← 德克西普斯

亚里士多德《范畴篇》注释

§58.20-59.35

相反者的容纳与可感实体的复合性

德克西珀斯回应了普罗提诺的两个疑难:一是认为容纳相反者仅是实体的偶性(§2.39),二是以若分离大小与性质则唯有质料成为实体为由提出质疑(§2.40);他基于感觉实体的复合性以及质料与形式的结合为亚里士多德的定义作出了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.39

λθ. Πάλιν Πλωτῖνος ἀπορεῖ λέγων, ὅτι συμβεβηκός ἐστι περὶ τὴν οὐσίαν τὸ δέχεσθαι ἀνὰ μέρος τὰ ἐναντία, ὥστε ὃ μέν ἐστιν ἡ οὐσία οὐκ εἴρηκεν, οὐδὲ ὅπερ ἀεὶ ὑπάρχει ἰδίως παρέστησεν ὁ Ἀριστοτέλης, ὃ δὲ ἄλλως αὐτῇ παρηκολούθηκε, δεδήλωκε. Φήσομεν οὖν πρὸς τὸν ἄνδρα τὸν ταῦτ’ ἀποροῦντα, ὡς κρεῖττόν τι ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν ἀπαιτεῖ,1 ὃ μέλλει ταὐτὸ παρέχειν πᾶσιν οὐσίας εἶδος, οὐ προσποιεῖται δέ, ὅτι συμπεφορημένης ταύτης οὔσης δεῖ καὶ τὰ ἰδιώματα τοιαῦτα εἶναι, ὁποία αὐτή ἐστιν. ἐπεὶ καὶ νῦν ὁ Ἀριστοτέλης βουλόμενος ἐνδείξασθαι τὸ συμπεφορημένον καὶ μὴ ἀληθινὸν τῆς ἐνύλου καὶ συνθέτου καὶ ἐν γενέσει οὐσίας διὰ τῆς μεταβολῆς τῆς εἰς τὰ ἐναντία ἐποιήσατο τὴν ἀπόδοσιν,2 ὥστε τὸ σύνθετον τῆς οὐσίας καὶ κατὰ πλῆθος θεωρούμενον λογιζόμενος οὕτως καὶ τὸ ἴδιον αὐτῆς θεωρεῖ, ὥστε καὶ τῇ φύσει αὐτῆς καὶ τῇ τοιαύτῃ ὑποστάσει ὀφεῖλον συνυπάρχειν. εἰ μὲν οὖν ποτὲ μὲν εἶχε τὸ τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν, ποτὲ δὲ μὴ εἶχε, συμβεβηκὸς ἂν ἦν τοῦτο· ἐπεὶ δὲ δυνάμει ὑπάρχει αὐτῇ τὸ πρὸς τἀναντία αὐτὴν ὑποκεῖσθαι, τοιαύτη δέ ἐστι καὶ ἡ σύνθετος οὐσία ὡς πάντων μετέχειν τῶν εἰδῶν καὶ συμπεφορῆσθαι ἐκ τῶν εἰς τὴν ὕλην ἐρχομένων πάντων, εἰκότως τῷ συνθέτῳ αὐτῆς καὶ ἡ πρὸς τὰ ἐναντία ὑποδοχὴ συνελήλυθεν.

λθ. 普罗提诺再次提出疑难,他说交替容纳相反者是关涉实体的偶性,因此亚里士多德既未说明实体是什么,也未指明始终固有地属于实体的属性,而只是阐明了以另一种方式伴随它的事情。 那么我们将对提出这些疑难的人说:他所要求的乃是超越于依感觉实体的某种东西,即本应向一切提供同一实体形式的东西;而他没有考虑到,既然这种实体是聚集而成的,它的特有属性也必须是与其自身一样的性质。因为事实上,亚里士多德现在希望通过向相反者的变化来表明处于生成之中的质料性复合实体的这种聚集的、非本真的状态,才作出了这样的规定;因此,他顾及了实体的复合性及其在繁复性中所受到的审视,同样也以此方式来审视它的固有属性,视之为应当与其自然本性及此类存立共存之物。如果它一方面在某一时刻具有交替容纳相反者的能力,在另一时刻却不具有,那么这本会是一项偶性;但既然对于相反者充当下层是潜能地属于它的,而且复合实体自身又是分有所有形式、由进入质料的一切事物聚集而成的,那么,对相反者的接纳与其复合性结合在一起便是理所当然的。

§2.40

μ. Ὁμοίως Πλωτῖνος ἀπορεῖ, εἰ ἡ αἰσθητὴ οὐσία οὐκ ἄνευ μεγέθους οὐδ’ ἄνευ ποιότητος, πῶς τὰ συμβεβηκότα αὐτῆς χωρίζομεν. ἔστω δὲ τὸ λεγόμενον ἐπὶ παραδείγματος· τοῦ πυρὸς οὐσίας λεγομένης ἐὰν τὸ ξηρὸν καὶ θερμὸν θελήσωμεν χωρίσαι, οὐκ ἔτι ἔσται τὸ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ μέρος· τοῦτο δέ ἐστιν ἡ ὕλη, ὥστε μόνη ἡ οὐσία εὑρεθήσεται ἡ ὕλη. Πρῶτον μὲν οὖν τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας οὐχ ὁρᾷ, ἀλλὰ ἀποδιαλαμβάνων καθ’ ἑαυτὰ θεωρεῖ τὰ ὑπάρχοντα αὐτῇ, μηδαμῶς αὐτῶν κατ’ ἰδίαν ὑφεστηκότων ἀλλὰ πάντων ἐν ἀλλήλοις καὶ μετ’ ἀλλήλων τὸ ὁπωσοῦν ὑφεστάναι ἐχόντων, δεύτερον δέ, ὅτι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ’ εἴδη συμπληρωτικὰς διαφορὰς ὡς χωριστὰς ποιότητας διαλαμβάνει, καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται οὐδὲ ὅτι ἡ πρώτη ὑπόστασις τῆς συνθέτου οὐσίας ἐξ ὕλης ἐστὶ καὶ εἴδους, ὥσπερ ἐν τοῖς Φυσικοῖς δείκνυται. τῶν δὲ ἐπεισιόντων αὐτῇ αἱ μὲν οὐσιώδεις ποιότητες συμπληροῦσιν αὐτὴν καὶ συνυφιστᾶσιν, αἱ δὲ ὡς χωρισταὶ ἐπιγίγνονται. ἀπὸ γὰρ τούτων προῆλθεν εἰς ὑπόνοιαν τοῦ νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν κατὰ Ἀριστοτέλην. τὸ δὲ οὐχ οὕτως ἔχει· ἔδειξε γὰρ ἐν τοῖς Φυσικοῖς, ὅτι τὸ εἶδος μάλιστά ἐστιν ἡ οὐσία. ἔπειτα οὐδὲ αἱ ποιότητες αἱ οὐσιώδεις, αἳ ὑπάρχουσι μετ’ αὐτῆς, χωρίζονται, ἀλλὰ δυνάμει ἐκείνην τηροῦσιν (ἡ μὲν γὰρ τούτων σύνοδος τὸ ὅλον ὑφίστησι), μένει3 μέντοι ἡ ὕλη δυνάμει, κἂν τὰς οὐσιώδεις ποιότητας κἂν τὰ χωριστὰ δέχηται. τὸ οὖν οὐκ ἄνευ μεγέθους καὶ οὐκ ἄνευ ποιότητος τὴν αἰσθητὴν οὐσίαν θεωρεῖσθαι λέγεται μὲν ὀρθῶς, οὐκέτι μέντοι ὅπερ ἐστὶν ἀληθὲς τοῦτο προστιθέμενον ἔχει τὸ ὅτι κἂν τὰ εἴδη τῇ ἐπινοίᾳ χωριζόμενα, ἀλλ’ ἡ ὕλη δυνάμει μένει ἐμφανταζομένη τῇ τῶν εἰδῶν συνόδῳ, ὥστε εἰ μηδὲ εἶναι ἄνευ τῶν εἰδῶν ἡ ὕλη δύναται, κυριωτέρα ἐστὶν οὐσία ἡ κατὰ τὸ εἶδος.

μ. 同样地,普罗提诺提出疑难:如果感觉实体不能没有大小,也不能没有性质,那么我们如何分离它的偶性呢?“且让我们用一个例子来说明所言之事:当火被称为实体时,如果我们试图将干燥与热分离出去,将不再是整体为实体,而是它的某一部分〔为实体〕;而这部分就是质料,以致于质料将被发现是唯一的实体。” 首先,他没有看到此岸实体的这种混合和聚集的性质,而是割裂开来就其自身审视属于它的事物,尽管这些事物绝非独自存立,而是一切事物都在彼此之中并与彼此一道才拥有无论何种方式的存立;其次,他把热、干燥以及依形式的补充性种差理解为可分离的性质,而没有考虑到依形式的实体,也没有考虑到正如在《物理学》中所表明的那样,复合实体的最初存立是由质料与形式构成的。在进入实体的诸事物中,实体性的性质补足实体并与之共同构成其存立,而其他性质则作为可分离者附随而生。正是由这些出发,他才陷入了认为按照亚里士多德质料才是严格意义上的实体的猜疑。但事实并非如此;因为他在《物理学》中已经表明,形式才是最根本的实体。再者,与质料共存的实体性性质也并非被分离开来,而是潜能地守护着质料(因为这些性质的会合使整体得以存立);然而质料无论接受实体性性质还是接受可分离者,都潜能地保持着。因此,感觉实体不能没有大小且不能没有性质而被审视,这一说法固然是正确的,但它并没有进一步附加上真实之理:即即便形式在思想中被分离开,质料也依然在形式的会合中显现而潜能地保持着;因此,如果质料甚至离开形式就无法存在,那么依形式的实体才是更为本原的实体。

语法注3 条
  1. 2.39κρεῖττόν τι ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν ἀπαιτεῖ

    文本中的 ἡ 系连词 ἢ(“比……”)的讹误,与比较级 κρεῖττον 构成比较句式,意为“超越于依感觉实体的某种东西”。从句动词 ἀπαιτεῖ 的隐含主语是前面提及的普罗提诺(τὸν ἄνδρα τὸν ταῦτʼ ἀποροῦντα),κρεῖττόν τι 则作其宾语。

  2. 2.39ἐπεὶ καὶ νῦν ὁ Ἀριστοτέλης βουλόμενος ἐνδείξασθαι τὸ συμπεφορημένον καὶ μὴ ἀληθινὸν τῆς ἐνύλου καὶ συνθέτου καὶ ἐν γενέσει οὐσίας διὰ τῆς μεταβολῆς τῆς εἰς τὰ ἐναντία ἐποιήσατο τὴν ἀπόδοσιν

    在由引导原因的从属连词 ἐπεὶ 带起的长句中,核心骨架为主语 ὁ Ἀριστοτέλης 和述谓结构 ἐποιήσατο τὴν ἀπόδοσιν(“作出了规定/界定”)。分词 βουλόμενος 修饰主语,支配不定式 ἐνδείξασθαι,后者的宾语为中性实体短语 τὸ συμπεφορημένον καὶ μὴ ἀληθινόν。

  3. 2.40τὸ ὅτι κἂν τὰ εἴδη τῇ ἐπινοίᾳ χωριζόμενα, ἀλλ’ ἡ ὕλη δυνάμει μένει

    在说明性的 τὸ ὅτι 从句内部,由 κἂν(= καὶ ἐάν)引导的让步分句省略了系动词(如 ᾖ),分词 χωριζόμενα 起表语作用(“即便形式在思想中被分离开”)。随后的主句由转折连词 ἀλλά 引出,形成强烈对比(“但质料仍然潜能地保持着”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:58.20-59.35