← 德克西普斯

亚里士多德《范畴篇》注释

§64.1-66.13

量优先于质的次序问题

德克西珀斯结束了对实体的考察并过渡到对量的讨论,探讨了为何量被排在质之前的次序问题。针对普罗提诺和阿尔库塔斯主张质更具优先性的观点,德克西珀斯基于可知解的多的在先性以及量与物体延展和复合性的同族亲和性,为亚里士多德的排序进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

α. Τὰ μὲν δὴ περὶ τῆς οὐσίας ἀπορήματα, ὦ κάλλιστε τῶν ἐμῶν ἑταίρων Σέλευκε, οὕτως ἡμῖν ἐξήτασται. βούλει δὲ μέχρι ταύτης ἱστώμεθα ἢ πάλιν ἐπὶ τὴν τοῦ ποσοῦ φύσιν μεταβαίνωμεν; Ἀλλ’ οὔτε ἄλλῳ τῶν φιλοσόφων οὔτε δὴ μάλιστα σοὶ τῷ τοὺς πόνους ἀπαραιτήτους ἔχοντι1 ἀτέλεστον τὴν συγγραφὴν καταλιπεῖν πρέπει. Ἡσίοδος μὲν γὰρ καὶ τὰ κάλλη τῶν οἰκοδομημάτων εἰς τέλος ἄγειν ἀξιοῖ, ἵνα μή τις αὐτοῖς, ὡς ὁ ποιητὴς ἐκεῖνός φησιν, ἐφεζομένη κρώζῃ λακέρυζα κορώνη, ἡμεῖς δὲ οὐ φοβηθησόμεθα, μή τις ἡμᾶς εὐλόγως μέμψηται ὡς ἀπεγνωκότας ἑαυτῶν, εἰ μὴ πρὸς τέλος τῆς συγγραφῆς ἕξομεν, μᾶλλον δὲ μηδ’ εἶναι τροφίμους τῆς ἐλπίδος ἀποφαίνηται, ἣν δὴ Πίνδαρος γλυκεῖαν εἶναι βούλεται καὶ τὴν καρδίαν ἀτάλλοισαν συναορεῖν. ταῦτα μὲν οὖν ἀφείσθω, περὶ δὲ τῆς τάξεως τῶν κατηγοριῶν ἤδη πρὸς ἀλλήλους διαλεχθῶμεν. πρῶτον γὰρ δεῖ σε τὴν αἰτίαν ἀποδοῦναι, δι’ ἣν δεύτερον τὸ ποσὸν τάττεται μετὰ τὴν οὐσίαν. Πλωτῖνος γὰρ ἐνδηλότατα γνωρίσματα βούλεται παρέχειν τὴν ποιότητα τοῦ μᾶλλον αὐτὴν εἶναι προσεχεστέραν τῇ οὐσίᾳ, οὑτωσί πως τὸν λόγον ἐπερχόμενος. οὐσίαν τὴν κυριωτάτην εἶναι τιθέμεθα τὸ εἶδος κατά γε αὐτὸν Ἀριστοτέλην· εἰ δὲ τοῦτο οὕτως ἔχει, τὸ συγγενὲς πρὸς τὸ εἶδος πρότερον ἂν εἴη τῶν διεστηκότων πορρωτέρω. ὁμολογεῖται τοίνυν πρώτως ἀπὸ τοῦ εἴδους τὸ ποιὸν ὑφίστασθαι τοιοῦτον ὁποῖόν ἐστι τὸ εἶδος, ὥστε εἰ τῇ κυριωτάτῃ οὐσίᾳ συνῆπται τῇ κατὰ τὸ εἶδος, εἰκότως ἂν δευτέραν ἔχοι τάξιν τὸ ποιὸν μετὰ τὴν οὐσίαν. μάλιστα δὲ διότι τὸ ποιὸν ἀμέριστόν ἐστι καὶ ἀδιαίρετον καὶ ἀμερίστως περὶ τοῖς σώμασι κατὰ συμβεβηκὸς διαιρεῖται, διότι ποιόν ἐστι τὸ μετέχον τῆς ποιότητος. εὐλόγως ἂν οὖν κατά γε τοῦτο προτάττοιτο τοῦ ποσοῦ τὸ ποιόν, εἴπερ τὸ ἀδιάστατον τοῦ διαστατοῦ καὶ τὸ ἀμέριστον τοῦ μεριστοῦ καὶ τὸ ἀδιαίρετον κατ’ αὐτὸν τὸν τοῦ ποιοῦ λόγον τοῦ διαιρετοῦ καὶ τὸ ἁπλοῦν τοῦ συνθέτου κατὰ φύσιν τε προτέτακται καὶ πρὸς τὰς ἀσωμάτους ἀρχάς ἐστιν οἰκειότερον. Καὶ Ἀρχύτας μὲν ὁ Πυθαγορικός, ὦ προσεχέστατε Σέλευκε, τῇ τάξει ταύτῃ κέχρηται λέγων ὧδέ πως· ‘ἁ δὲ τάξις αὐτῶν ὧδε ἔχει· πράτα μὲν τέτακται ἁ οὐσία διὰ τὸ μόνον ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις, καὶ αὐτὰν καθ’ αὑτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· ἤτοι γὰρ κατ’ αὐτὰς 〈ἢ αὐτᾷ〉 ἐν ὑποκειμένᾳ καταγορεῦνται. δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον ποιόν τι ἦμεν.’ οὕτω μὲν οὖν οἱ ἀπὸ Πυθαγόρου καὶ Πλωτίνου χωρίζουσιν· ἡμεῖς δὲ ὑπὲρ Ἀριστοτέλους ἀπολογιζόμενοι τοιαύτην τινὰ τὴν αἰτίαν τῆς τάξεως ἀποδίδομεν. πρῶτον μὲν τῷ ὄντως ὄντι καὶ νοητῷ καὶ ἑνὶ τὸ πλῆθος συνυπέστη καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα, 〈ἃ〉 εἰ καὶ ἥνωται ἐν τῇ τοῦ θεοῦ νοήσει, ἀλλ’ ἰδίαν οὐσίαν καὶ περιγραφὴν ἔχοντα ἐν τῇ ἁπλότητι τοῦ θεοῦ τὴν ἕνωσιν ἔχει περιειλημμένην, ὥστε εἰ μετὰ τοῦ ὄντος εὐθὺς ὁ ἀριθμὸς τῶν εἰδῶν συνυπάρχει, ἀπὸ τῶν πρώτων αἰτίων καὶ τῶν νοητῶν ἡ ποσότης ἄρχεται. ἔπειτα εἴ τις ὑποθοῖτο τὸ ἀπὸ τοῦ ἑνὸς παραχθὲν πλῆθος ἀναιρούμενον (ὅπερ οὐκ ἐκτέθειται ἔξω οὐδὲ κεχώρισται ἀπὸ τοῦ παράγοντος, ἀλλ’ ἐν αὐτῷ καὶ περὶ αὐτὸ τὸ εἶναι ἔχει)· ἀναιρουμένου δὴ τοῦ πλήθους καὶ αὐτὰ τὰ εἴδη † τῆς ποιότητος παραφωμοίωται, συνανῄρηται. τῆς ἰδιότητος οὖν τοῦ ποσοῦ ἀφαιρεθείσης εὐθὺς συνανῄρηται καὶ ἡ τοῦ εἴδους νόησις, ὥστε πλέον θάτερον γίνεται ἢ ὅπερ ἐκεῖνοι βούλονται.2 καὶ ταῦτα μὲν ἐπειδὴ πρὸς νοεροὺς ἄνδρας καὶ περὶ τῶν νοητῶν διαταττομένους καὶ κατ’ ἐκεῖνα καὶ τὰ αἰσθητὰ τάττοντας νοερῶς ἀπαντᾶν ἔδει, οὕτως ἐπεχειρήσαμεν· εἰ δὲ χρὴ τὸν Ἀριστοτέλους νοῦν ἀληθέστερον ἐξετάζειν, ἐκεῖθεν ἀρξώμεθα. τῷ σώματι καὶ τῇ τούτου διαστάσει συγγενεστέρα ἐστὶν ἡ τοῦ ποσοῦ φύσις ἤπερ ἡ τοῦ ποιοῦ, ὥστ’ ἐπεὶ πλείονα τὰ κοινὰ τῷ ποσῷ ὑπάρχει πρὸς τὴν οὐσίαν, ἐλάττονα δὲ τῷ ποιῷ, εἰκότως τὸ ποσὸν δεύτερον μετὰ τὴν οὐσίαν τάττεται. αὐτίκα τὸ διαιρετὴν εἶναι, τὸ σύνθετον, τὸ τριχῇ διαστατήν, τὸ μεριστὴν τὴν οὐσίαν ἡ τοῦ ποσοῦ φύσις παραδηλοῖ, τὸ δὲ τοιάνδε μόνον ἡ τοῦ ποιοῦ. ἔδει τοίνυν κατὰ τὰ πλείω τὸ κοινὸν τάξαι, ἀλλ’ οὐ κατὰ τὸ ἓν ὑπάρχοντα,3 ὥστ’ ἐπεὶ τὴν σύνθετον καὶ σωματοειδῆ πρώτην οὐσίαν ὑπέθετο, εὐλόγως αὐτῇ τὸ ποσὸν συνέταξεν ὡς οἰκειότερον καὶ προσεχέστερον καὶ τῇ διαστάσει αὐτῆς συνυπάρχον. καὶ οὕτως δ’ ἂν ἀπολογησαίμεθα· ἐπειδὴ πρὸς τὴν τοῦ λέγεσθαι χρείαν γνωριμώτερον ἡμῖν ἐστι τὸ σύνθετον, ἔσται διὰ τοῦτο καὶ τὸ τῷ συνθέτῳ διαστατὸν προσεοικὸς πρότερον τοῦ ἀδιαστάτου ποιοῦ.

α. 我最优秀的同伴塞琉古啊,关于实体的诸疑难,我们便已这样考察完毕了。你是愿意我们在此止步,还是再次过渡到量的本性呢?然而,无论对于其他哲学家,还是尤其对于视劳作如不可推卸之责的你来说,将著作弃于未完成都是不适宜的。因为赫西俄德甚至要求将建筑的美观带至完工,以免如那位诗人所言,有聒噪的乌鸦落在上面啼叫;而如果我们不能达致著作的终点,我们也不会不担忧有人会合乎情理地谴责我们自暴自弃,甚或断定我们甚至根本不是希望的养育对象——品达确实希望那希望是甜美的,并抚慰心灵而相伴随。那么,这些话且付阙如,现在让我们彼此讨论范畴的次序;因为你首先必须给出原由:为何量被排在实体之后的第二位。 因为普罗提诺主张质提供了最清晰的标记,表明它更切近于实体,他大致是这样推进论述的:“依亚里士多德本人之见,我们设定最根本的实体是形式;而如果情况确实如此,那么与形式同族者便应当先于距离更远者。因此公认的是,质作为与形式具有相同性质者,首先由形式派生自存;所以,如果质与依形式的最根本的实体相联结,那么质在实体之后占据第二位便是合情合理的;尤其是因为质是无部分的且不可分割的,并在物体周围以无部分的方式偶性地被分割,这是由于分有性质者乃是具有某种性质的事物。因此,至少在这方面,如果无延展者依本性先于具延展者,无部分者先于有部分者,依质自身的规定不可分割者先于可分割者,单纯者先于复合者,并且对无形体的原理更为亲密,那么合乎情理地,质应当先于量被排列。” 而毕达哥拉斯派的阿尔库塔斯,我最专注的塞琉古啊,也采用了这种次序,大致这样说道:‘它们的次序如下:第一位被排列的是实体,因为唯有它作为基底承载其他事物,且能够依自身被思维,而其他事物离开它便不能被思维;因为其他事物要么述说它,要么在它作为基底之中被述谓。第二位则是质;因为若没有“是什么”,就不可能存在“具有某种性质”。’ 因此,毕达哥拉斯派与普罗提诺派是这样划分的;但我们代表亚里士多德辩护,给出该次序的如下原因:首先,与真正存在者、可知解者及一者相伴,多、形式与范型共同自存;这些事物即便在神的知解中是合一的,但拥有各自的实体与界限,其合一包容在神的单纯性之中;因此,如果形式之数立刻与存在者共存,那么量便始于最初的原因与可知解者。其次,如果有人假定由一者所产生的多被取消(多并未被置于外,亦未与产生它的原由相分离,而是在它之中并围绕它拥有存在);那么在多被取消的同时,形式本身也一同被取消。因此,当量的特有规定被抽离时,形式的知解立刻也被一同取消,从而结果便成了与他们所期望的截然相反的局面。而这些论辩,既然我们必须向那些理智之士作出理智的回应——他们关于可知解者确立秩序,并依那些事物也排列可感觉者——我们便这样尝试了。 但如果要更真切地考察亚里士多德的心意,让我们从这里开始:对于物体及其延展而言,量的本性比起质的本性更为同族;所以,既然量相对于实体拥有更多的共同特征,而质则较少,那么量在实体之后排在第二位便是合情合理的。显而易见,量的本性直接表明实体是可分割的、复合的、具有三维延展的、有部分的,而质的本性仅表明实体是具有某种性质的。因此,应当按照更多的共有特征来排序,而不应按照仅在一个方面存在的特征来排序;所以,既然亚里士多德将复合的、具物体性的实体设定为第一位的,他便合情合理地将量与实体一同排列,因量更为固有、更为切近,且与实体的延展共存。我们也可以这样辩护:鉴于为了述说的需要,复合者对我们而言是更为熟知的,因此之故,与复合者相似的具延展者也将先于无延展的质。

语法注3 条
  1. 3.1τῷ τοὺς πόνους ἀπαραιτήτους ἔχοντι

    同格修饰由非人称动词 πρέπει 所支配的与格代词 σοί 的分词短语。形容词 ἀπαραιτήτους 作为宾语补足语与 ἔχοντι 构成双重宾格结构,表示“将劳作视作不可推卸之责任”的意思。

  2. 3.1πλέον θάτερον γίνεται ἢ ὅπερ ἐκεῖνοι βούλονται

    使用了希腊语习语 πλέον θάτερον(意为“截然相反的结果”)的句式。在比较级结构(πλέον ... ἤ)中,指论证的结果与论敌们原本的意图(ὅπερ ἐκεῖνοι βούλονται)完全相悖。

  3. 3.1κατὰ τὰ πλείω τὸ κοινὸν τάξαι, ἀλλ’ οὐ κατὰ τὸ ἓν ὑπάρχοντα

    由 ἔδει 支配的不定式短语。中性单数实质化形容词 τὸ κοινόν 作 τάξαι 的宾语(“排列共有之物”),而 ὑπάρχοντα 为中性复数宾格分词,照应上一句提及的多数共有特征。整句表达的判断标准是:应当根据较多数目的共有特征而非仅凭某一单方面的特征来进行归类排列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:64.1-66.13