← 德克西普斯

亚里士多德《范畴篇》注释

§57.9-58.19

回应实体容纳相反者固有属性的反例

德克西珀斯通过指出父亲患病或健康属于偶性述谓来消解质疑;针对太阳、天体、火和雪不容纳相反者的反驳,他通过将本质种差及不可变实体排除在定义之外来维护实体的固有属性;并论证偶性本身并不作为容纳相反者的底层主体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36

λϛ. Ἀλλὰ πῶς ὁ πατὴρ ὁτὲ μὲν ὑγιαίνει, ὁτὲ δὲ νοσεῖ; Διότι ἄνθρωπός ἐστι φήσομεν· γίνεται οὖν κατὰ συμβεβηκὸς ἡ τοιάδε κατηγορία. ἔστι δὲ τὸ ἴδιον τῆς οὐσίας οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ ἑαυτό, καὶ οὐ κατ’ ἄλλο ἀλλὰ κατὰ τὴν ἐν αὐτῇ μεταβολήν.

λϛ. “然而,父亲怎么会时而健康,时而患病呢?” 我们将说:因为他是人。因此,这样的述谓是偶性地发生的。但实体的固有属性不是偶性的,而是就自身而言的,且不是因他物,而是因其实体自身之内的变化。

§2.37

λζ. Ἀλλὰ τίνος ἐναντίου ὁ ἥλιός ἐστι δεκτικός, ὅς γε ἐν ἑνὶ εἴδει ἀεὶ ἕστηκεν ὡσαύτως; οὐδὲν γὰρ τῇ φύσει αὐτοῦ ἐστιν ἐναντίον. ὅ γε μὴν οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε, στάσις δὲ κινήσει ἐναντία. ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δὲ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μέν ἐστιν ἐπιδεκτική, θερμότητος δὲ οὔ. Πρὸς ταῦτα δὴ οὖν εἴποιμεν ἄν, ὡς τὸ ἰδίωμα τίθεται ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίγνεσθαι οὐσίας,1 οὐ μέντοι τῆς ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβλητον τῶν εἰδῶν. ἔτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι (σύμφυτος γάρ ἐστιν αὐτῷ), καὶ ἡ γῆ ὑγρότητα μὲν ἐπιδέχεται ὡς ἂν ἐκτὸς οὖσαν ποιότητα, ξηρότητα δὲ οὐδαμῶς· τῇ γὰρ οὐσίᾳ αὐτῆς συνυπάρχει. καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τῆς ἐναντιώσεως. ἔτι οὐδὲ ποιότητές εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ’ οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, ὥστε οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων. οἷς οὖν μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα δεκτικά ἐστι τῶν ἐναντίων.

λζ. “然而,太阳容纳何种相反者呢?它岂不是始终以同一方式停留在单一形式中吗?因为没有任何东西与它的自然本性相反。天体当然绝不会停止,但静止与运动相反。不仅如此,火作为可毁灭之物之一,容纳热却不容纳冷,雪容纳冷却不容纳热。” 那么,对此我们或许可以说:这里的特有属性是被设定为属于一切能够在变化中生成的实体的,却并不属于在其存在中包含着各形式之不可变性的实体。此外,他说实体是能够容纳相反者的,而不是在相反者之中被实体化的;火并没有接受热,而是热存在于它的实体之中。没有任何事物接受自身,而是接受外来的某种东西;例如水接受作为后天获得的性质的热,但不再接受湿(因为湿对水是同生固有的),地接受作为外在性质的湿,但绝不接受干燥(因为干燥与它的实体共存)。因此,天界事物也是在圆周运动中拥有其存在,不可能对相反性有任何接纳。再者,此类特质甚至不是性质,而是实体性的种差并构成实体的补充,因此一个事物绝不可能在保持存留的同时脱离依其实体而属于它的东西。因此,凡非出于自然本性且不可分离地具有相反者之一的事物,这些事物才是容纳相反者的。

§2.38

λη. Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐφ’ ἑτέρας ἀπορίας. ὥσπερ τὰ γένη καὶ τὰ εἴδη πρὸς τὴν οἰκείαν ὑπόστασιν οὐκ ἐξήρκει ἑαυτοῖς τὸ δέχεσθαι τὰ ἐναντία,2 ἀλλὰ κατὰ τὰς ὑποκειμένας ἀτόμους οὐσίας, οὕτως οὐδὲ αἱ ἕξεις καὶ αἱ διαθέσεις καὶ αἱ κινήσεις καθ’ ἑαυτὰς δέχονται τὰ ἐναντία, ἀλλὰ κατὰ τὰ ὑποκείμενα αἰσθητά. Φαμὲν δὴ οὖν ὅτι τῇ οὐσίᾳ ὑπάρχει τὸ δέχεσθαι τὰ ἐναντία, διότι ὑπόκειται πανταχοῦ πᾶσι καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ πάντα ὑπάρχει, ὥστε καὶ περὶ αὐτὴν τὰ ἐναντία ἐστί, τῶν δὲ ἄλλων οὐδενὶ τὸ ἐπιδεκτικὸν ὑπάρχει. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἐξήρκει ἑαυτοῖς τὰ συμβεβηκότα, ἀλλ’ ἑτέρας ὑποβάθρας δεῖται πρὸς τὸ εἶναι, καὶ οὐδὲ τὴν ἀρχὴν ὑπόκειται οὐδενί· πῶς ἂν οὖν δέχοιτο τὰ ἐναντία ἅ γε οὐδὲ ὑπομένει; τὸ μὲν γὰρ ὑποκείμενον οἷον τὸ σῶμα λευκὸν καὶ μέλαν γίγνεται μένον σῶμα, τὸ δὲ χρῶμα οὔ, οὐδὲ ὅταν ἐκ λευκοῦ μέλαν γένηται, τὸ λευκὸν παρὸν δέχεται τὸ μέλαν, ἀλλὰ τὸ μὲν οὐκέτι ἐστὶν οὐδὲ μένον παραδέχεται τὴν ἐναντίαν πρὸς ἑαυτὸ μορφήν, ἀλλ’ ἐξίσταται, τὸ δὲ ἐγγίγνεται. καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος ἐπειδὴ ὑπομένει, δέχεται τὰ ἐναντία, καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐκ ἐπιδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται σὺν αὐτῷ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔσται, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν μελανίαν παραγίνεται ἡ ἐπ’ αὐτῇ χροιά, ἢ εἰ μὴ τοῦτό ἐστιν ὅτε ἐστίν, οὐ μέντοι μένον τὸ χρῶμα τὰ ἐξιόντα καὶ εἰσιόντα δέχεται.

λη. 但让我们再次回到另一个困惑上。“正如属和种就其特有的存立而言并不足以自足地容纳相反者,而是依照底层的个别实体来容纳,同样,状态、素质和运动就其自身而言也不容纳相反者,而是依照底层的可感觉对象来容纳。” 于是我们说:容纳相反者之所以属于实体,是因为实体在任何地方都作为一切事物的底层,且所有事物都在它周围并存在于它之中,因此相反者也在它周围,而容纳的能力并不属于其他任何东西。因为偶性就其特有的存立而言并不自足,而是需要另一个基座才能存在,并且根本不作为任何事物的底层;那么,连持存都不持存的东西,又如何能够容纳相反者呢?因为底层的主体(例如物体)作为物体保持存留的同时变成白的和黑的,但颜色却不是这样;当从白生成黑时,也不是白在临在的状态下接受黑,而是一方不再存在,亦非在保持存留的同时接纳与其自身相反的形态,而是退出,另一方则在其中生成。动物和人因为保持持存,只要它们是在某个特定的人之中的实体,就容纳相反者;但颜色并不持存,因此它不容纳;因为每当白离去时,颜色也同它一起离去且将不再存在,而在黑到来之时,在其上的色泽也随之到来;或者即使在它存在时情况并非如此,然而颜色绝不是在保持存留的同时容纳那些离去者与进入者的。

语法注2 条
  1. 2.37ὡς τὸ ἰδίωμα τίθεται ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίγνεσθαι οὐσίας

    属格短语 πάσης τῆς ... οὐσίας 在被动动词 τίθεται 下作领属性属格,表示该固有属性所指派归属的对象(“被设定为属于……的”),用以限定定义范围、排除不可变实体。

  2. 2.38ὥσπερ τὰ γένη καὶ τὰ εἴδη πρὸς τὴν οἰκείαν ὑπόστασιν οὐκ ἐξήρκει ἑαυτοῖς τὸ δέχεσθαι τὰ ἐναντία

    单数动词 ἐξήρκει 与中性复数主语 τὰ γένη καὶ τὰ εἴδη 搭配,并支配反身代词与格 ἑαυτοῖς(“对它们自身而言”)以表自足,带冠词不定式 τὸ δέχεσθαι τὰ ἐναντία 则作限定或结果宾格(“在容纳相反者方面/足以容纳相反者”)。句首的 ὥσπερ 与后文的 οὕτως οὐδὲ αἱ ἕξεις ... 形成对应照应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:57.9-58.19