- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:49.26-51.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对属差不能述说于承载者(其名称与定义皆不能适用)这一疑难,德克西珀斯论述了亚里士多德所指的是与质料一同被把握的属差的同名同义述说,以及属差充实了关于承载者的定义,并批判了将习性与具有习性者割裂开来的斯多亚学派。
κβʹ. Δοκεῖ δέ μοι μηδαμῶς ἀληθὲς εἶναι τὸ τὴν διαφορὰν καθ’ ὑποκειμένου κατηγορεῖσθαι· οὔτε γὰρ τοὔνομα οὔτε τὸν λόγον ἔνεστι τῆς διαφορᾶς κατηγορεῖν τοῦ ὑποκειμένου. δῆλον δὲ ἐντεῦθεν· τὸ πεζὸν ἓν μὲν σημαίνει τὴν ἕξιν αὐτὴν οἷον τὴν πεζότητα, ἕτερον δὲ τὸ μετέχον τῆς ἕξεως ταύτης, ὅπερ οὐκ ἔστιν ἡ διαφορὰ ἀλλὰ τὸ διακείμενον κατ’ αὐτήν. τούτων δὴ οὕτως ἐχόντων τὸ πεζὸν νῦν παρῶμεν (οὐ γὰρ τοῦτό ἐστιν ἡ διαφορὰ τὸ διακείμενον κατ’ αὐτήν), αὐτὴν δὲ τὴν διαφορὰν λάβωμεν τὴν πεζότητα. ἆρ’ οὖν οἷόν τέ ἐστι κατηγορῆσαι τοὔνομα κατὰ τοῦ ὑποκειμένου τῆς διαφορᾶς, ὥστε φάναι τὸ ὑποκείμενον εἶναι πεζότητα, ἢ τὸν λόγον αὐτῆς, ὥστε τὸ ὑποκείμενον εἰπεῖν ἕξιν εἶναι ἀφ’ ἧς πεζοὶ γίνονται οἱ μετασχόντες; οὐκ ἔστιν εἰπεῖν. οὐχ ὑγιῶς τοίνυν εἴρηται τοὔνομα καὶ τὸν λόγον τῆς διαφορᾶς δύνασθαι κατηγορεῖσθαι τοῦ ὑποκειμένου. διὸ οὐδὲ συνωνύμως ἂν ῥηθείη διαφορὰ κατὰ τῶν ὑποκειμένων. οὐ καθ’ ὑποκειμένου ἄρα, εἴπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν ὑπ’ αὐτὰ ἀτόμων κατηγορεῖται. Πρὸς δὴ τοῦτο τὸ ἀπόρημα οὕτως ἂν ἀπαντήσαιμεν. οὐ γάρ, ἅπερ ἐκεῖνοι βούλονται, τὸ ἔχον τὴν πεζότητα νῦν ἀφίημι ὡς μὴ ὄντος μὲν τούτου διαφορᾶς, τοὐναντίον δὲ τῆς πεζότητος,1 ὡς ἐκεῖνοι λέγουσιν· ἐπινοίᾳ γὰρ χωρίζοντες τὴν πεζότητα οὐ βούλονται τὸ μετὰ τοῦ ὑποκειμένου συνειλημμένον εἶναι διαφοράν. ἄλλο δέ ἐστι χωρίσαι τι τῇ ἐπινοίᾳ, ἄλλο ὡς συνυπάρχον τῷ ὑποκειμένῳ συλλαβεῖν. ἐπεὶ οὖν καὶ ὁ Ἀριστοτέλης περὶ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν εἴρηκε τῶν συνειλημμένων μετὰ τῆς ὕλης, καὶ ἡμεῖς οὕτως ἐκδεχόμεθα· τὸ μὲν γὰρ πεζὸν καὶ τὴν πεζότητα ἔχει, ἡ δὲ πεζότης ἐπίνοια τις οὖσα μόνον ψιλὴ τὸ πεζὸν οὐ συνείληφεν. οὐ χρὴ οὖν διαιρεῖν τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστι τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον, ἐπεὶ καὶ ἄτοπον ἐν μὲν τῷ εἶναί τινι ὑπάρχειν,2 τὸ δὲ ὄνομα καὶ τὸν λόγον μὴ ἐπαληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου. οὕτω μὲν οὖν ἡμεῖς ἀπηντήσαμεν· φαμὲν δὲ καὶ ἄλλην εἶναι λύσιν οὐκ ἀπόβλητον. ἐπεὶ γὰρ τὸ μάλιστα ποιοῦν τὸ εἶδος ἡ διαφορά ἐστιν, ἀληθεύεσθαι εἴρηκε τῷ λόγῳ τῷ τὸν τοῦ ὑποκειμένου λόγον ὑπὸ ταύτης συμπληροῦσθαι· καθ’ ὑποκειμένου οὖν λέγεται, ὡς ἐκεῖνοι βούλονται, ὅτι συμπληρωτική ἐστι τοῦ κατὰ τὸ ὑποκείμενον λόγου· ἄν γὰρ εἴπω φησὶ πεζότητα, ἐπὶ γῆς διὰ σκελῶν εἴρηκα κίνησιν, ἡ δὲ ἐπὶ γῆς διὰ σκελῶν κίνησις καὶ τὸ πεζὸν καὶ τὸ οὕτως κινούμενον δηλοῖ. ταῦτα μὲν δὴ οὕτως. θαυμάζω δὲ τῶν Στωϊκῶν χωριζόντων3 τὰς ἕξεις ἀπὸ τῶν ἑκτῶν· ἀσώματα γὰρ μὴ παραδεχόμενοι καθ’ ἑαυτά, ὅταν ἐρεσχελεῖν δέον ᾖ, ἐπὶ τὰς τοιαύτας διαλήψεις ἔρχονται. εἰ δὲ οὐδ’ αἱ ποιότητες ἄνευ τῶν ποιῶν, οὐδ’ αἱ ἕξεις ἄνευ τῶν ἑκτῶν οὐδ’ αἱ διαφοραὶ ἄνευ τοῦ ὑποκειμένου θεωρηθήσονται, ἀλλὰ τῷ ὁριστικῷ ἑαυτῶν λόγῳ συμπληρώσουσι τὰ ὑποκείμενα.
κβʹ. “然而在我看来,属差被述说于承载者这绝非真实;因为属差的名称和定义都不能被述说于承载者。从下述情况即可明了:‘步行的’一方面表示习性本身,如‘步行性’,另一方面表示分有这种习性者,而这并不是属差,而是依属差被规定的事物。既然情况如此,我们现在暂且放开‘步行的’(因为依属差被规定的这个事物并不是属差),而取属差本身即‘步行性’。那么,难道有可能把属差的名称述说于承载者,从而说承载者是步行性吗?或者把它的定义[述说于承载者],从而说承载者是分有它者藉以成为步行者的习性吗?这是不可能说的。因此,说属差的名称和定义能够被述说于承载者并不是健全的说法。正因如此,属差也不能同名同义地对诸承载者被述说。所以,如果被述说于承载者之物确实同名同义地述说于其下的诸个体,那么[属差]就不是述说于承载者的了。” 针对这一疑难,我们当这样回应。因为我并不如他们所愿的那样,现在放开具有步行性的事物,仿佛如他们所说此物不是属差,相反步行性[才是属差]似的;因为他们用思惟将步行性分离出来,不愿让与承载者一同被把握的事物成为属差。然而凭思惟分离某物是一回事,把它作为与承载者共存者一同把握又是另一回事。因此,既然亚里士多德在此也是就定义的说明而言,并且谈及同名同义的述说乃是就与质料一同被把握的诸属差而言,我们也便这样理解;因为‘步行的’也具有步行性,而‘步行性’作为纯粹的思惟并未把‘步行的’一同把握。因此不应当把依承载物种而言的说明与定义的说明分割开来;因为如果定义的说明揭示了本质,而这就是物种,那么依承载者而言的说明就不会是一回事,而依定义而言的说明是另一回事,因为如果某物存在于某物的本性之中,而其名称和说明却不能在承载者上得到证实,这也是荒谬的。我们就这样作出了回应;但我们也说还有另一种不可废弃的解决方案。因为属差最能构成物种,所以他说,由于承载者的说明被它所充实,它在说明上便得以证实;因此,如他们所愿,它被称为述说于承载者,乃是因为它是对依承载者而言的说明的充实;他说,因为如果我说了‘步行性’,我便说出了凭借双腿在地面上的运动,而凭借双腿在地面上的运动既揭示了‘步行的’,也揭示了‘如此运动的事物’。这些情况就是如此。但我惊异于那些把习性与具有习性者分离开来的斯多亚学派;因为他们并不接纳就其自身而言的无形体之物,但每当需要诡辩时,他们就走向这样的区分。然而,如果性质不能脱离具有性质者[被观察],习性不能脱离具有习性者[被观察],那么属差也不能脱离承载者被观察,而是将以它们自身的定义性说明来充实承载者。
- 2.22οὐ γάρ, ἅπερ ἐκεῖνοι βούλονται, τὸ ἔχον τὴν πεζότητα νῦν ἀφίημι ὡς μὴ ὄντος μὲν τούτου διαφορᾶς, τοὐναντίον δὲ τῆς πεζότητος
句首的否定词 οὐ 修饰主要动词 ἀφίημι,全句表示“我并不如他们所愿那样……放手”。后半部分的 ὡς μὴ ὄντος ... 是表示托词或假定理由的属格绝对结构,指代对手所持的、为作者所驳斥的前提。
- 2.22ἐν μὲν τῷ εἶναί τινι ὑπάρχειν
冠词化不定式 τῷ εἶναι 带有与格 τινι,意为“在某物的存在(本质)之中”。该介词短语修饰不定式 ὑπάρχειν,整体构成非人称结构 ἄτοπον [ἐστί] 的主语从句。
- 2.22θαυμάζω δὲ τῶν Στωϊκῶν χωριζόντων
动词 θαυμάζω 支配所指向之人的属格(τῶν Στωϊκῶν),分词 χωριζόντων 充当修饰成分,说明引起惊异的行为(“对将……分离开来的斯多亚学派感到惊异”)。
