← 德克西普斯

亚里士多德《范畴篇》注释

§51.3-52.17

实体被称为“这个”与实体的无相反性

德克西珀斯解释了亚里士多德在实体是否被称为‘这个’上看似前后矛盾的表述,说明这是对他人观点的引介,并讨论了个体实体凭质料、形相与复合物被称为‘这个’的根据。随后他论证了整体实体与动物自身不具有相反性,唯有物种构成性属差才彼此相反。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

κγ. Ἀλλὰ πῶς παραχρῆμα μετέθετο; εἰπὼν γὰρ τὸ δοκεῖν πάσῃ οὐσίᾳ ὑπάρχειν τὸ τόδε λέγεσθαι ἐπήγαγεν ἑξῆς· οὐ μὴν ἀληθές γέ ἐστι τοῦτο. Ἡμεῖς δὴ πρὸς αὐτοὺς ἀποκρινούμεθα, ὡς ἡ μὲν πρώτη δόξα οὐκ αὐτοῦ ἦν, ἀλλὰ ἄλλοις ἀρέσκουσα· κατά τινας γὰρ τοῦτο δοξάζεται τοὺς ὑφεστάναι λέγοντας τὰ γένη καὶ τὰ εἴδη·1 ἡ δὲ δευτέρα αὐτῷ ἐδόκει, διόπερ προθεὶς τὴν λεγομένην ὑφ’ ἑτέρων προσέθηκεν ὕστερον ἣν αὐτὸς ἐδοκίμαζε. Πῶς οὖν τὸν τινὰ ἄνθρωπον λέγομεν καὶ ἄνθρωπον εἶναι καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ τάδε ἐστὶ πάντα ταῦτα. Ὅτι τὰ εἴδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων. Ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἄτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν. Ἢ φήσομεν ὡς κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὕλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος,2 κατὰ δὲ αὐτὸ τὸ εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ. εἰ δέ τις τὴν ὕλην ἀόριστον οὖσαν μηδαμῶς τόδε τι εἶναι φήσει, ὑπομνήσομεν αὐτὸν ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, περὶ δὲ τῆς σχέσιν ἐχούσης πρὸς τὸ εἶδος.

κγ. “然而他为何立即改变了立场?因为在说过被称作‘这个’似乎属于一切实体之后,他紧接着加上了:‘然而这绝非真实。’” 我们当对他们回答说,第一个意见并非他本人的,而是被他人所认同的;因为持此见解的是某些主张属和种独立自存的人;而第二个意见才是他自己所认可的,正因如此,他先提出了由他人陈述的意见,随后补充了他自己认可的意见。 “那么,如果所有这些都不是‘这些’,我们为何说某个特定的人既是人,又是动物,既是理性的,又是会死的呢?” 因为我们说按序排列的种是某个特定的‘这个’,而当时的讨论乃是关于就自身而言被思惟的事物。 “然而我们凭什么把不可分割的个体实体称为某个特定的‘这个’?究竟是凭形相,还是凭质料,抑或是凭两者的复合物?” 或者我们将说这是凭全部吗?但凭质料,乃就它是承载者并且已经进入接受形相的现实性而言;而凭形相本身,乃就它是被规定的并且在数目上为一而言。如果有人说质料是不定的因而绝非某个特定的‘这个’,我们将提醒他,当下的讨论并非关于无关联的质料,而是关于对形相具有关系的质料。

§2.24

κδ. Ἀλλὰ πῶς τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον; Ὅτι ἡ ἔν τινι διαφορὰ τῇ ἐνυπαρχούσῃ διαφορᾷ ἐναντίον, τὸ δὲ ὅλον τῷ ὅλῳ οὐκ ἔστιν ἐναντίον· λόγος δὲ τούτου τοιοῦτος· τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ 〈ἢ〉 σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἔσται ἐναντία· ἀλλ’ οὐδὲ εἰ διαιροῖτό τι εἰς τὰ ἐναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται ἐναντίον· ἐκεῖνο δὲ περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν,3 ὥστε οὐδὲν τούτων ἔσται ἐναντίον. γνοίη δ’ ἄν τις καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων τοῦτο· πλεῖστον γὰρ κεχωρίσθαι αὐτὰ ἀπ’ ἀλλήλων ἀφοριζόμεθα, ὡς δὲ νῦν λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου ὑπάρχει.

κδ. “然而为何理性动物不与非理性动物相反?” 因为在某物之中的属差与内在的属差相反,而整体并不与整体相反。其理由如下:接受相反者之物,其自身并非相反者;因为如果它被相反者之一所占据,它就不能为了容纳另一个相反者而被适宜地准备好,例如灵魂、或身体、或不可分割的个体实体、或第二实体,如果它们确实接受相反者,它们就自身而言便不会是相反者;而且,即使某物被分割为相反者,正如动物那样,即便如此它也不会是相反者;毋宁说,它包容了相反者的分割,从而这些事物没有一个是相反的。人们从相反者的定义也可以认识这一点;因为我们界定相反者为彼此相距最远,而如现在所说,它们乃是围绕动物的同一实体而存在。

§2.25

κε. Ἀλλὰ πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει Ἀριστοτέλης; Κατὰ τὰς εἰδοποιοὺς δηλονότι διαφορὰς φήσομεν, αἵτινες οὔκ εἰσιν οὐσίαι· τὸ μὲν οὖν ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν καὶ ὑγρὸν ἀλλήλοις ἐναντία ὑπάρχει, αἱ δ’ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐσίας οὐκ ἔχουσιν ἐναντίωσιν, αἵ γε καὶ ἐπὶ τῆς αὐτῆς ὕλης συνυφεστήκασιν.

κε. “然而亚里士多德为何说火与水相反、气与土相反?” 我们将说:显然是依构成物种的诸属差而言,而这些属差并不是实体;因此,冷与热、干与湿彼此相反,但作为整体的实体相对于作为整体的实体并不具有相反性,它们甚至是共存于同一质料之上的。

§2.26

κς. Εἰ δέ τις τὸν ἄνθρωπον τῷ ἵππῳ λέγοι πως ἐναντίον εἶναι καὶ τὸν τινὰ τῷ τινί; Πρὸς αὐτὸν ἡμεῖς ἀποκρινούμεθα, ὡς οὐδὲν μᾶλλον ὁ τὶς ἵππος ἢ ὁ τὶς βοῦς ἢ ἄλλο τι τῶν κατὰ τὴν πρώτην οὐσίαν συστοίχων ἐναντίον ἐστὶ πρὸς τὸν τινὰ ἄνθρωπον. εἰ δ’ ἀδύνατός ἐστιν ἡ τῶν ἀορίστων πρὸς τὸ ὡρισμένον ἐναντίωσις (ἓν γὰρ ἑνὶ δεῖ ὡρίσθαι ἐξ ἀνάγκης ἐναντίον εἶναι),4 οὐκ ὀρθὸν ἂν εἴη οὐδὲ οὕτως τὰς ἀντιθέσεις λαμβάνειν.

κς. “但如果有人说人以某种方式与马相反,某个特定个体与某个特定个体相反呢?” 对这个人我们当回答说,某匹马相对于某个人而言,绝不比某头牛或按第一实体而言同列的任何其他事物更为相反。如果不定之物相对于被规定之物的相反是不可能的(因为必须必然地是一物被规定为与一物相反),那么即便这样设定对立也是不正当的。

语法注4 条
  1. 2.23κατά τινας γὰρ τοῦτο δοξάζεται τοὺς ὑφεστάναι λέγοντας τὰ γένη καὶ τὰ εἴδη

    介词短语 κατά τινας(根据某些人)中的代词 τινας 由后随的带冠词分词短语 τοὺς ὑφεστάναι λέγοντας(主张……的人)作同位语加以说明和限定。被动动词 δοξάζεται 的主语是前文的 τοῦτο。

  2. 2.23εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος

    冠词属格不定式 τοῦ δέχεσθαι τὸ εἶδος 作修饰名词 ἐνέργειαν 的属格(说明内容的同位属格或宾格性属格),指质料在接受形相这一现实化状态。

  3. 2.24ἐκεῖνο δὲ περιέχει τὴν τῶν ἐναντίων διαίρεσιν

    指示代词 ἐκεῖνο 指代前文提到的被分割之物(例如 τὸ ζῷον),即被分割的整体或属。它揭示了这一逻辑:包容了相反者分割的上位整体自身不可能成为相反项。

  4. 2.26ἓν γὰρ ἑνὶ δεῖ ὡρίσθαι ἐξ ἀνάγκης ἐναντίον εἶναι

    非人称动词 δεῖ 支配完成时被动不定式 ὡρίσθαι(被规定),后者进一步带有表示其规定内容与结果的 ἐναντίον εἶναι。主格 ἕν 与与格 ἑνί 表明相反关系严格的一对一对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:51.3-52.17