- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:55.28-57.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯解释了实体的固有属性(数上为一个却容纳相反者)不仅适用于个体,而且如何适用于第二实体,并论证了实体与诸如素质、运动等表面上容纳相反者的其他范畴之间的本质区别。
λδ. Ἀλλ’ οὐκέτι ἀμφιβάλλειν χρή, ὅτι προσθεὶς τὸ ἀριθμῷ ἓν μόνων τῶν ἀτόμων τοῦτο ἴδιον ἀποδέδωκεν·1 τῷ γὰρ γένει καὶ τῷ εἴδει οὐχ ὑπάρχει τοῦτο ἴδιον. Ἢ πρὸς τοῦτο οὐ χαλεπὸν ἐκεῖνο ἀντειπεῖν, ὅτι τρόπος εἷς ἐστι γνώσεως ὁ ἀπὸ μέρους τὸ ὅλον συνεμφαίνων· ὥστε καὶ ἐνταῦθα, εἰ τοῦ ἀτόμου τοῦτό ἐστι τὸ ἰδίωμα, δύναται καὶ τοῦ γένους εἶναι τὸ αὐτό· ἐπειδὴ γὰρ διὰ τὴν ἄτομον οὐσίαν καὶ τῷ ἐν αὐτῇ εἶναι αἱ δεύτεραι οὐσίαι λέγονται τὰ ἐναντία δέχεσθαι, διὰ τοῦτο τὸ ἴδιον αὐτῶν κυρίως ἀφωρίσατο δηλῶν ὅτι οὐχὶ τοῦ ἁπλῶς καὶ ἐν ἐπινοίᾳ ἀνθρώπου οὐδὲ τοῦ κοινοῦ καὶ καθ’ ἑαυτὸ νοουμένου ζῴου τὸ ἴδιον νῦν ἀφορίζεται, ἀλλὰ τοῦ κατατεταγμένου καὶ ἐν ὑπάρξει καὶ ἐν τῷδε ὄντος· ὁ γὰρ ἐν τοῖς καθ’ ἕκαστον θεωρούμενος ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐν τοῖς κατὰ μέρος ἤδη κατατεταγμένον τὸ τοιοῦτον ἴδιον ἐπιδέχεται.
λδ. “然而,人们不可再怀疑:由于加上了‘数上为一个’,他便把这归为仅属于个体的固有属性;因为这一固有属性并不属于属和种。” 或者对此不难反驳道:有一种认知方式是由部分连带显明全体的;因此在此处也是如此,如果这是个体的固有特征,它也同样能够是属的特征。因为,既然第二实体正是由于个别实体且由于存在于其中而被说成容纳相反者,因此他严格地界定了它们的固有属性,表明现在所界定的固有属性并非单纯在思维中的人、亦非就自身而言被构想的共通动物的固有属性,而是已被编排、存在于实存中且在此具体之物之中的事物的固有属性;因为在各个个别事物中被观照的人以及已在具体部分中被编排的动物,容纳了这样一种固有属性。
λε. Ἂν τοίνυν τούτων τις λαβόμενος τῶν κατασκευῶν ἕτερον ἡμῖν χεῖρον ἀνθυποφέρων λέγῃ· οὔκουν ἔσται μόνης τῆς οὐσίας ἴδιον τὸ εἰρημένον, καὶ γὰρ αἱ ἕξεις καὶ αἱ διαθέσεις τῶν ἐναντίων εἰσὶ δεκτικαί· τί πρὸς αὐτὸν ἐροῦμεν; ἕξις μὲν γὰρ καὶ διάθεσις καὶ πρᾶξις λέγεται φαύλη καὶ σπουδαία, κίνησις δὲ ταχεῖα καὶ βραδεῖα γίνεται, ὥστε οὐ μόναις ὑπάρχει ταῖς οὐσίαις τὸ ἐπιδεκτικὸν τῶν ἐναντίων ἀλλὰ καὶ ἄλλοις πλείοσιν. Ἀλλὰ πρὸς τοὺς ταῦτα λέγοντας ἀπὸ τῶν ἤδη προειρημένων ἀπαντᾶν χρή· οὐ γὰρ τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν αὐτὰ καθ’ αὑτὰ τῶν ἀτόμων ὡς γένη καὶ εἴδη θεωροῦντες δεκτικὰ τῶν ἐναντίων ἀνὰ μέρος ἐλέγομεν, ἀλλ’ ὡς ἐν τοῖς ἀτόμοις θεωρούμενα καὶ ὡς συνυπάρχοντα τοῖς ἀτόμοις. ἄλλως οὖν θεωρεῖται ἐπὶ τῶν οὐσιῶν τὸ ἀνὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικόν, ἄλλως ἐπὶ κινήσεως καὶ πράξεως καὶ διαθέσεως καὶ τῶν τοιούτων. ἡ μὲν γὰρ οὐσία μία καὶ ἡ αὐτὴ οὖσα οἷον ὁ Σωκράτης τὰ ἐναντία ἐπιδέχεται παρὰ μέρος, ὥστε καὶ τὸ εἶδος ὁ ἄνθρωπος καὶ τὸ γένος τὸ ζῷον τὰ ἐν αὐτῷ θεωρούμενα δέξεται τὰ ἐναντία ἀνὰ μέρος διὰ τὸ καὶ τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ ζῷον. ἐπὶ δὲ τῶν ἄλλων οὐχ οὕτως συμβαίνει· ἥδε μὲν γὰρ ἡ πρᾶξις οἷον ἡ Ἀριστείδου καλή, ἥδε δὲ φαύλη οἷον ἡ Εὐρυβάτου, ὁμοίως καὶ ἡ ἕξις καθ’ ἣν ἡ πρᾶξις, ἥδε μὲν σπουδαία, ἥδε δὲ φαύλη. ἄλλαι οὖν καὶ ἄλλαι εἰσὶ γιγνόμεναι σπουδαῖαι καὶ φαῦλαι συμμεταβάλλουσαι ἐν τῷ ἑνὶ τῶν ἐναντίων, οὐχ αἱ αὐταὶ ὥσπερ αἱ ἄτομοι οὐσίαι ὑπομένουσαι τὴν τῶν ἐναντίων μεταβολήν. ὥσπερ γὰρ φέρε τὰ τέσσαρα ἐὰν ἀποβάλλῃ τὸ τέσσαρα εἶναι, οὐδὲ ἄρτιά ἐστιν, οὕτω καὶ πρᾶξις φέρε ἡ καλὴ οἷον ἡ Ἀριστείδου ἀφαιρεθεῖσα τοῦ εἶναι καλὴ καὶ δικαία οὐδὲ πρᾶξις ἔτι εἶναι λέγεται Ἀριστείδου, ἢ πάλιν ἡ Εὐρυβάτου τὸ κακὴ εἶναι μηκέτι ἔχουσα οὐδὲ πρᾶξις Εὐρυβάτου εἶναι λέγεται. εἰ μὲν γὰρ ἠδύνατο ἡ καλὴ πρᾶξις φέρε ἡ Ἀριστείδου καὶ κακὴ γενέσθαι, ἀπολέσασα τὸ καλὸν ἠδύνατο μένειν πρᾶξις· ἐπεὶ δὲ τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις ἐὰν ἀφαιρεθῇ,2 οὐκέτι οὐδὲ ὀνομάζεται καθ’ αὑτήν, εὔδηλον ὡς ἑνὶ μόνῳ συνουσίωται τῷ καλῷ, καὶ πάλιν ἡ φαύλη τῷ κακῷ. αἱ μέντοι οὐσίαι διαμένουσιν αἱ αὐταὶ τῶν ἐναντίων μεταβαλλόντων.
λε. 那么,如果有人抓住这些论证,向我们提出另一个更不利的反驳说:“这样看来,所说的便不会是仅属于实体的固有属性了,因为状态与素质也是能够容纳相反者的;”对此我们将向他说什么呢?“因为状态、素质和行为都被称为恶劣的或优良的,运动也变成迅速的或缓慢的,因此容纳相反者的能力不仅属于实体,也属于其他更多的东西。” 然而面对说这些话的人,应当依据先前已经说过的内容来回应。因为我们并非把实体的属和种看作自身独立于个体、作为属和种来观照而称其轮流容纳相反者,而是将它们看作在个体之中被观照、且与个体共存立者。因此,轮流容纳相反者在实体上被观照的方式,与在运动、行为、素质及此类事物上被观照的方式是不同的。 因为实体作为单一且同一之物(例如苏格拉底),轮流容纳相反者,以至于在他之中被观照的种‘人’与属‘动物’,也因苏格拉底既是人又是动物而轮流容纳相反者。但在其他事物上情况并非如此;因为这一行为(例如阿里斯泰得斯之行为)是美好的,而那一行为(例如欧律巴托斯之行为)则是恶劣的,同样,行为所依照的状态也是这一状态优良,那一状态恶劣。因此,不同的行为在相反者之一中随之改变而成为优良的与恶劣的,而非如个别实体那样在相反者的变化中保持同一并承受变化。因为正如假设数字四如果舍弃了作为四,便连偶数也不是了,同样,假设善美的行为(例如阿里斯泰得斯之行为)若被剥夺了作为善美与正义,便甚至不再被称为阿里斯泰得斯之行为了,或者欧律巴托斯之行为不再具有作为恶劣,便甚至不再被称为欧律巴托斯之行为了。因为如果善美的行为(假设阿里斯泰得斯之行为)也能变成恶劣的,那么它在丧失善美之后还能保持为行为;但既然它若被剥夺了作为善美行为的本质,便甚至不再依其自身被命名,显然它仅与单一事物(即善美)在本质上结合在一起,而恶劣行为又与恶劣在本质上结合在一起。然而,实体在相反者变化时却依然保持同一。
- 2.34ἀμφιβάλλειν χρή, ὅτι προσθεὶς τὸ ἀριθμῷ ἓν μόνων τῶν ἀτόμων τοῦτο ἴδιον ἀποδέδωκεν
ὅτι从句是由非人称短语ἀμφιβάλλειν χρή所支配的名词性从句,表示怀疑的内容(“不可再怀疑……这一事实”)。在此语境中,它表述了对方的预设前提,即亚里士多德加上“数上为一个”便已断定该固有属性仅属于个体。
- 2.35τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις ἐὰν ἀφαιρεθῇ
属格短语τοῦ ὅπερ ἐστὶ καλὴ πρᾶξις是由条件句中的被动动词ἀφαιρεθῇ所要求的夺格性属格(分离属格),意为“若被剥夺了作为善美行为的本质”。整个关系从句ὅπερ ἐστὶ καλὴ πρᾶξις被定冠词τοῦ实质化为名词短语。
