον ἐστὶ ποσὸν τοῦ συνεχοῦς. εἰ δὲ πρότερον, οὐκ ἂν εἴη κοινὸν αὐτὸ τὸ ποσόν· ἐν οἷς γὰρ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον, ἐν τούτοις οὐ δύναται εἶναι κοινὸν γένος· τὰ μὲν γὰρ εἴδη οὐ συναναιρεῖ ἄλληλα, οὐδενὸς δ’ εἴδους ἀναίρεσις ἀναιρεῖ τὸ γένος, ἐφ’ ὧν δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, ἐπὶ τούτων τὸ ἕτερον τοῦ ἑτέρου ἀναιρετικὸν δείκνυται. Ἀλλ’ εἴπερ ἀληθινῶς ἐθέλοιμεν σκοπεῖν, κατ’ ἄλλο μὲν αὐτοῖς ἀποδώσομεν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους μετέχει, τὴν ἴσην αὐτοῖς κοινωνίαν ὑπάρχουσαν εὑρήσομεν. ὁ γὰρ λόγος εἷς καὶ ὁ αὐτὸς θεωρούμενος κατὰ τὸ γένος συμπληρῶν ἕκαστον τῶν εἰδῶν ὑπ’ οὐδενὸς κωλύεται ἅμα πᾶσι παρεῖναι τοῖς δυναμένοις ἐπίσης αὐτοῦ καὶ δι’ αὐτῶν μεταλαμβάνειν, ὥστε κἂν ᾖ τὰ μὲν πρότερα τὰ δ’ ὕστερα, φύσιν δ’ ἔχῃ δι’ ἑαυτῶν προσεχῶς ἐπικοινωνεῖν τῷ γένει, ἀμφοτέροις ἅμα παρέσται τὸ γένος τὴν αὐτὴν μετουσίαν αὑτοῦ παρέχον πρὸς τὰ δυνάμενα αὐτοῦ μεταλαμβάνειν. οὕτω τοι καὶ τὴν κατάφασιν τῆς ἀποφάσεως προτέραν οὖσαν τῇ φύσει, κατὰ τὸ ἀποφαίνεσθαι καὶ κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι ἀπολαμβάνοντες τῷ λογισμῷ ἐπινοοῦμεν ὡς ὑπὸ τὸ αὐτὸ γένος, ὡς κατ’ ἄλλο μὲν ἐχουσῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους ἐπικοινωνοῦσι, παραδεχομένων τὸ ὡς εἴδη ἀντιδιαιρεῖσθαι.2 ἀλλὰ μὴν ὅτι γε Ἀριστοτέλης περὶ τούτων ὑπείληφεν οὕτως, πρότερον μὲν ἡγούμενος εἶναι τὸν ἀριθμὸν τῇ τάξει, τῇ δὲ πρὸς τὸ αὐτὸ γένος ἀναφορᾷ τὴν ἴσην διαίρεσιν τοῦ διῃρημένου καὶ συνεχοῦς ποιούμενος, δῆλον πεποίηκεν ἀπὸ τῆς ἐν αὐτοῖς τάξεως. προέταξε γὰρ τὸ διωρισμένον τοῦ συνεχοῦς ἔν τε τῇ πρώτῃ διαιρέσει καὶ ἐν τῇ διαριθμήσει τῶν καθ’ ἕκαστα, τὰ ὑπὸ τὸ διωρισμένον πρότερα ἀπολογιζόμενος τῶν ὑπὸ τὸ μέγεθος. διότι γὰρ τὸ ἐν τῷ μεγέθει ποσὸν δοκοῦμεν καταλαμβάνειν διὰ τοῦ ἀριθμοῦ, διὰ τοῦτο ὁ ἀριθμὸς προτέτακται, ὥσπερ διότι τὴν ἀπόφασιν γνωρίζομεν διὰ τῆς καταφάσεως, διὰ τοῦτο κἀκείνη προτέτακται. κατὰ μέντοι τὴν ἴσην διαίρεσιν οὐκ ἀποστατεῖ τοῦ κοινοῦ γένους. οὕτω δὴ καὶ ἐνταῦθα τῷ συντελεῖν εἰς τὸν λόγον τοῦ γένους καὶ τῷ πρὸς τοῦτο ἐξ ἴσου παρασκευάζεσθαι ἀντιδιῄρηκεν αὐτὰ πρὸς ἄλληλα. πρὸς δὲ τούτοις ἄλλο τὸ διῃρῆσθαι, ἄλλο τὸ διῃρημένον εἶναι, ὥστε εἰ τὸ δυνάμει ἐν τῷ ἐνεργείᾳ περιέχεται3 (δύναται γὰρ τὸ συνεχὲς διαιρεῖσθαι), οὐκ ἂν καλῶς ὡς ἤδη ὂν τὸ διῃρημένον λαμβάνοιμεν· μᾶλλον γὰρ τὸ δυνάμει ὕστερον τοῦ ἐνεργείᾳ.
γ. 对此你虽然作了如此回答,但在像这样探讨论证的我看来,被分割者似乎先于连续者:因为连续者是可以被分割为恒常可分割之物的,因而若离散者不存在,它自身也不会存在;所以离散的量先于连续的量。但若是先于,量自身便不可能是一个共同的[属];因为在那些一者为先、另一者为后的事物中,不可能存在共同的属;因为诸种并不相互消除,任何一种的消除也不会消除属,而在观察到先与后的事物中,一者则被表明会消除另一者。然而,如果我们愿意真实地考察,我们将在另一个方面把先与后归于它们,但在分有同一个属的限度内,我们将发现它们具有同等的共有关系。因为依属而言被观察为同一且相同的定义,在充实每一个种的同时,绝不妨碍它同时存在于所有能够同等地且通过自身分享它的事物之中;因此,即便有些为先,有些为后,但若具有通过自身直接与属相通的本性,属就将同时存在于两者之中,向能够分享它的事物提供对自身的同一分有。正因如此,肯定命题在自然本性上虽先于否定命题,但当我们依陈述以及依或真或假通过理性来把握它们时,我们是将它们构想为在同一个属之下的,因为它们虽然在另一个方面具有先与后,但在共通于同一个属的限度内,接受作为种而互相对勘划分。再者,亚里士多德对它们确实持有这种看法——一方面认为数在次序上在先,但另一方面在联系到同一个属时,对被分割者和连续者作了同等的划分——这一点他已从它们之中的次序表明清楚了。因为无论是在最初的划分中,还是在逐一的列举中,他都把离散者置于连续者之前,将归于离散者之下的事物算作先于归于大小之下的事物。因为我们正是由于似乎是通过数来把握大小之中的量的,为此缘故数才被置于首位,正如我们由于通过肯定命题来认识否定命题,为此缘故肯定命题才同样被置于首位。然而,依同等的划分而言,它并未脱离共同的属。因此在这里,由于有助于属的定义,且针对这一点得到了同等的配备,他便将它们彼此对勘划分开来。此外,被分割是一回事,作为被分割之物则是另一回事;因此,如果潜能中的事物被包容在现实中的事物之内(因为连续者能够被分割),我们就不应把被分割者视作已经存在的;因为潜能中的事物反倒后于现实中的事物。
- 3.3οὕτω τὸν λόγον ἐφοδεύοντι
与格分词 ἐφοδεύοντι 与无人称结构 δοκεῖ μοι 中的代词 μοι 一致,作参照与格或观点与格,意为“对于像这样探讨论证的我而言”。
- 3.3ὡς κατ’ ἄλλο μὲν ἐχουσῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον, καθόσον δὲ τοῦ αὐτοῦ γένους ἐπικοινωνοῦσι, παραδεχομένων τὸ ὡς εἴδη ἀντιδιαιρεῖσθαι
由 ὡς 引导的属格独立结构;阴性复数属格分词 ἐχουσῶν 与 παραδεχομένων 与代词 αὐτῶν 一致,指代前文的肯定与否定(κατάφασις 和 ἀπόφασις)。表达了它们虽在另一层面上具有先后关系,但就分有同一属而言仍可作为种对勘划分的理据。
- 3.3ὥστε εἰ τὸ δυνάμει ἐν τῷ ἐνεργείᾳ περιέχεται
表结果的连词 ὥστε 引出一个条件从句(εἰ 加现在时陈述语气)。τὸ δυνάμει(潜能中的事物)为主语,被包含(περιέχεται)在 ἐν τῷ ἐνεργείᾳ(现实中的事物)之中。经过括号内的说明后,引向主句的潜势希求法 οὐκ ἂν καλῶς ... λαμβάνοιμεν。
