- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:48.20-49.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯提出了属差既非实体亦非附带属性的疑难,并根据不同属之间的过渡存在中介这一公理,将属差定位为实体与性质(附带属性)的中介,进而梳理并介绍了古代哲学家们的诸种解决方案(作为实体的性质、作为两者之中介、或作为实体的一部分)。
κα. Ἀλλ’ εἰ μήτε οὐσία ἐστὶν ἡ διαφορὰ μήτε συμβεβηκός, ἄλλο δὲ οὐσίας καὶ συμβεβηκότος οὐδέν ἐστι διάφορον τρίτον (πάντα γὰρ τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ 〈οὐκ〉 ἐν ὑποκειμένῳ, ἢ γὰρ οὐσίαι εἰσὶν ἢ συμβεβηκότα)· εἰ οὖν ἐν μηδετέρῳ τούτων τακτέον τὴν διαφοράν, ποῦ κατατάξομεν αὐτήν; Εἰσὶ μὲν οὖν πολλαὶ πρὸς τοῦτο λύσεις, ἃς μικρὸν ὕστερον ἐρῶ, πρῶτον δὲ βούλομαι ὥσπερ ἀξίωμά τι προθεῖναι, ἀφ’ οὗ τὰς ἀπορίας καὶ τὰς λύσεις κρίνειν δυνησόμεθα. δοκεῖ δὴ τοῖς δεινοῖς περὶ τὴν τῶν ὄντων ἱστορίαν ἄρρητος γίγνεσθαι ἡ τῆς φύσεως ἀφ’ ἑτέρου γένους εἰς ἕτερον γένος μετάβασις ἀεὶ τοῦ μέσου διαλανθάνοντος ἡμᾶς, οἷον τὸ δυνάμει τὸ ἐπὶ τῶν οὐσιῶν, οἷον λέγω ἐπὶ τῶν ἀνθρώπων ἢ τῶν ἄλλων ζῴων ἐν τοῖς σπέρμασι θεωρούμενον, οὔτε οὐσία οὐδέπω ἐστίν (ἔτι γάρ ἐστιν ἀτελές) οὔτε τὸ ἐνεργείᾳ τῷ οὕτως δυνάμει συμβέβηκε (τελειότης γὰρ τοῦτο)· λείπεται τοίνυν μέσον τι ἄλλο εἶναι τῶν οὐσιῶν τοῦ τε ἐνεργείᾳ φέρε ἀνθρώπου καὶ τοῦ δυνάμει. ὁ αὐτὸς τοίνυν ἐστὶ λόγος καὶ περὶ τῆς διαφορᾶς· καὶ γὰρ αὕτη τὸ μέσον ἕξει ποιότητός τε καὶ οὐσίας· διὸ καὶ συντελεῖ εἰς τὸ εἶναι καὶ τὸ ποιὸν εἶναι, καὶ οὕτως ἔσται οὐκ ἐν ὑποκειμένῳ. διὸ δεῖ προστιθέναι εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ τὸ οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου·1 τὸ γὰρ εἶδος συντελεῖ τι καὶ ἡ διαφορά. ἐπειδὴ τοίνυν ταῦτα προειλήφαμεν, ἀναλάβωμεν τὰς λύσεις τῶν παλαιῶν φιλοσόφων περὶ τῆς διαφορᾶς. μία μὲν δόξα γένοιτ’ ἂν ἡ ποιότητα τιθεμένη τὴν διαφοράν, ποιότητα δὲ οὐσιώδη καὶ συμπληρωτικὴν τῆς οὐσίας· ἄλλη δ’ ἡ μέσον ποιότητος καὶ οὐσίας τὴν διαφορὰν ὑπολαμβάνουσα, κοινόν τινα σύνδεσμον παρεχομένην ταῖς μὲν οὐσίαις πρὸς τὰ οὐσιώδη συμβεβηκότα, τοῖς δὲ συμβεβηκόσι πρὸς τὰς οὐσίας. ἡ γὰρ φύσις οὐκ εὐθὺς μεταβαίνει ἀπὸ τῶν ἐναντίων ἐπὶ τὰ ἐναντία, οἷον ἀπὸ τῶν ζῴων ἐπὶ τὰ φυτά, ἀλλὰ καὶ μεταξύ τινα μέσην ζωὴν τὴν τῶν ζῳοφύτων συνέστησε συναγωγὸν ἀμφοτέρων τῶν ἄκρων καὶ συμπληρωτικὴν καὶ συνδετικὴν αὐτῶν πρὸς ἄλληλα. καὶ ἐνταῦθα τοίνυν τῶν διαφόρων γενῶν οἷον οὐσίας καὶ συμβεβηκότος μέσον τι ἔσται κατὰ μέν τινας ὡς μετέχον ἀμφοτέρων τούτων, κατ’ ἄλλους δὲ ὡς κεχωρισμένον ἀμφοῖν. ἄλλη δ’ ἂν γένοιτο δόξα τῶν λεγόντων μὴ μόνον συμπληρωτικὴν εἶναι τῆς οὐσίας τὴν διαφοράν, ἀλλὰ καὶ μέρος αὐτῆς, ἤτοι τὴν κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρουμένην,2 μέρος οὖσαν τῆς κατὰ τὸ εἶδος οὐσίας ἢ συναλλοιουμένην ταῖς περὶ τὸ ὑποκείμενον σχέσεσιν, ὡς περὶ αὐτὸ ἔχειν πως αὐτὴν καὶ διατίθεσθαι διαφόρως.
κα. “然而,如果属差既非实体亦非附带属性,而在实体与附带属性之外又没有任何不同的第三者(因为一切存在物要么在承载者中,要么〈不〉在承载者中,因为它们要么是实体,要么是附带属性);那么,如果属差不应置于这两者中的任何一个,我们又当将它归于何处呢?” 对此固然有许多解决方案,我稍后会谈到,但我首先希望提出一个仿佛公理般的前提,凭借它我们将能够评判诸种疑难与解决方案。在精于探究存在物的人们看来,自然从一个属向另一个属的过渡似乎是难以言表的,因为中介物总是逃避我们的注意。例如在实体方面潜在之物——我指的是例如在人或其他动物的种子中所见到的东西——它尚不是实体(因为它仍是不完全的),现实之物也并未作为附带属性存在于这样潜在之物中(因为这是完全形态);因此,在实体中,比方说在现实的人与潜在的人之间,留存着某种其他的居间之物。那么,关于属差也有同样的道理;因为属差也将占据性质与实体之间的居间地位;正因如此,它既对存在做出贡献,也对具有某种性质做出贡献,从而它将不在承载者中。因此,必须在‘在承载者中’的定义中补充‘对承载者的实体毫无贡献’这一条件;因为物种和属差确实做出了某种贡献。既然我们已经预先掌握了这些,就让我们来考察古代哲学家们关于属差的解决方案。一种见解可能是把属差定为性质,但是是实体的且充实实体的性质;另一种见解则把属差理解为性质与实体的居间者,为实体提供通向本质附带属性的纽带,为附带属性提供通向实体的共同纽带。因为自然并不会直接从相反者过渡到相反者,例如从动物过渡到植物,而是在中间也确立了某种居间的生命,即植虫类的生命,它汇聚了两个极端,并使它们彼此充实、彼此联结。因此在这里,在实体与附带属性这样不同的属之间,也将有某种居间之物,按照某些人的看法是分有这两者,按照另一些人的看法则是与两者分离。还有一种见解来自那些主张属差不仅充实实体、而且是实体的一部分的人,属差要么按照对承载者的包含来观察,作为依物种而言的实体的一部分;要么随着围绕承载者的诸种关系而一同变化,从而以某种方式依存于承载者并具有不同的形态。
- 2.21τὸ οὐδὲν συντελοῦντος εἰς τὴν οὐσίαν τοῦ ὑποκειμένου
中性定冠词 τὸ 将属格绝对结构(οὐδὲν συντελοῦντος...)整体实质性地名词化,以准引用的方式作为需要补充到前述界定(εἰς τὸν ὅρον τοῦ ἐν ὑποκειμένῳ)中的限定从句。“对承载者的实体毫无贡献[这一条件]”被直接作为界说的补充成分引入。
- 2.21ἤτοι τὴν κατὰ τὴν ἐμπερίληψιν τοῦ ὑποκειμένου θεωρουμένην
阴性宾格分词 τὴν ... θεωρουμένην 及其后的 ἢ συναλλοιουμένην 同格且补充性地接引了前文宾格不定词短语的主语 τὴν διαφοράν。它们以析取方式展开了第三种见解所设想的“作为实体部分的属差”的两种样态:要么依承载者的包摄而被视为属种实体的一部分,要么随着承载者周围的关系一同发生改变。
