- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:45.12-46.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西普斯驳斥了逍遥学派关于普遍者与个别者在依本性上的先后之争,并通过阐明《范畴篇》是立足于就我们而言的认知与言说次序,回应了普罗提诺等人关于实体界定次序及实体程度的诸项疑问。
ιβ. Ἀλλὰ τί ἂν εἴποιμεν πρὸς τοὺς περὶ αὐτοῦ τούτου διαμφισβητοῦντας, μήποτε οὐδὲ φύσει πρότερα ᾖ τὰ καθόλου τῶν καθ’ ἕκαστον ἀλλὰ ὕστερα; Ἢ σκοποῦντες ἀκριβῶς εὕροιμεν ἂν τὰ ἀμφισβητούμενα ὡς ὁμολογούμενα αὐτοὺς λαμβάνοντας· ὅταν γὰρ ἑνὸς ἑκάστου πρῶτα φύσει λέγωσι τὰ καθόλου, πάντως δὲ πάλιν ὕστερα, ὑποτιθέμενοι τὰ καθ’ ἕκαστα εἶναι καὶ τῇ φύσει πρότερα, οὐ καλῶς ὡς ἐν ἀρχῇ λαμβάνουσιν αὐτὸ ὅπερ δεῖται ἀποδείξεως.1 ἐπιπόλαια δέ ἐστι καὶ τὰ τοιαῦτα ἐπιχειρήματα· κοινοῦ μὲν ὄντος ἀνάγκη καὶ ἄτομον εἶναι (ἐν γὰρ τοῖς κοινοῖς τὰ ἄτομα περιέχεται), ἀτόμου δὲ ὄντος οὐ πάντως τὸ κοινόν, εἴ γε τὸ κοινὸν ἐπὶ πολλοῖς ὑπάρχει. δῆλον γὰρ ὅτι τὸ καθ’ ἕκαστον καταταχθέντος εἰς αὐτὸ τοῦ κοινοῦ καὶ συμπληροῦντος αὐτοῦ τὴν οὐσίαν ἐστὶν ἄτομον· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι. ψεῦδος δὲ καὶ τὸ λέγειν, ὡς ἀναιρουμένου τοῦ κοινοῦ οὐ πάντως τὸ ἄτομον ἀναιρεῖται· εἰ γὰρ ἐν τούτῳ ἔχει τὸ κοινὸν τὴν οὐσίαν ἐν τῷ διατείνειν ἐφ’ ὅλα τὰ ὑπ’ αὐτὸ τεταγμένα, ὁ ταύτην ἀναιρῶν2 ἀνῄρηκεν εὐθὺς καὶ τοῦ κοινοῦ τὴν ὅλην ὑπόστασιν. οὕτως μὲν οὖν τοῖς περὶ Ἀλέξανδρον καὶ Βόηθον τοῖς τε ἄλλοις Περιπατητικοῖς ἐπιχειροῦσιν ἀποκρίνεσθαι χρή, δεικνύναι δὲ ἐξηγουμένους τὰ Μετὰ τὰ φυσικὰ προσῆκεν, ὅτι τὰ κοινὰ Ἀριστοτέλης προτάττει καὶ ἐν τῇ τῶν αἰσθητῶν θεωρίᾳ.
ιβ. “但是,针对就这一点本身提出争辩、认为普遍者或许在依本性上也并不先于个别者反而是后于个别者的人,我们该说些什么呢?” 或许精确考察起来,我们会发现他们是将存有争议的事物当作公认的事物来接受;因为当他们说普遍者在依本性上先于每一件事物、却又完全相反地说是后于它们,设定个别者在依本性上也居先时,他们不当地将恰恰需要证明的事情当作原初前提来接受。而且如下这类的论驳也是肤浅的:“若共同者存在,则不可分者(个别者)亦必然存在(因为不可分者包含在共同者之中);但若不可分者存在,共同者却未必存在,如果共同者确实从属于多数事物的话。”因为显而易见,个别者是在共同者被配序入其中并完足其自身的实体时,才成为不可分者的;因为某个特定的人也是人。而说“当共同者被取消时,不可分者未必被取消”,这也是错误的;因为如果共同者是在扩展至所有从属于它的事物之中拥有其实体,那么取消这一[实体]的人,也就随即取消了共同者的全部存立。因此,应当这样回应亚历山大和波埃图斯一派以及其他进行此类尝试的逍遥学派学者;但在解释《形而上学》时,则宜指出亚里士多德在对感觉事物的考察中也将共同之物置于首位。
ιγ. Δοκεῖ δέ τισι μὴ ὀρθῶς ἡ τάξις ἔχειν ἐνταῦθα· ἀκόλουθον γάρ, ὥς φασιν, ἦν πρῶτον εἰπεῖν τὴν αἰτίαν δι’ ἣν δεύτεραί εἰσιν οὐσίαι αἱ δεύτεραι, εἶθ’ οὕτως τῶν δευτέρων οὐσιῶν τὴν σύγκρισιν ποιήσασθαι πρὸς ἀλλήλας. Φαμὲν δὴ ἡμεῖς, ὡς ἔχει τοῦτο προειλημμένον ἐναργῶς ἀπὸ τῆς διαιρέσεως τῶν καθ’ ὑποκειμένου καὶ ἀπὸ τοῦ κυριωτάτην δεδεῖχθαι εἶναι οὐσίαν τὴν μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ· ἀπὸ γὰρ τούτου ἐξ ἀνάγκης συμβαίνει δευτέρας εἶναι οὐσίας τὰς καθ’ ὑποκειμένου μὲν λεγομένας μὴ ἐν ὑποκειμένῳ δὲ οὔσας.
ιγ. “但在某些人看来,这里的顺序并不正确;因为正如他们所说,合乎顺序的应当是先说出第二实体之所以为第二的原因,然后再对第二实体相互之间进行比较。” 我们则说,这一点已经从关于就承载者被述说之物的划分中,以及从表明了既不就承载者被述说亦不在承载者中的实体是最严格意义上的实体中,被清晰地预先领会了;因为必然由此得出,那些就承载者被述说但不在承载者中的事物,便是第二实体。
ιδ. Ἔτι προσαπορεῖ Πλωτῖνος περὶ τῆς τάξεως, ὡς ἀκόλουθον ἦν δεῖξαι τὴν πρώτην οὐσίαν μὴ οὖσαν μᾶλλον καὶ ἧττον οὐσίαν, εἶθ’ οὕτως τῶν εἰδῶν τὸ μᾶλλον καὶ ἧττον. Ἔστι δὲ καὶ πρὸς τοῦτο ἡ αὐτὴ ἀπολογία, ὡς ἤδη προειλημμένον εἶχε τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν,3 ὅτε πρώτως αὐτὴν καὶ μάλιστα καὶ κυριώτατα οὐσίαν εἶναι ἀπεφαίνετο· πάντα γὰρ τὰ τοιαῦτα ὥρισται καὶ οὐκ ἔχει τὴν τοῦ μᾶλλον καὶ ἧττον ἀπειρίαν. τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον πρόεισιν ἀεὶ ἀπαύστως, τὸ δὲ μάλιστα ἵσταται κατὰ τὴν ὑπερβολὴν καὶ τὸ πρώτως κατὰ τὴν ἀρχὴν καὶ τὸ κυριώτατα κατὰ τὴν προηγουμένην τῆς φύσεως ἰδιότητα.
ιδ. “普罗提诺进一步就顺序提出了疑问:合乎顺序的应当是先表明第一实体并非在更大或更小的程度上是实体,然后再表明物种的更大与更小程度。” 对此也有同样的辩护:即第一实体不在更大或更小的程度上存在,这一点在当他断言它是第一位的、最根本的、也是最严格意义上的实体时,就已经被预先领会了;因为所有这类事物都是有明确限定的,并不具有更大与更小的无限性。因为更大与更小总是无休止地推进,而‘最根本的’在极峰处止步,‘第一位的’在根源处止步,‘最严格意义上的’则在其本性的居先固有属性处止步。
ιε. Ἀλλ’ εἰ οὐδεμία οὐσία μᾶλλον καὶ ἧττον, πῶς τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία λέγεται; Ὅτι οὐ καθ’ ὅσον οὐσίαι εἰσί, τὸ μᾶλλον καὶ ἧττον λαμβάνει, ἀλλὰ κατὰ τὴν τῆς αἰσθητῆς οὐσίας πλείονα ἢ ἥττονα ἀπόστασιν.
ιε. “但是,如果没有任何实体在更大或更小的程度上存在,那么物种又怎么会被称为比属更具实体的呢?” 因为并非就它们是实体而言接受更大与更小,而是按照距离感觉实体的距离更远还是更近来接受的。
ις. Ἀλλ’ εἰ τὸ αἴτιον τῆς αἰσθητῆς οὐσίας λαμβάνει (τὰ γὰρ αἰσθητὰ γινόμενά ἐστι καὶ οὐκ ὄντα), οὐ τοῦτο λέγων ἀτόπως ἐπεισάγει τὸν περὶ τῶν πρώτων τῇ φύσει λόγον; Ἡμεῖς δὲ νῦν οὐ τὰ τῇ φύσει πρῶτα ζητοῦμεν, ἀλλὰ τὰ ὡς πρὸς ἡμᾶς πρῶτα καὶ τὰ ἐν τῷ λέγεσθαι πρῶτα.4 εἰ δὴ πρώτοις τοῖς εἴδεσιν ἐντυγχάνομεν, εἶθ’ οὕτως τοῖς γένεσι, καὶ πρώτως τὰ εἴδη σημαίνομεν, δευτέρως δὲ τὰ γένη, εἰκότως ἂν καὶ μᾶλλον οὐσίαι λέγοιντο τὰ εἴδη τῶν γενῶν.
ις. “但是,如果他采纳感觉实体的因由(因为感觉事物是处于生成中而非真正存在之物),他说这话岂不是不合时宜地引入了关于在依本性上居先者的讨论吗?” 然而我们现在所探求的并不是在依本性上居先者,而是就我们而言居先者以及在言说中居先者。因此,如果我们首先遭遇物种,然后再遭遇属,并且首先指称物种,其次指称属,那么物种自然应当被称为比属在更大程度上是实体。
- 2.12ὡς ἐν ἀρχῇ λαμβάνουσιν αὐτὸ ὅπερ δεῖται ἀποδείξεως
短语 ἐν ἀρχῇ λαμβάνειν 是古希腊逻辑学中表示“乞求论点/假定待证前提”(petitio principii)的标准专门短语。此处与 ὡς 连用,作谓语修饰,指出论敌不当地将恰恰需要证明的事情(αὐτὸ ὅπερ δεῖται ἀποδείξεως)当作开端的前提来接受。
- 2.12ὁ ταύτην ἀναιρῶν
阴性指示代词宾格 ταύτην 指向前文 ἐν τούτῳ ἔχει τὸ κοινὸν τὴν οὐσίαν 中的 τὴν οὐσίαν(共同者的实体)。逻辑在于:若取消了这一扩展至所有下属事物的实体,也就立即取消了共同者的全部存立(τὴν ὅλην ὑπόστασιν)。
- 2.14ὡς ἤδη προειλημμένον εἶχε τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν
此处为带 ὡς 的非人称绝对宾格结构(προειλημμένον [ὄν]),紧随其后的定冠词不定式从句 τὸ μὴ εἶναι μᾶλλον καὶ ἧττον τὴν πρώτην οὐσίαν(第一实体不在更大或更小程度上存在)充当其实质主语。语气词 εἴγε 起到限定或解释性原因(“既然/如果确实”)的作用。
- 2.16τὰ ἐν τῷ λέγεσθαι πρῶτα
带定冠词的与格不定式(ἐν τῷ λέγεσθαι)作为副词性短语修饰形容词 πρῶτα。它与前面的 τὰ ὡς πρὸς ἡμᾶς πρῶτα(就我们而言居先者)并列,指“在言说或述说秩序中居先的事物”。
