- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:4.1-5.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在德克西普斯与塞琉古的对话序幕中,塞琉古请求解决亚里士多德《范畴篇》中的疑难,德克西普斯虽身处不幸与疾病,仍应允相助,并确立了仅作简明解答而不作繁琐注释的原则。
Δεξίππου Πλατωνικοῦ φιλοσόφου τῶν εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἀποριῶν τε καὶ λύσεων τὸ πρῶτον. ἔστι δὲ διαλογικὸν τὸ σύγγραμμα καὶ τὰ τοῦ διαλόγου πρόσωπα αὐτὸς οὗτος Δέξιππος καὶ Σέλευκος. Ὄκνος τις ἔχει με μάλα καλὴν καὶ γενναίαν χάριν αἰτῆσαι προθυμούμενον, ὦ τῶν καλῶν ἐμοὶ καθηγητὰ Δέξιππε, ἐπεὶ δὲ Ἡσιόδῳ λέγοντι πείθομαι αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, θαρσῶν διαλεχθῆναι περὶ αὐτῆς βούλομαι. Ἀλλ’ ἔγωγε καὶ πάλαι μὲν ἐθαύμαζον, ὦ καλὲ κἀγαθὲ Σέλευκε, ὅτι τηλικοῦτος ὢν εὐμαθείᾳ καὶ πραότητι διαφερόντως ἐκλάμπεις, ἐμβριθῶς τε πρὸς τὰς μαθήσεις ἀπαντᾷς ἀσφαλῶς τε καὶ ἀπταίστως ταύτας φυλάττεις, ὑπὸ δὲ ἀγχινοίας καὶ ὀξύτητος κινούμενος πολὺ τοὺς ἄλλους ὑπερπηδᾷς ταῖς ἐρωτήσεσι, καὶ νῦν δὲ ἕτοιμός σοι πείθεσθαι σπουδαίως ἔχοντι περὶ τὰ μαθήματα. οὐδενὸς μὲν γὰρ τῶν ἐκ τῆς ἀγαθῆς τύχης ἐνδεῶς ἔχεις, ἀλλὰ καὶ τὰ ἐκ γένους καὶ δόξης ὑπάρχει σοι, ὅσα μηδενὶ τῶν καθ’ ἡμᾶς. ἐπαινῶ δέ σου τήν τε τῆς φύσεως ἐπιτηδειότητα πρὸς πάντα ἀνηγμένην τὰ καλά, καὶ ὅτι τῶν μὲν ἄλλων, τῶν ἔξωθεν ὑπαρχόντων, ὑπερφρονεῖς, παιδείας δὲ ἐρᾷς καὶ τοῦ μανθάνειν ἀκορέστως ἔχεις· ὥστε ὅτι βούλει τῶν εἰς λόγους ἡκόντων, ἐπίταττε. Διαίτησον δὴ τοῖς εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπορημένοις1 καὶ τὰ ἀμφισβητούμενα διαλῦσαι πειράθητι. Μέγα μὲν τὸ ἐπίταγμα, ὦ φίλη καὶ τιμιωτάτη κεφαλή, καὶ οὔτι μοι νῦν ἐπιτελεσθῆναι ῥᾴδιον· ἥ τε γὰρ ἐπὶ Διϊφίλῃ τῇ θυγατρὶ συμφορὰ τῇ σοφῇ τε καὶ καλῇ βαρεῖά μοι καὶ χαλεπὴ φαίνεται (τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;) καὶ τὸ σῶμά μοι νόσοις ἐκτέτηκεν. ἡδέως μήν σοι πείθομαι, πόρρωθεν δὲ ὥσπερ οἱ δειλοὶ τῶν ἀγωνιστῶν ὁμολογεῖν ἔγνωκα, ὅτι Πλωτίνῳ τῷ Πλατωνικῷ φιλοσόφῳ ἀντιλέγειν χαλεπὸν οὕτω βαθέως ἠπορηκότι. οὐ μὴν ἀλλὰ καὶ πρὸς δαίμονά περ κατὰ τὸν Ὁμηρικὸν ἥρωα σὴν χάριν ὁρμᾶν οὐκ ὀκνῶ, σὺ δέ μοι ξυλλαμβάνου τοῦ λόγου τὰς κατὰ μέρος ἐξηγήσεις μηδαμῶς ἀπαιτῶν· πολλὰς γὰρ καὶ ἀπείρους ξυγγραφὰς εἰς τὸ βιβλίον τοῦτο ἄλλοι τε πολλοὶ καὶ μάλιστα Πορφύριος εἶθ’ ὕστερον Ἰάμβλιχος καταβέβληνται καὶ τῷ πλήθει δυσλήπτους. ἵν’ οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, μόνα τὰ ἀπορούμενα ἐρώτα· οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι2 (οὐχ οὕτω τετύφωμαι), ἀλλὰ ταχείας καὶ συντόμους καὶ σαφεῖς τὰς λύσεις ἀποδοῦναι βούλομαι. δεῖ δὲ τὸν μέλλοντα τὰς ἀπορίας ταύτας ἀναγνώσεσθαι τῶν κατηγοριῶν νενοηκέναι πρῶτον τὰ ἐδάφια ἀκριβῶς τὰ κατὰ λέξιν, ἐπεὶ οὐδὲν τῶν ἐνταῦθα λεγομένων εἴσεται.
柏拉图派哲学家德克西普斯对亚里士多德《范畴篇》所存疑难及解答的第一卷。本书为对话体,对话的人物即德克西普斯本人与塞琉古。 一种迟疑抓住了我,尽管我极愿请求一件极其美好而高贵的恩惠,我善美之事的导师德克西普斯啊;但因我信服赫西俄德所言“羞耻对于困乏之人并非善事”,故我鼓起勇气愿就此交谈。 然而,优秀善良的塞琉古啊,我不仅久已赞赏你,因为你在如此年纪,就在敏于学习与温和方面表现得格外卓越,沉着地对待各门学业,稳固而不跌倒地守住它们,并且因机敏与锐利所驱使,在提问中远远超越他人;如今对于热心求学的你,我也随时乐意遵从。因为你在出于好运的事物上毫无匮乏,反而在出身与名声方面所拥有的,当代无人能及。我赞扬你导向一切美善之事的自然禀赋,也赞扬你蔑视其他事物——那些外在拥有的事物——却热爱教养,对学习怀着无厌之求。因此,凡涉及论辩之事,但凭你吩咐所愿。 那么,请对亚里士多德《范畴篇》中所存的疑难作出裁决,并尝试化解争议之处吧。 这是一项重大的嘱托,亲爱而最尊贵的人啊,而且眼下对我而言绝非易事。因为关于我聪慧而美丽的女儿迪伊菲拉的不幸,在我看来沉重而艰难(因何不直言真相呢?),而我的身体也因疾病而消瘦殆尽。但我欣然遵从你,不过我已经决定像怯懦的竞技者那样从远处先行承认:要反驳把疑难探讨得如此深刻的柏拉图派哲学家普罗提诺,乃是一件难事。话虽如此,我亦不惧像荷马笔下的英雄那样,即使逆神意而行也要为了你挺身而出;只是你要在讨论中协助我,决不要要求逐节逐句的解释。因为许多其他人,尤其是波菲利,以及其后的扬布里柯,都针对这本书留下了浩瀚无边、因其篇幅之巨而难以把握的著作。因此,为了使我们不遭遇与他们相同的命运,请仅就存疑之处提问;因为我并非打算补缀仿佛缺失之物(我还不至于如此狂妄自大),而是希望给出迅速、简短且明晰的解答。但是,打算阅读这些疑难的人,必须首先精确领会《范畴篇》的逐字原文,否则他将对此处所言一无所知。
- 1.0Διαίτησον δὴ τοῖς εἰς τὰς Ἀριστοτέλους κατηγορίας ἠπορημένοις
动词 διαιτάω 意为“裁决、仲裁”,此处支配与格短语 τοῖς ... ἠπορημένοις 作为其裁定的对象,即“对……所存的疑难作出裁决”。
- 1.0οὐ γὰρ ὥσπερ λεῖπόν τι προσθήσων διανοοῦμαι
将来时分词 προσθήσων 与 ὥσπερ 连用,依附于主要动词 διανοοῦμαι,表示主观意图(“仿佛打算补充……”)。λεῖπόν τι 作为该分词的直接宾语,用作名词性结构(“欠缺之物”)。
