- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:60.1-61.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯论证指出,命题和意见接纳真假的相反只是相对于外在事实转变的关系性现象,其自身保持不动,因而不同于实体的受容性;他还回应称,对于最高属的实体无法给出严格定义,因而提出固有属性已然足够。
μα. Ἀλλ’ οὐχὶ εἰ μὴ πάσχοι τὸ τῶν ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐδὲ ὅλως πάσχει; πάσχει γὰρ ὁ λόγος καὶ δέχεται τὴν ἐν αὑτῷ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ αὕτη ἐναντίωσις καὶ τῆς δόξης αὐτῆς. ἐπεὶ ὥρα γε λέγειν1 μηδὲ τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν (οὐδὲ γὰρ πέφυκε τούτων εἶναι ἐπιδεκτική), ἀλλ’ ἐπιδέχεται ἃ πέφυκε δέχεσθαι οἷον φρόνησιν καὶ ἀφροσύνην, διὰ τοῦτο ἔσται περὶ αὐτὴν ἡ οἰκεία ἐναντίωσις· οὕτως οὖν καὶ ἐνταῦθα, ὡς ὁ λόγος δέχεται τὰ ἐναντία καὶ ἡ δόξα, τοῦτ’ ἔστιν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δεχόμενα μεταβολήν, οὐ μέντοι τὴν κατὰ τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν ἡ ἐναντίωσις τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῇ δόξῃ. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι οὐ καθ’ ἑαυτὸν ὁ λόγος ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μηνυτικός γε ὤν, ἀλλ’ οὐ κατὰ τὴν οἰκείαν φύσιν κατὰ τὸ πρός τι2 ἐπιδέχεται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· κατὰ γὰρ τὸ σύμφωνος ἢ ἀσύμφωνος εἶναι τοῖς πράγμασιν ἀληθεύειν ἢ ψεύδεσθαι λέγεται. ὥσπερ οὖν ἐν τοῖς πρός τι μηδεμιᾶς ἐν αὐτοῖς μεταβολῆς γενομένης ὁ δεξιὸς ἀριστερὸς γίγνεται τῷ ἄλλον μετακινηθῆναι, οὕτω καὶ ἐνταῦθα οὐ τῷ παθεῖν τι τὸν λόγον ἢ μεταβάλλειν τὴν δόξαν ἐξ ἀληθῶν ψευδῆ γίγνεται, ἀλλὰ μένοντα ἀκίνητα διὰ τὴν τῶν πραγμάτων μεταβολὴν δοκεῖ ἄλλοτε ἄλλως ἔχειν· εἰ δ’ ἄρα τις καὶ δοίη λόγου ὡς λόγου καὶ δόξης εἶναι τὰς τοιαύτας μεταβολάς, ἔσται μὲν ἡ μεταβολὴ κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος, οὐ μέντοι τῷ αὐτὰ παθεῖν· μένει γὰρ ἀκίνητα.
μα. “但是,难道即使命题与意见没有遭受外在事物的状态,它们就完全不遭受任何状态吗?因为命题确实遭受状态,并接纳自身内部关乎真与假的转变;因为这正是命题以及意见自身的相反性。否则,便应当说灵魂也不能容纳相反者了,因为灵魂不接纳白与黑(因其本性就不接纳这些),而是接纳它依本性能够接纳的东西,如明智与愚昧,因此围绕着灵魂将存在其特有的相反性;所以在这里也是一样,正如命题与意见接纳相反者,即接纳依真与假的转变,而不是接纳依坐或不坐的转变。因此,依适合命题与意见的转变的相反性,便将围绕着它们而存在。” 对此我们便要说:命题作为具有指明性的东西,并非因自身而接纳真与假,而是并非依其特有本性、乃是依关系来接纳真与假的;因为正是按照其与事实符合或不符合,它才被称为说真话或说假话。正如在关系者中,自身没有发生任何变化,右边的东西却由于另一物的移动而变成了左边,在这里也是同样,命题与意见由真变为假,并非由于命题遭受了某种状态或意见发生转变,而是在它们保持不动的同时,因事实的转变而显得时而呈现此种状态,时而呈现彼种状态;即使有人承认此类转变属于作为命题的命题和意见,转变也将是依真与假的,却绝非由于它们自身遭受了某种状态;因为它们保持不动。
μβ. Ἀλλ’ ἄγε εἰ βούλει συγχωρήσωμεν ἴδιον τῆς οὐσίας τοῦτο εἶναι, ἀλλ’ ὅμως οὐ παρίστησι τί ἐστιν ἡ οὐσία· τίνι γὰρ ἐπερείσαντες τὴν διάνοιαν τὰ μὲν οὐσίας λέγομεν, τὰ δὲ πάθη; εἰ μὲν τῷ τόδε εἶναι καὶ τῷ μὴ ἐν ἄλλῳ ὑπάρχειν, τὸ εἶδος καὶ τὸ γένος τοῦτο οὐχ ἕξει· κατὰ μὲν γὰρ τῆς ἀτόμου οὐσίας τὸ εἶδος λέγεται, τὸ δὲ γένος καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. Πρῶτον μὲν οὖν ἐροῦμεν, ὅτι κατ’ ἄλλου οὕτως λέγεται οὐχ ὡς τὸ συμβεβηκός, ὅ τι μὲν ἄλλῳ,3 ἀλλ’ ὡς γένος, ὅ τι συμπληρωτικὸν τοῦ ὑποκειμένου καὶ ὡσαύτως περὶ αὐτοῦ λεγόμενον. ἔπειτα ὃ πολλάκις εἰρήκαμεν πρὸς τὸν ἄνδρα, κἀκεῖνο προστίθεμεν, ὡς οὐ χρὴ τὴν ἀσώματον οὐσίαν ἐπιζητεῖν ἐπὶ τῶν σωμάτων οὐδὲ τὸ καθ’ ἑαυτὸ καὶ ἓν κεχωρισμένον ἐπὶ τῶν μὴ δυναμένων ἐπιδέχεσθαι ταῦτα. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷόντε ἀκριβεῖς ὅρους ἀποδιδόναι οὐδὲ τὴν οὐσίαν αὐτῶν τελέως πᾶσαν περιλαβεῖν δυνατόν· πᾶσα γὰρ ἀπὸ τῶν ὑστέρων γίνεται ἡ περὶ αὐτῶν διδασκαλία ὑπομνήσει μᾶλλον ἐοικυῖα καὶ ὑπογραφῇ. οὐ δεῖ τοίνυν πλέον ἐπιζητεῖν παρὰ τοῦ λόγου ἢ ὅσον ἐπιδέχεται ἡ τῶν πραγμάτων σαφήνεια, ὥστε ἐξαρκεῖ καὶ τὸ ἴδιον ἀποδοῦναι, ἀφ’ οὗ εἰ κατ’ οὐσίαν αἱ λέξεις κατηγοροῦνται, ἔνεστι μαθεῖν.
μβ. “但是,如果你愿意,且让我们承认这是实体的固有属性,但它终究没有表明实体是什么。因为我们把理智寄托于什么,才将某些事物称为实体,而将其他事物称为状态呢?如果是因为它是‘这一个’且‘不在另一物之中存在’,那么形式与属便不具有这一特征;因为形式述说个体实体,而属既述说形式也述说个体。” 首先我们将说,形式与属以这种方式述说另一事物,并不是作为在另一物中的偶性,而是作为补足基底并同样关涉基底而述说的属。其次,正如我们常常对那位先生所说的那样,我们也要补充那一点:即不应当在物体之上寻求非物体的实体,也不应当在无法接纳这些特质的事物中寻求依自身、单一且分离的事物。而且还应当知道这一点:即对于最高诸属,不可能给出精确的定义,也不可能完全包揽其全部实体;因为关于它们的一切教导都是由后随者得来的,更像是提醒和粗描。因此,不应向论述索求超出事物明晰性所能容纳的限度,所以,只要给出那项据此可以获知诸语词是否依实体而被述谓的固有属性,便已经足够了。
- 2.41ἐπεὶ ὥρα γε λέγειν
ἐπεὶ ὥρα γε λέγειν 是用于归谬法的固定句式,意为“否则就该说……了”,省略了 ὥρα 之后的系动词 ἐστί。
- 2.41ἀλλ’ οὐ κατὰ τὴν οἰκείαν φύσιν κατὰ τὸ πρός τι
否定短语 οὐ κατὰ τὴν οἰκείαν φύσιν 与肯定短语 κατὰ τὸ πρός τι 无连词并置形成对比,意为“并非依其特有本性,而是依关系”。
- 2.42ὅ τι μὲν ἄλλῳ
ὅ τι μὲν ἄλλῳ 省略了系动词和前置词(ἐν),作为修饰 τὸ συμβεβηκός 的说明性关系从句(“即在另一物之中的偶性”),与后文的 ὅ τι συμπληρωτικὸν τοῦ ὑποκειμένου 平行对称。
