← 德克西普斯

亚里士多德《范畴篇》注释

§5.16-6.26

学派论争的缘由与书名的由attr

塞琉古询问为何《范畴篇》在古代各学派间引发了如此激烈的论争,以及为何亚里士多德使用原义为法庭“控告”的词汇作为书名;德克西普斯回答指出,该书关涉单纯言词与所指事物这一根本原理,且亚里士多德是将日常语汇隐喻性地转用于哲学上的述谓。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

α. Τί οὖν ποτε ἦν ἄρα τὸ ποιῆσαν τοὺς παλαιοὺς φιλοσόφους ποικίλας καὶ παντοδαπὰς ἐσχηκέναι πρὸς ἀλλήλους ἔριδας περὶ τούτου τοῦ Ἀριστοτελικοῦ συγγράμματος, ὃ δὴ καλοῦμεν Κατηγορίας; σχεδὸν γὰρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλους κατηγορίας, ἀλλὰ καὶ αὐτοῖς γε τοῖς Περιπατητικοῖς πρὸς ἑαυτούς, τοῖς μὲν μᾶλλον ἐφικνεῖσθαι τῆς διανοίας τἀνδρὸς ὑπειληφόσι, τοῖς δ’ εὐπορώτερον λύειν οἰομένοις τὰ παρ’ ἑτέρων ἀπορούμενα. Ὅτι, ὦ φιλομαθέστατε Σέλευκε, περὶ τῶν πρώτων καὶ ἁπλῶν λέξεων, ὧν αὗται σημαίνουσι,1 σκοπός ἐστιν ἐν τούτῳ τῷ βιβλίῳ· ἐπειδὴ τοίνυν ὁ λόγος πᾶσι τοῖς εἴδεσι τῆς φιλοσοφίας χρήσιμος, τούτου δὲ ἀρχαὶ αἱ ἁπλαῖ λέξεις καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, εἰκότως πολλὴ γέγονεν ἀμφισβήτησις περὶ τοῦ καλῶς ἢ μὴ καλῶς Ἀριστοτέλη διειληφέναι περὶ αὐτῶν.

一、究竟是什么原因,使得古代哲学家们针对这部我们称为《范畴篇》的亚里士多德著作,彼此之间产生了种种多样的争论?因为我大致察觉到,在别的议题上既没有产生过更多的辩驳,也没有激起过更大的抗争——不仅斯多亚派和柏拉图派试图动摇亚里士多德的这些范畴,而且就连逍遥学派内部也彼此相争,一部分人自以为更切中了此人的思想,而另一部分人则认为自己能更容易地化解他人所提出的疑难。 这是因为,极勤学的塞琉古啊,本书的旨趣在于探究最初且单纯的言词,以及这些言词所意指的事物;既然言论对哲学的各个部门皆有用处,而其原理便是单纯的言词以及由这些言词所意指的事物,那么,关于亚里士多德对它们的界定究竟妥善与否,自然引起了诸多争议。

§1.2

β. Ἀλλὰ δὴ τί βούλεται αὐτῷ ἡ ἐπιγραφὴ καὶ τὸ τῶν κατηγοριῶν ὄνομα; οὐ γὰρ δήπου παραστῆσαι ἐθέλει, πῶς ἐν τοῖς δικαστηρίοις ἄνθρωποι μέμφονται· τῇ γὰρ κατηγορίᾳ, ᾗ ἀντίκειται ἡ ἀπολογία, τοῦτο ὄνομα τέταχεν ἡ τῶν Ἑλλήνων διάλεκτος, ὥστε εἰκότως ἄν τις αὐτὸν αἰτιάσαιτο ὅτι ξενίζει τοῖς ὀνόμασι. Πολλαὶ μὲν οὖν, ὦ Σέλευκε, πρὸς ταύτην τὴν αἰτίαν ἀπαντήσεις φέρονται ὑπὲρ Ἀριστοτέλους, καὶ ταύτας ἔξεστιν ἀναλέγεσθαι ἔκ τε τῶν Ἀλεξάνδρου καὶ Πορφυρίου. ἐγὼ δὲ τὰς μὲν πλείους παρήσειν ἔοικα, τὴν δὲ φαινομένην εἶναί μοι βαθυτέραν ἐκθήσομαι· οὐ γὰρ συνεισάξει τοῖς πράγμασι τὰ ὀνόματα οὐδὲ τὴν αὐτὴν ἔχει φύσιν καὶ τάξιν τὰ σημαίνοντα τοῖς σημαινομένοις, ἀλλὰ πάμπολυ τῶν πραγμάτων ἐλαττοῦται ἡ τῶν ὀνομάτων σημασία. ἀνάγκη δὴ πᾶσα τοῖς φιλοσόφοις ἢ χρῆσθαι ξέναις λέξεσι καὶ τῶν συνήθων ὀνομάτων ἀπηλλοτριωμέναις, ἐπειδὴ καὶ τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων εἰσὶν ἐξηγηταί, ἢ τῇ προχείρῳ χρῆσθαι συνηθείᾳ καὶ τὰ ἐπ’ ἄλλων κείμενα ὀνόματα μεταφέρειν· ἐπεὶ γὰρ σύμβολα καὶ σημεῖα τῶν πραγμάτων τέθειται τὰ ὀνόματα, τοῖς μὲν πᾶσι γνωρίμοις ἀνάγκη ἦν ἤδη κεῖσθαι ὀνόματα ἃ ταῦτα σημαίνει, ὅσα δ’ ἐπιστημονικὰ τῶν πραγμάτων, παρὰ τῶν ἐπιστημόνων ἀπῄτει τὴν θέσιν. οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ὁτὲ μὲν ξενοφωνεῖ τῇ θέσει τῶν ὀνομάτων, ὥσπερ ἐπὶ τῆς ἐντελεχείας αὐτὸς ὀνοματοποιήσας ταύτην, ὁτὲ δὲ ἐκ τῶν κατὰ τὴν συνήθειαν παρακειμένων τὰ σημαντικὰ καὶ παραστατικὰ τοῦ προκειμένου εἰς διδασκαλίαν πράγματος μεταφέρει, ὥσπερ δὴ καὶ νῦν ἐπὶ τοῦ τῆς κατηγορίας ὀνόματος πεποίηκε· τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου2 μετήνεγκεν ὁ φιλόσοφος τοῦτο ἐπὶ τοῦ κατά τινος ἁπλῶς σημαίνοντός τι διὰ τῆς λέξεως. δείκνυσι τοίνυν ἡ τῆς κατηγορίας ἐπιγραφή, ὅτι καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ πάντα τὰ καθόλου κατηγορεῖται κατὰ τῶν ὑφ’ ἑαυτοῖς ὄντων καὶ αἱ σημαντικαὶ λέξεις αἱ κοιναὶ καταγορεύονται κατὰ πασῶν τῶν ὑποτεταγμένων μερικῶν λέξεων.

二、但题名以及“范畴”这一名称对他究竟意指着什么呢?因为他断然不是要展示人们在法庭上如何控告;因为希腊人的语言将这个名称赋予了与申辩相对立的控告,以至于人们大可有理由谴责他使用了怪异的名称。 塞琉古啊,针对这一责难,维护亚里士多德的答复已有许多,这些答复可以从亚历山大和波菲利的著作中检得。但我打算略去其中大部分,而阐发我认为更深刻的一种解释:因为名称并不与事物一并引入,能指与所指之物亦不具有相同的本性与秩序,名称的意指作用远远逊色于事物本身。因而哲学家们势必面临两种选择:要么使用奇特的、脱离日常习惯的言词,因为他们是大众所不知之事的阐释者;要么利用现成的习惯,借用立足于他物之上的名称。因为名称是作为事物的符号与表征而确立的,对于众人熟知之物,必然早已确立了意指它们的名称;而对于事物中属于科学知识的部分,则要求由通晓科学者来确立其名称。因此,亚里士多德有时在确立名称时使用独创之语,就像在“现实态”上是他自己生造了这一词一样;有时则从按习惯现存的语词中,借用能对提出教授之事具有意指和说明作用的名称,正如他现在对“范畴”这一名称所做的那样。因为在众人之中,“范畴(控诉)”本用于带罪名的指控,而哲学家却将其借用来表示通过言词单纯地针对某物意指某物。由此可见,“范畴”这一题名表明:无论是属、种,还是所有普遍者,都可就其统辖之物作出谓述[范畴化];而共同的表意言词,亦可就所有从属的个别言词作出谓述[范畴化]。

语法注2 条
  1. 1.1ὧν αὗται σημαίνουσι

    关系代词 ὧν 是动词 σημαίνουσι 的宾语(指所意指的事物),其先行词(如 τῶν πραγμάτων)被省略,且受前置词 περί 的支配被吸引为属格。整个短语意为“关于最初且单纯的言词,以及这些言词所意指的事物”。

  2. 1.2τοῦ γὰρ κατηγορεῖν ἐπὶ τοῦ μετ’ αἰτίας ἐγκαλεῖν παρὰ τοῖς πολλοῖς κειμένου

    此句为属格独立结构,带冠词不定式 τοῦ κατηγορεῖν 作为逻辑主语,分词 κειμένου 为谓语。它为主动词 μετήνεγκεν(转用、借用)提供了背景对比(“尽管在众人之中‘控告’本用于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:5.16-6.26