← 德克西普斯

亚里士多德《范畴篇》注释

§52.18-54.2

关于实体无相反者与不容程度之分的疑难

德克西普斯探讨了关于实体的三个疑难:解释了《物理学》中形相与缺失相反何以与实体无相反者相调和,论证了实体无相反者乃是通过完备的划分法而非单纯归纳法证明的,并阐明了实体不容程度之分与此前称种比属“更是实体”之间的融通一致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

κζ. Ἀλλὰ πῶς, εἰ τὸ εἶδος τῇ στερήσει λέγει ἐναντίον ἐν τοῖς Φυσικοῖς, ἀληθὲς τὸ νῦν ἀποφαίνεσθαι αὐτὸν μηδὲν εἶναι οὐσίᾳ ἐναντίον; Ὅτι εἴωθε κοινότερον καὶ τὰ κατὰ στέρησιν ἀντικείμενα ἐναντία λέγειν, ὥστε ὅταν ἐν τοῖς Φυσικοῖς τὴν ἕξιν καὶ τὴν στέρησιν ἐναντία προσαγορεύῃ, οὐδαμῶς ἡμᾶς χρὴ ταράττεσθαι, ὅτι ἐν ταῖς Κατηγορίαις εἰρηκὼς οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν ἐν τοῖς Φυσικοῖς πάλιν δέχεται αὐτῶν τὴν ἐναντιότητα.1 κοινῷ γὰρ χρῆται τῷ τῆς ἐναντιώσεως ὀνόματι καὶ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων. ἔστι μὲν οὖν καὶ αὕτη ἡ λύσις οὐκ ἀπόβλητος, ὡς ἔμοιγε δοκεῖ· κάλλιον δ’ εἴη ἂν καὶ Ἀριστοτελικώτερον μᾶλλον οὕτω λύειν τὴν ἀπορίαν ταύτην, ὅτι τὸ εἶδος τῇ στερήσει οὐχ ὡς οὐσία οὐσίᾳ ἀντίκειται, ἀλλ’ ὡς τὸ ὂν πρὸς τὸ μὴ ὂν τῷ εἴδει ἢ ὡς ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν ἢ ὕφεσιν τελέαν τὴν ἐναντίωσιν. οὕτω γὰρ ἡμῶν διαιρουμένων2 οὐσιῶν μὲν ἐναντίωσις οὐ θεωρεῖται, ἄλλος δὲ ἐπὶ τῶν ἀρχῶν ἐναντιώσεως διορισμὸς φανήσεται, ὃς οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος· οὐ γὰρ ἐν ὑπάρξει ἀμφότερα τὰ ἐναντία περιέχει, οὐδὲ μὴν γένη ὄντα αὐτὰ περιέχεται, ἀλλ’ ὅτι τὸ μὲν ἐν τῷ εἶναι, τὸ δ’ ἐν τῷ μὴ ἔστιν.

κζ. “然而,如果在《物理学》中他说形相与缺失相反,他现在宣称没有任何事物与实体相反怎么会是真的呢?” 因为他习惯于在更普遍的意义上把依缺失而对立的事物也称为相反者;因此,当他在《物理学》中把状态与缺失称为相反者时,我们绝不应当感到困惑——即在《范畴篇》中说过实体不与实体相反之后,他在《物理学》中又接受了它们的相反性。因为他在其他对立上也是把‘相反性’这一名称当作通用的来使用的。因此,在我看来,这一解决办法也不是应当被摒弃的;但若以如下方式解决这一疑难,则会更好且更为符合亚里士多德的原意:即形相并非作为实体相对于实体而与缺失相对立,而是作为形相上的有相对于非有,或者作为本原相对于终极之物、善相对于恶,依完全的背离或彻底的减缩而具有相反性。因为当我们做出这种区分时,实体的相反性并未被观察到,而在诸本原上的相反性的另一种界定将会显现出来,这种界定并不在同一属之下;因为它并不是在实存中包容相反的两者,更不是把它们作为属而加以包容,而是凭藉着一者在有之中,而另一者则在非有之中。

§2.28

κη. Ἀλλὰ τὸ μηδὲν εἶναι οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ’ ἕκαστα οὐσιῶν ἐστὶ τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐσίᾳ οὐκ ἔστι δεδειγμένον. Ὁ τοῦτο ἀπορῶν ἠγνόηκε τὴν διαιρετικὴν μέθοδον καὶ τὴν ταύτης χρείαν. ἐπεὶ γὰρ τῶν γενικωτάτων οὐκ ἔνεστιν ἐκ προτέρων καὶ αἰτιωτέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ’ ἀνάγκη τελείαις διαιρέσεσι πάντα διαιρουμένους τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν, † ἢ παραλλάττει. ὡς φέρε ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν καὶ ἄλογον ἢ ὑπόπουν καὶ ἄπουν ἢ δίπουν καὶ τετράπουν ἢ ὅσας ἄλλας ἐπιδέχεται διαιρέσεις, εἶτα μηδεμίαν αὐτῶν εὑρίσκοντες ἐκβαίνουσαν τοῦ ζῴου τὴν ταυτότητα τοῦ γένους οὐκ ἐξ ἐπαγωγῆς ἀλλ’ ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων ἡ διαίρεσις τὸ κοινὸν ἐν τοῖς ὑπ’ αὐτὸ τεμνομένοις φυλάττει, οὕτως καὶ ἐπὶ τῶν οὐσιῶν νῦν δείκνυται. εἰ γὰρ αἱ οὐσίαι μὲν πᾶσαι νῦν διαιροῦνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι δὲ τούτων ἔχουσι τὴν ἐναντίωσιν (ἡ γὰρ διαίρεσις τελεία οὖσα πάντα τὰ ὑπὸ τὴν οὐσίαν περιελάμβανεν), ὥστε οὐ μόνον ἡ τὶς οὐσία τινὶ ἀλλὰ καὶ ἁπλῶς πάσῃ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον.3 ἀπαντήσειε δ’ ἄν τις καὶ οὕτως· ὅταν τι τῶν κατ’ οὐσίαν συμπληρούντων ληφθῇ, εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται, οἷον τὸ λογικὸν ἐφ’ ἑκάστου τε τοῦ ἀνθρώπου καὶ ἐπὶ παντός, καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ κατ’ οὐσίαν ὑπάρχει τὸ μηδεμίαν σχέσιν ἐναντιώσεως ἔχειν, οὐκ ἐπὶ τινὸς ἀλλὰ καὶ ἐπὶ πασῶν ἀληθὲς ἔσται.

κη. “然而,没有任何事物与实体相反,是在个别实体上通过归纳法被展示的,并未对一般的实体加以展示。” 提出此项疑难的人并未理解划分法及其效用。因为对于最高之属而言,不可能从更在先且更具原因性的事物出发进行证明,而是必然要通过完备的划分来分割其下的所有事物,以考察它们的共同性或差异性。例如,当我们把动物划分为理性的与非理性的,或有足的与无足的,或双足的与四足的,或它所容许的任意多种其他划分,随后发现它们当中没有一个脱离了动物时,我们并非通过归纳法,而是通过完备的划分来把握该属的同一性。因此,正如在其他事物上划分法保全了在其下被切分者之中的共同之物一样,如今在实体上也正是这样被表明的。因为如果所有的实体如今都毫无遗漏地被划分为第一实体和第二实体,而这两者都不具有相反性(因为划分既然是完备的,便包容了实体之下的所有事物),那么不仅是某个特定的实体对某个实体而言[没有相反者],而且是对于一切实体而言都绝无任何事物与其相反。人们也可以这样回答:当依照实体而充实(构成)的事物中的某一个被选取时,这在每一个别事物上为真的属性,立刻也被证明在全体之上为真,正如理性的属性既在每个人身上、也在所有人身上[为真]一样;因此对于实体而言,如果没有任何相反性的关系乃是依实体而属于它,那么这就不单在某个实体上为真,而且在所有实体上都将为真。

§2.29

κθ. Πάλιν ἄπορον φαίνεται, πῶς ἐν μὲν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία διώρισται ἡ τοῦ εἴδους παρὰ τὴν τοῦ γένους, νυνὶ δὲ οὐ λέγεται μᾶλλον καὶ ἧττον εἶναι. Ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται, ἀλλὰ τὸ μὲν καθ’ ἑαυτό, τὸ δὲ κατὰ συμβεβηκός· τὸ γὰρ μᾶλλον4 εἶναι τὸ εἶδος ἢ τὸ γένος οὐχ ᾗ οὐσία, οὐδ’ ὅπερ ἐστὶν ἕκαστον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον, ἀλλ’ ᾗ ἐγγυτέρω τῆς ἀτόμου οὐσίας προχωρεῖ, τὸ δὲ ἧττον ὑφεστηκὸς πορρωτέρω αὐτῆς ἀφέστηκε. τοῦτο δὲ συμβέβηκεν ἄλλως· νυνὶ δὲ καθό ἐστιν ἑκάστη τοῦτο ὅπερ ἐστίν, οὐ φησὶ λέγεσθαι αὐτὴν μᾶλλον οὐδ’ ἧττον. οὐκ ἄρα ἐναντία λέγεται τὰ παρόντα τοῖς πρὸ τούτων.

κθ. “再次显得成疑的是:为何在这些之前的陈述中,种的实体被规定为比属的实体‘更是实体’,而现在却说不存在‘较多和较少’?” 因为两者的说法并非以同样的方式表达,而是一者就自身而言,另一者则是依附带性质而言的。因为种比属‘更是[实体]’,并不是就其实体而言,也不是按照各自身是什么而在此点上容纳‘较多’,而是就其向着不可分割的个体实体推进得更近而言,而存立程度较少者[即属]则离个体实体更远。这乃是以另一种方式附带发生的;而如今就各自正如其所是之物而言,他说它既不被说成是较多,也不被说成是较少。因此,当下的陈述并非与先前的陈述相反。

语法注4 条
  1. 2.27ὅτι ἐν ταῖς Κατηγορίαις εἰρηκὼς οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν ἐν τοῖς Φυσικοῖς πάλιν δέχεται αὐτῶν τὴν ἐναντιότητα

    整个 ὅτι 从句作为表示情感原因的名词性从句,从属于 ταράττεσθαι(“因……而困惑”)。从句的主语在上下文中隐含为亚里士多德,分词 εἰρηκώς 带有让步意味(“尽管说过……”),与主要动词 δέχεται 相对照。

  2. 2.27οὕτω γὰρ ἡμῶν διαιρουμένων

    属格独立结构,表示后续主句 οὐσιῶν μὲν ἐναντίωσις οὐ θεωρεῖται 的条件或前提(“因为当我们/如果我们做出这种区分时”)。

  3. 2.28ὥστε οὐ μόνον ἡ τὶς οὐσία τινὶ ἀλλὰ καὶ ἁπλῶς πάσῃ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον

    连词 ὥστε 连同直陈式用法在此作为准独立引导词,用来引出紧接前述条件从句(εἰ γὰρ αἱ οὐσίαι μὲν πᾶσαι νῦν διαιροῦνται...)的逻辑结论。在短语 ἡ τὶς οὐσία τινὶ 中,从后文的 οὐδέν ἐστιν ἐναντίον 省略并补出谓语[οὐκ ἔστιν ἐναντία]。

  4. 2.29τὸ γὰρ μᾶλλον εἶναι τὸ εἶδος ἢ τὸ γένος οὐχ ᾗ οὐσία, οὐδ’ ὅπερ ἐστὶν ἕκαστον, κατὰ τοῦτο ἐπιδέχεται τὸ μᾶλλον

    该句的核心骨架是以带冠词的不定式短语 τὸ ... μᾶλλον εἶναι τὸ εἶδος ἢ τὸ γένος(“种比属更是实体这一事实”)作为实质主语,而以主句动词 ἐπιδέχεται(“容纳”)构成谓语。限定性短语 οὐχ ᾗ οὐσία ... κατὰ τοῦτο 否定了容纳‘较多’的根据与维度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:52.18-54.2