← 德克西普斯

亚里士多德《范畴篇》注释

§54.3-55.27

实体不容纳程度差异及其固有属性的辩护

德克西普斯通过分析理智活动的强弱、质料的显现以及实体与性质的存在方式差异,化解了关于实体不容纳较多与较少的疑难,并为亚里士多德在断定实体固有属性时使用“似乎”一词的谨慎意图进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30

λ. Ἔτι κἀκεῖνο ζητήσεως ἄξιον, πῶς ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος. Ὅτι οὐ κατὰ τὴν ἐπίτασιν τοῦ λογικοῦ ὁ ἄνθρωπος ἔχει τὸ εἶναι, ἀλλὰ κατὰ τὸ εἶδος· τοῦτο δ’ ἕστηκεν ἀεί, ἡ δὲ ἐνέργεια τοῦ ἀνθρώπου κατὰ τὸ διάφορον τοῦ μᾶλλον λογικοῦ παρέχει τὸ λογικώτερον τῷ ἀνθρώπῳ, οὐ κατὰ τὴν ἀνθρωπότητα καὶ τὸ δύνασθαι εἶναι λογικῷ τὸ εἶναι αὐτῷ ὁμοίως πάρεστιν.1 ἔστιν ἄρα οὗτος μὲν ὁ αὐτός, ἡ δὲ ἐνέργεια τοῦ λογικοῦ τὸ μᾶλλον καὶ ἧττον προσλήψεται. ἐπαινῶ μὲν οὖν καὶ ταύτην τὴν λύσιν· εἰ δὲ δεῖ κατὰ τὴν Ἀριστοτέλειον δόξαν βαθύτερον αὐτὴν ἀποδοῦναι, οὕτως ἂν θεωρητικώτερον δείξαιμεν τὸ ζητούμενον· πέφυκε μεθ’ ἑκάστου τῶν εἰδῶν καὶ τὸ ποιὸν συνυφίστασθαι, ἕτερον μὲν ὂν τοῦ εἴδους, ἠρτημένον δὲ ἀπ’ αὐτοῦ· καὶ τὸ μὲν εἶδος μέρος ὂν τῆς συνθέτου οὐσίας καὶ ἀτόμου συμπληρωτικόν ἐστιν αὐτῆς καὶ οὐδέποτε ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, αἱ δὲ συντρέχουσαι τοῖς εἴδεσι ποιότητες, ὅπου μὲν ἡ λογική, ὅπου δὲ ἡ θερμότης, ὅπου δὲ ἡ ξηρότης δέχεται τὸ μᾶλλον, καὶ οὕτως οὐκ ἔστιν ἡ φαινομένη αὕτη κατὰ τὸ μᾶλλον ὑπεροχὴ τοῦ εἴδους ἀλλὰ τῆς ποιότητος, ἐπεὶ καὶ ὁ σπουδαῖος ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ὡς οὕτως διακείμενος ἐπιτείνεται. τοῦτο δὲ οὐκ οὐσίαν ἀλλὰ ποιὸν σημαίνει, ὥστε ἡμῖν ἀληθῶς φαίνεσθαι ἔχον τὸ μὴ εἶναι οὐσίαν οὐσίας μᾶλλον καὶ ἧττον.

λ. 此外,这也是值得探讨的:为何较具理性的人并不更多地是人? 因为人并不是依照理性的增强而具有存在,而是依照形相;而形相始终保持恒常,然而人的活动依照较具理性的差异而为人提供了更为理性的状态,而且依照人性以及能够成为理性的潜在力,存在同样地临在于他。因此,这个人本身是同一的,但理性的活动却会附带接受较多和较少。 因此,我也赞赏这种解决;但如果需要依照亚里士多德的观点更为深刻地给出说明,我们可以更具理论性地将所探讨的事项阐明如下:性质天然地与各个形相共存立,它虽不同于形相,却依附于形相;形相作为复合且个别的实体的部分,构成它且绝不容纳较多和较少,然而与诸形相竞合的诸性质——在此处是理性性质,在彼处是热,在另一处则是干燥——容纳较多;因此,这种依据较多而显现的优越并非形相的优越,而是性质的优越,因为即使是有德之人在被称为更多地是人时,也不是就其作为人而言,而是作为处于这种状态之物而被增强的。而这所表示的并非实体而是性质,以至于在我们看来,实体并不比实体较多或较少乃是真实的。

§2.31

λα. Πῶς οὖν ἡ ὕλη τὸ μᾶλλον καὶ ἧττον δέχεται καὶ τἀναντία ἐφ’ ἑαυτῆς φαντάζεται μικρὸν καὶ μέγα καὶ ἐλλεῖπον καὶ ὑπερέχον; πῶς δὲ πᾶν ὅπερ ἂν ἐπαγγέλληται ψεύδεται, κἂν μέγα φαντασθῇ μικρόν ἐστι, κἂν μᾶλλον ἧττόν ἐστιν; Ἐροῦμεν δὴ οὖν, ὅτι ταῦτα ἀπὸ τῆς τοῦ εἴδους σχέσεως παραγίνεται εἰς τὴν ὕλην πάσας τὰς τοιαύτας παραλλάξεις λαμβάνουσαν κατ’ αὐτὴν τὴν σχέσιν τοῦ εἴδους, πρὸς ὅπερ ὑφίσταται ἄλλως καὶ ἄλλως ἔχουσα.2 καθὸ μὲν γὰρ μᾶλλον αὐτὴν τὸ εἶδος κρατεῖ, ἐνεργότερον φαίνεται, καθὸ δ’ ἧττον, ἀμυδρότερον καὶ αὐτὸ εἰς τὴν ὕλην διαδείκνυται. αὕτη μέντοι καθ’ ἑαυτὴν οὐδαμῶς ἡ ὕλη διαφέρει κατ’ οὐδὲν τούτων· δυνάμει γὰρ πάντα ἐστὶν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας παρέχεται.

λα. 那么,质料是如何容纳较多与较少,并在自身之中显现出相反者——大与小、不足与过量?它又如何对它所昭示的一切做出虚妄的呈现,以至于即便显现为大也是小,即便显现为较多也是较少? 因此我们当说,这些乃是由与形相的关系而产生于质料之中的,质料依照正是与形相的这一关系而接受了所有此类变异,而它正是相对于形相而在不同状态下存立的。因为在形相较多地支配它的限度内,它显现得更为活动;而在支配得较少的限度内,形相自身在质料之中显露得较为暗淡。然而质料就其自身而言在这些方面绝无任何不同;因为在潜能上它以同样的方式是一切事物,并对一切存在者提供同等的显现与对实体的接纳。

§2.32

λβ. Αὐτὸ δὲ τοῦτο πάλιν ζητήσεως ἄξιον, διὰ τί αἱ μὲν οὐσίαι τὸ μᾶλλον καὶ ἧττον οὐκ ἔχουσιν, αἱ δὲ ποιότητες ἐπιδέχονται; Ἢ καὶ τοῦτο δυνησόμεθα λῦσαι κατὰ τὸν αὐτὸν λόγον, τὰς μὲν οὐσίας τῷ ἐν ἑαυταῖς εἶναι μένειν καθ’ ἕνα ὅρον ἀποφαινόμενοι, τὰς δὲ ποιότητας τῷ ἐν ἑτέροις ἔχειν τὸ εἶναι μετ’ ἐκείνων συναλλοιοῦσθαι, εἰκότως ἄρα αἱ μὲν οὐσίαι οὔτε ἀφ’ ἑαυτῶν οὔτε ἀπ’ ἄλλων δέχονται τὴν ἐπίτασιν, αἱ δὲ ποιότητες ἀπὸ τῶν ὑποκειμένων ἐν οἷς ἐγγίγνονται κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιτείνονται.

λβ. 然而这一点本身又值得探究:为何实体不具有较多和较少,而性质却容纳它们? 或者我们也将能够按照同样的道理解决这一点,即表明实体由于在自身之中存在而保持在单一的界限之内,而性质由于在别的事物中具有存在而与那些事物一同发生改变;因此理所当然地,实体既不从自身也不从别的事物接受增强,而性质则从它们产生于其中的基质出发,依照较多和较少而得到增强。

§2.33

λγ. Πῶς δὲ ἀπεικότως εἴποιμεν τοὺς πολλοὺς αὐτὸν αἰτιᾶσθαι ὡς ἀμφιβάλλοντα καὶ μὴ ἀποφαινόμενον;3 τὸ γὰρ ἴδιον τῆς οὐσίας ἀποδιδοὺς φησι· μάλιστα αὐτῆς ἴδιον δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν. Φημὶ δὴ ὅτι τοῦ ἰδίου πολλαχῶς λεγομένου, κυρίως δὲ τοῦ παντὶ καὶ μόνῳ ὑπάρχοντος νῦν τὸ δοκεῖ πρόσκειται δεικνυμένου αὐτοῦ, ὅτι τῆς καθόλου οὐσίας καὶ τῆς πρώτης οὐχ οἷόν τε τοῦτο εἶναι ἴδιον,4 ὡς πέφυκε τὸ ὄντως ἴδιον ὑπάρχειν, καὶ ὅτι ἴδιον οὕτως λέγεται οὐχ ὡς πάσῃ ὑπάρχον καὶ τῇ καθόλου καὶ τῇ κατὰ μέρος, ἀλλ’ ὅτι ἐν μόνῃ ταύτῃ ἐστὶ τὸ τοιοῦτον ἴδιον, ἐν οὐδεμιᾷ δὲ ἄλλῃ τῶν κατηγοριῶν. οὕτως γὰρ καὶ τὸ πῦρ λεπτομερέστατον λέγεται, οὐχ ὅτι πᾶν πῦρ ὁμοίως λεπτομερέστατον, ἀλλ’ ὅτι ἐν τῷ πυρί ἐστι τὸ λεπτομερέστατον. καὶ ἐνταῦθα οὖν, ἐπειδὴ εἴ τί ἐστιν ἄτομον δεκτικὸν τῶν ἐναντίων, ὑπὸ τὴν οὐσίαν ἐστί, διὰ τοῦτο ἴδιον δοκεῖ εἶναι καὶ τῆς ἁπλῶς οὐσίας τὸ δεκτικὸν τῶν ἐναντίων. γνωσόμεθα δὲ τοῦτο σαφέστερον ἀπὸ τῆς ἀντιστροφῆς· εἴτε γὰρ οὐσία ἐστί, δεῖ τι εἶναι ἐν αὐτῇ ἄτομον ἓν ὄν, ὃ καὶ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἀνὰ μέρος ἐστὶ δεκτικόν, εἴτε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχεται, οὐσία ἐστίν. οὕτως οὖν ἔσται ἴδιον ὡς ἐπὶ μηδενὸς τῶν ἄλλων λεγόμενον, ἐπὶ μόνης δὲ τῆς οὐσίας καὶ ἀπὸ ταύτης ἐπὶ τῶν ἀτόμων.

λγ. “然而,许多人指责他心存犹豫且未作断言,我们怎能说这是不合理的呢?因为在给出实体的固有属性时,他说:‘数上同一且为一个的事物能够容纳相反者,这似乎最是实体的固有属性。’” 我说,尽管‘固有属性’有多种说法,在严格意义上属于一切且仅属于它,但现在加上‘似乎’,是因为他表明:对于普遍实体与第一实体两者而言,这不可能以真正固有属性天然归属的那种方式而成为固有属性,并且之所以这样被称为‘固有属性’,并不是因为它属于普遍的和个别的每一种实体,而是因为这样一种固有属性仅存在于这一个范畴之中,而在其他任何范畴中都不存在。因为火也是这样被说成是由最细微部分构成的,并不是因为一切火都同样是最细微的,而是因为最细微者存在于火之中。因此在此处也是如此,既然任何能够容纳相反者的个体都在实体之下,因此容纳相反者似乎也成为单纯实体的固有属性。而我们将通过换位更为清楚地认识到这一点:因为要么如果是实体,其中就必定存在着某个身为单一的个体,它作为同一之物能够轮流容纳相反者;要么如果是单一且同一之物容纳相反者,它便是实体。因此,以这种方式,它将作为不对其他任何事物言说、而仅对实体言说、并由实体出发对个体言说者,而成为固有属性。

语法注4 条
  1. 2.30κατὰ τὴν ἀνθρωπότητα καὶ τὸ δύνασθαι εἶναι λογικῷ τὸ εἶναι αὐτῷ ὁμοίως πάρεστιν

    该分句的主语是带冠词不定式 τὸ εἶναι(存在),谓语为 ὁμοίως πάρεστιν αὐτῷ(同样地临在于他)。介词 κατά 并列支配两个成分:名词 τὴν ἀνθρωπότητα 与带冠词不定式短语 τὸ δύνασθαι εἶναι λογικῷ。与格 λογικῷ 充当不定式 εἶναι 的表语补足语。

  2. 2.31πάσας τὰς τοιαύτας παραλλάξεις λαμβάνουσαν κατ’ αὐτὴν τὴν σχέσιν τοῦ εἴδους, πρὸς ὅπερ ὑφίσταται ἄλλως καὶ ἄλλως ἔχουσα

    宾格现在分词 λαμβάνουσαν 修饰介词短语中的 τὴν ὕλην。关系代词 ὅπερ 的先行词是属格名词 τοῦ εἴδους(中性名词 εἶδος)。分词短语 ἄλλως καὶ ἄλλως ἔχουσα 表示主语(质料)的方式与状态,指其相对于形相处于各种不同状态而存立。

  3. 2.33πῶς δὲ ἀπεικότως εἴποιμεν τοὺς πολλοὺς αὐτὸν αἰτιᾶσθαι ὡς ἀμφιβάλλοντα καὶ μὴ ἀποφαινόμενον;

    这是一个采用修辞性疑问句形式引入的疑难。πῶς ἀπεικότως εἴποιμεν 直译为‘我们怎能说……是不合理的?’(意即批评者似乎不无道理),并统领带宾格的不定式结构 τοὺς πολλοὺς ... αἰτιᾶσθαι。该句式用于引出对亚里士多德谨慎表述的质疑。

  4. 2.33τῆς καθόλου οὐσίας καὶ τῆς πρώτης οὐχ οἷόν τε τοῦτο εἶναι ἴδιον

    属格 τῆς καθόλου οὐσίας καὶ τῆς πρώτης 由无人称句 οὐχ οἷόν τε [ἐστι](是不可能的)中的表语形容词 ἴδιον(……所固有的)支配,作关系属格。在句法上表示‘这不可能同时作为普遍实体与第一实体的固有属性’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:54.3-55.27