← 德克西普斯

亚里士多德《范畴篇》注释

§66.14-67.7

连续量与离散量的共通性与对等性

针对普罗提诺关于连续量与离散量(大小与多)不可同等称为“量”的疑难,德克西普斯指出两者均共同拥有尺度与界限,并通过宇宙构造、分割与增大的相反对称性以及对应科学,论证两者均是对等的固有之量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2

β. Ἐπεὶ δὲ πάλιν ὁ Πλωτῖνος ἐνίσταται λέγων ὡς ἀμφότερα οὐ ῥητέον ὡσαύτως ποσά (εἰ μὲν γὰρ τὸ συνεχὲς ποσόν, τὸ διωρισμένον οὐκ ἔσται, εἰ δὲ τὸ διωρισμένον, οὐκ ἔσται τὸ συνεχές), δίκαιον ἤδη σοι τί ποτέ ἐστιν ἐν ἀμφοτέροις κοινὸν εἰπεῖν. Ὡς μὲν οὖν συντόμως ἀπαντῆσαι πρὸς τὸ ζητούμενον, κοινὸν ἔχουσι τὸ μέτρον ἐν ἑαυτοῖς καὶ τὸ πέρας, ὅπερ ἐν τῷ διωρισμένῳ καὶ τῷ συνεχεῖ θεωρεῖται. ἐπειδὴ δὲ εἰκός ἐστι φιλονεικοῦντά τινα πρὸς ταῦτα τὸ ἐν τῷ μεγέθει ποσὸν τῷ μετασχεῖν ἀριθμοῦ ποσὸν ἀποφαίνεσθαι, τὸ δὲ προσλαμβάνον τὸ ποσὸν λέγεσθαι,1 ὅταν εἰς ἀριθμὸν ἀχθῇ δίπηχυ ἢ τρίπηχυ ἀφοριζόμενον, ἄξιον καὶ περὶ τούτου διελθεῖν. τὸ συνεχὲς καὶ τὸ διῃρημένον ἐν τῇ τοῦ παντὸς κόσμου συστάσει ἰδίαν ἔχον ἑκάτερον φύσιν θεωρεῖται· τὸ μὲν γὰρ διῃρημένον κατὰ παράθεσίν τε καὶ σωρείαν, τὸ δὲ συνεχὲς καθ’ ἕνωσιν καὶ ἀλληλουχίαν νοεῖται, καὶ τὸ μὲν συνεχὲς καὶ ἡνωμένον καλεῖται μέγεθος, τὸ δὲ παρακείμενον καὶ διῃρημένον πλῆθος. τούτων δὴ οὕτω διωρισμένων κατὰ μὲν τὴν τοῦ μεγέθους οὐσίαν εἷς τε ὁ κόσμος ἐπινοεῖται καὶ λέγεται στερεὸς καὶ σφαιρικὸς καὶ συμπεφυκὼς ἑαυτῷ διατεταγμένος τε καὶ ἀλληλουχούμενος, κατὰ δὲ τὴν τοῦ πλήθους πάλιν ἰδέαν καὶ ἔννοιαν σφαῖραι καὶ ἀστέρες καὶ στοιχεῖα ζῷά τε καὶ φυτὰ ἐν αὐτῷ θεωρεῖται, καὶ τοῦ μὲν ἡνωμένου ἐπ’ ἄπειρον ἐκ παντός ἐστιν ἡ τομή, ἡ δὲ αὔξησις ἐπὶ ὡρισμένον, τοῦ δὲ πλήθους κατὰ ἀντιπεπόνθησιν2 ἐπ’ ἄπειρον μὲν ἡ αὔξησις, ἔμπαλιν δὲ ἡ τομὴ ἐπὶ ὡρισμένον, ἀμφότερα δὲ τὰ γένη ταῦτα ἐπιστήμαις ὑπάγεται, ἀριθμητικῇ μὲν τὸ πλῆθος, γεωμετρίᾳ δὲ τὸ μέγεθος· ὥστε εἴπερ καὶ ἐν τῷ ὑφεστηκέναι καὶ ἐν τῷ 〈νοεῖσθαι〉 διορίζεσθαι δεῖ ταῦτα ἀπ’ ἀλλήλων, οὐκ ἂν εἴη τὸ μὲν πλῆθος καθ’ ἑαυτὸ ποσόν, τὸ δὲ μέγεθος κατὰ συμβεβηκὸς ὡς ἀπὸ τοῦ ἀριθμοῦ τὸ τοσόνδε παραδεχόμενον· κοινὸν γὰρ ἐν αὐτοῖς ὑπάρχει τὸ μετρεῖσθαι καὶ τὸ πεπερατῶσθαι κατὰ τὴν ἰδίαν ἑκάστου ὑπόστασιν.

β. 但是,既然普罗提诺再次提出异议,声称两者(连续的与离散的)不应当同样被称为量(因为如果连续者是量,离散者就不是量;而如果离散者是量,连续者就不是量),那么现在由你来说明两者之中共同具有的究竟是什么,乃是理所应当的。那么,若要简要回答所探究的问题:它们在自身之中共同具有尺度和界限,这正是既在离散者中又在连续者中被观察到的。然而,鉴于很可能有好辩者针对这些论点宣称,大小之中的量是通过分有数而成为量的,并且当它被归入数、被限定为二肘或三肘长时,它是作为外加接受量者而被述说的,因而也有必要对此予以详述。连续者与被分割者在整个宇宙的构造中,各自都被观察到拥有独特的本性:因为被分割者是依并置和堆积而被思维的,而连续者则是依联合和连续贯通而被思维的;连续且统一者被称为大小,而并置且被分割者则被称为多。在这些得到如此划分之后,依大小的实质而言,宇宙被构想且被称为一体的、立体的、球形的、与自身自然一体的、排列井然且相互贯通的;但反过来,依多的观念与概念而言,天球、星辰、元素、动物与植物则在其中被观察到。统一者的分割全然走向无限,而其增大则走向限定;对于多而言,依相反对应,其增大走向无限,相反其分割则走向限定。这两个类都归属于各门科学:多归属于算术,而大小归属于几何学。因此,如果说在自存中以及在被思维中,它们确实都应当彼此区分开来,那么就不会是多依自身是量,而大小作为从数中接受特定数量因而是偶性上的量;因为按照各自固有的自存,被度量与被限定乃是共同存在于它们之中的。

语法注2 条
  1. 3.2ἐπειδὴ δὲ εἰκός ἐστι φιλονεικοῦντά τινα πρὸς ταῦτα τὸ ἐν τῷ μεγέθει ποσὸν τῷ μετασχεῖν ἀριθμοῦ ποσὸν ἀποφαίνεσθαι, τὸ δὲ προσλαμβάνον τὸ ποσὸν λέγεσθαι

    非人称结构 εἰκός ἐστι 支配带有宾格主语 φιλονεικοῦντά τινα 的宾格不定词从句(并列的 ἀποφαίνεσθαι 与 λέγεσθαι)。前半部分中 τὸ ἐν τῷ μεγέθει ποσόν 为 ἀποφαίνεσθαι 的宾语(“宣称大小之中的量是通过分有数而成为量的”);后半部分中的 τὸ δέ 则指代大小(或承载大小者),与述谓分词 προσλαμβάνον 连用(“并宣称它是作为额外接受量者而被述说的”)。

  2. 3.2κατὰ ἀντιπεπόνθησιν

    介词短语,在数学与逻辑学语境中表示“相反对应”或“反比例”。此处以副词性功能修饰离散量(多)与前述连续量之间的反向对称关系:连续者是“分割趋于无限、增大趋于有限”,而多则是“增大趋于无限、分割趋于有限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:66.14-67.7