← 德克西普斯

亚里士多德《范畴篇》注释

§46.30-48.19

实体的属种划分与属差本性之疑问

德克西珀斯解答了关于实体的属种划分及其一般定义的疑问(§2.17–§2.18),阐明了名称与界说述说于承载者的推论依据(§2.19),并探讨了与实体共同具有“不在承载者中”特征的属差的本性及其与附带属性的区别(§2.20)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

ιζ. Τοῦτο μὲν δὴ οὕτως· εἰπὼν δὲ δευτέρως οὖν οὐσίαι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν λέγονται, ὥσπερ τομὴν γένους εἰς εἴδη πεποίηται,1 ἵν’ ᾖ κοινὸν μὲν γένος ἡ οὐσία, εἴδη δὲ ἡ ἄτομος οὐσία καὶ ἡ δευτέρα οὐσία· ποῦ οὖν καὶ τὴν γενικὴν οὐσίαν ὡρίσατο; Φημὶ δὴ ὅτι ὑπογράψας τὴν μὲν πρώτην οὐσίαν διὰ τοῦ εἰπεῖν μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι, τὴν δὲ δευτέραν μὴ ἐν ὑποκειμένῳ μὲν εἶναι καθ’ ὑποκειμένου δὲ λέγεσθαι, κοινὸν ἐπ’ ἀμφοῖν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι λαμβάνει· εἰ δὴ τῆς πρώτης τὸ μὴ καθ’ ὑποκειμένου λέγεσθαι ἴδιον, τῆς κοινῆς ἔσται τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, καὶ οὐ παρεῖται οὐδὲ αὕτη.

ιζ. “这件事暂且如此。但他既然说了‘因此第一实体的属和物种以第二性的方式被称为实体’,就仿佛将一个属划分为各个物种一样,使得实体成为共同的属,而不可分的个别实体与第二实体成为物种;那么,他又是在何处定义了属层面的实体的呢?” 我于是说,他通过说‘既不对承载者被述说,亦不在承载者中’而概括了第一实体,又通过‘不在承载者中却对承载者被述说’概括了第二实体,从而将‘不在承载者中’作为两者的共同之点来接受。因此,如果‘不对承载者被述说’是第一实体的特有属性,那么‘不在承载者中’就将属于共同的[实体],而这[共同的实体]也并未被忽略。

§2.18

ιη. Ἀλλ’ εἰ τομὴ εἰς εἴδη, οὐκ ἔστι δὲ εἶδος ἡ πρώτη οὐσία (μία γάρ ἐστι καὶ ἓν ἀριθμῷ, τὸ δὲ εἶδος πολλὰ ἀριθμῷ)· πῶς ἂν εἴη τὰ εἰρημένα οὐσίας διαίρεσις; Ἐροῦμεν δὴ ὅτι τὸ μίαν εἶναι ἀριθμῷ κοινὸς λόγος ἐστὶ πάσης τῆς πρώτης οὐσίας, ὃ μάλιστα ἴδιον εἴδους ἐστί, κοινὸν δὲ καὶ τὸ μήτε καθ’ ὑποκειμένου λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι. ὁ μὲν οὖν τὶς ἄνθρωπος ἢ τὶς ἵππος οὐκ ἔστιν εἶδος, ὡς δὲ πρώτη τοιαύτη οὐσία πᾶσα εἶδος ἂν εἴη.

ιη. “但是,如果是向物种的划分,而第一实体并不是物种(因为它是单一的且在数目上为一,而物种在数目上为多),那么所说的话又怎么会是对实体的划分呢?” 我们于是会说,在数目上为一,是全部第一实体的共同界说,而这恰恰最为物种所特有;而且‘既不对承载者被述说亦不在承载者中’也是共同的。因此,某个特定的人或某匹特定的马并不是物种,但作为整体的每一此类第一实体都可以是一种物种。

§2.19

ιθ. Ἀλλ’ ἐπεὶ εἴρηκε φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι, ἐκ ποίων εἰρημένων τὸ τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον εἶναι καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι οὐ δείκνυσιν·2 ἀπὸ γὰρ τῶν περὶ τῆς οὐσίας εἰρημένων οὐδὲν φαίνεται τοιοῦτον. ἐρρήθη μὲν γὰρ ὅτι πρῶταί εἰσιν οὐσίαι αἱ ἄτομοι, δεύτεραι δὲ τὰ εἴδη αὐτῶν καὶ τὰ τῶν εἰδῶν τούτων γένη, ταῦτα δὲ οὐδὲν συντελεῖ πρὸς σαφήνειαν τοῦ τὸν λόγον καὶ τοὔνομα κατηγορεῖσθαι τοῦ ὑποκειμένου. Οἱ ταῦτα κατηγοροῦντες εἰκῇ ταράττονται· ἐξ ἐκείνων γὰρ δῆλον ὧν προεῖπεν· ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. τούτῳ γὰρ ἕπεται τὸ δεῖν τὸ καθ’ ὑποκειμένου κατηγορούμενον καὶ ὀνόματι καὶ λόγῳ ἀληθεύεσθαι κατὰ τοῦ ὑποκειμένου.

ιθ. “但是,既然他说过‘从所说的事情显而易见,就对承载者被述说的事物而言,名称与界说必然都被述说’,他却没有指出是从哪些所说的事情中得出‘就对承载者被述说的事物而言,名称与界说必然都被述说’这一结论的;因为从关于实体所说的事情中完全看不出此类内容。因为固然曾说过不可分者是第一实体,它们的物种以及这些物种的属是第二实体,但这些对于阐明界说和名称被述说于承载者毫无帮助。” 提出这些指责的人乃是无端陷入混乱;因为这从他先前所说的事情中是显而易见的:‘当一事物作为对承载者被述说那样述说于另一事物时,凡是对被述说者所说的一切,也将对承载者被述说。’因为正是由此得出,对承载者被述说者必须在名称和界说上都真实地述说于承载者。

§2.20

κ. Ἐπεὶ δὲ περὶ τῶν διαφορῶν λέγει ὡς κοινὸν ἐχουσῶν πρὸς τὰς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἀφ’ οὗ κατασκευάζει ὅτι οὐκ ἴδιον τῆς οὐσίας τοῦτο, ἀναγκαῖον προλαβεῖν, ὅσα ἐστὶ χρήσιμα περὶ τῶν διαφορῶν. Δοκεῖ μὲν οὖν τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος τοῦτο διαφορὰν εἶναι, καὶ κατὰ τὴν τοιαύτην διάκρισιν ὡς πρὸς τὸ γένος νοεῖται αὐτῆς ἡ διαίρεσις· κυριώτερον δ’ ἄν τις εἴποι, ὅτι τῷ εἴδει τὴν διαφορὰν χρὴ συντάττεσθαι, διόπερ πολλάκις ἀντὶ τοῦ εἴδους παραλαμβάνονται. σύμπασαι μὲν γὰρ αἱ διαφοραὶ ὁμοῦ ῥηθεῖεν ἂν περὶ τοῦ γένους, καθ’ ἑαυτὴν δὲ ἑκάστη κατὰ μὲν τῶν ὑφ’ ἑαυτὴν ῥηθείη ἂν καθ’ ὧν λέγεται κατὰ παντός, κατὰ δὲ τοῦ γένους οὐδαμῶς· οὐδὲ γὰρ μορφωτική ἐστιν ἑκάστη τοῦ γένους. διενήνοχε δὲ τοῦ εἴδους ἡ διαφορὰ ᾗ ὅλον μέρους.3 ἔστι γὰρ ἡ διαφορὰ ποιότης συμπληρωτικὴ οὐσίας, καὶ οὐκ ἔστι μὲν ἐν ὑποκειμένῳ, ὅτι συμβάλλεται εἰς οὐσίαν τούτοις ἅπερ εἰδοποιεῖ, οὐκ ἔστι δὲ οὐσία, ὅτι οὐκ εἰς τὸ εἶναι ἀλλ’ εἰς τὸ τοιόνδε εἶναι συμβάλλεται. χρὴ δὲ νοεῖν τὸ τοιόνδε οὐχ ὡς ἐπὶ τοῦ λευκοῦ φέρε λέγομεν· χωρίζεται γὰρ τοῦτο, ἡ δὲ διαφορὰ οὐ χωρίζεται, πλὴν εἰ μή τι συμφθαρείη τῷ ὑποκειμένῳ. ἂν δέ τις λέγῃ ὅτι καὶ τὸ οὐσιῶδες συμβεβηκὸς ἄνευ φθορᾶς οὐ χωρίζεται, ἀλλ’ ἐροῦμεν πρὸς αὐτὸν τὴν παντελῆ διάστασιν τοῦ οὐσιώδους συμβεβηκότος καὶ τῆς διαφορᾶς σημαίνοντες. ἄνεσις μὲν γὰρ καὶ ἐπίτασις περὶ τὸ οὐσιῶδες συμβεβηκὸς θεωρεῖται, οἷον περὶ τὸν Αἰθίοπα μεταστάντα εἰς ἄλλους τόπους ἄνεσις ἂν τοῦ μέλανος σώματος γένοιτο καὶ ἡ τοῦ γάλακτος λευκότης ἧττόν ἐστι, μᾶλλον δὲ ἡ τῆς χιόνος· ἐπὶ δὲ τῆς διαφορᾶς τὸ μᾶλλον καὶ ἧττον οὐκ ἄν τις θεωρήσειεν· οὐ γάρ ἐστι δίπουν δίποδος οὐδὲ πεζὸν πεζοῦ μᾶλλον.

κ. “既然他谈到属差时,认为它们与实体共同具有‘不在承载者中’这一特征,并由此确立了这一点并非实体所特有,那么预先掌握关于属差的有用知识便是必然的。” 因此,按本性划分同一属下之物的东西,似乎就是属差,并且按照这样的区分,关于它的划分乃是相对于属来理解的;但人们或许可以说得更严格:属差应当与物种相配序,正因如此,人们常常用属差来代替物种。因为所有的属差可以共同述说于属,但各自单独而言,虽可以述说于其自身之下的事物(即关于它们全体被述说的事物),却绝不能述说于属;因为每一个属差并不塑造属的形态。而且属差与物种的相异,乃如整体与部分的相异。因为属差是充实实体的性质,并且由于它为它所塑造成种的这些事物在实体层面做出贡献,所以它不在承载者中;但它又不是实体,因为它的贡献并非针对存在本身,而是针对是这般的存在。不过,人们不应把‘是这般的存在’理解为像我们对白色所说的那样;因为白色是可以被分离的,而属差若非与承载者一同毁灭便不可分离。如果有人说,本质的附带属性在没有毁灭的情况下也是不可分离的,我们将向他指出本质的附带属性与属差的全然悬隔来予以回应。因为松弛与强化(程度的增减)是可以在本质的附带属性上被观察到的——例如移居到其他地方的埃塞俄比亚人,其黑色的身体可能发生松弛,而牛奶的白度较小,雪的白度更大;但在属差上,人们不可能观察到更大与更小;因为两足之物不会比[其他]两足之物更具两足性,陆生之物也不会比[其他]陆生之物更具陆生性。

语法注3 条
  1. 2.17εἰπὼν δὲ δευτέρως οὖν οὐσίαι τὰ γένη καὶ τὰ εἴδη τῶν πρώτων οὐσιῶν λέγονται, ὥσπερ τομὴν γένους εἰς εἴδη πεποίηται

    主格分词 εἰπὼν 与主句动词 πεποίηται 的主语(亚里士多德)一致。该分词在此具有原因或附带情况的功用(‘由于他说了……他就仿佛划分了……’),为后文提出关于属层面定义的疑问设定了前提。

  2. 2.19ἐκ ποίων εἰρημένων τὸ τῶν καθ’ ὑποκειμένου λεγομένων, ἀναγκαῖον εἶναι καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι οὐ δείκνυσιν

    这是一个交错句构,主句动词 οὐ δείκνυσιν 回应句首的 ἐπεὶ εἴρηκε...从句。冠词引导的不定词短语 τὸ τῶν καθ’ ὑποκειμένου λεγομένων... κατηγορεῖσθαι 将亚里士多德的原命题整体名词化,作为间接疑问句(ἐκ ποίων εἰρημένων...)所引导的宾语。

  3. 2.20διενήνοχε δὲ τοῦ εἴδους ἡ διαφορὰ ᾗ ὅλον μέρους

    副词 ᾗ(‘正如……的方式’)引导比例关系,省略了动词 διαφέρει,即‘正如整体[相异于]部分’。就逻辑构成而言,物种作为完足的整体,属差作为构成它的部分,此处是以整体与部分的对应关系来说明物种与属差的差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:46.30-48.19