- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:43.26-45.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯通过解释实体居于各范畴之首的原因,指出对实体的规定是否定性的描述而非严格定义,说明轮流接纳相反者这一特性适用于日常语言中的复合实体,并结合《物理学》从“依本性”还是“就我们而言”协调了第一实体的称谓与排列次序,从而化解了普罗提诺提出的诸项疑问。
ζ. Ἄξιον δέ φησιν ὁ Πλωτῖνος ἐπιστῆσαι πρῶτον, διὰ τί ἡ οὐσία προτάττεται τῶν κατηγοριῶν. Δύο δὴ αἰτίας εὕροι τις ἂν τοῦ πρώτην εἶναι τὴν οὐσίαν·1 μίαν μέν, διότι ὑπόκειται πᾶσι μόνη· ἄν τε γὰρ τὴν ὕλην λάβῃς, ὑπόκειται τοῖς εἴδεσι, ἄν τε τὸ εἶδος, ὑπόκειται τοῖς συμβεβηκόσι, πανταχοῦ δὲ οἷον ἡ ὑποβάθρα πρῶτον. ἄλλην δὲ αἰτίαν ἀποδίδομεν, ὅτι αὐτὴ μὲν καθ’ ἑαυτὴν ὑφίστασθαι ἐπινοεῖται, τὰ δὲ ἄλλα ἐπὶ ταύτης ἢ οὐκ ἄνευ ταύτης. πρότερον δὲ τὸ καθ’ ἑαυτὸ ἐξ ἀρχῆς τοῦ μετ’ ἐκείνου καὶ οὐκ ἄνευ ἐκείνου· οὕτω καὶ μονὰς δυάδος προτέρα, ὅτι μονὰς καὶ ἄνευ δυάδος, δυὰς δὲ πάντως μετὰ μονάδος.
ζ. “普罗提诺说,首先探究实体为何被置于各范畴之首是很有必要的。” 人们可以为实体居于首位找到两个原因:其一,是因为唯有它作为承载者居于一切之下;因为无论你取质料,它都作为诸形式的承载者,无论取形式,它都作为诸偶性的承载者,而在任何地方,仿佛基础者都是居先的。我们给出的另一个原因是,实体本身被设想为依自身而成立,而其余事物则依附于它,或者离了它便不能成立。依自身自始即在者,先于伴随它且离了它便不在者;单子同样也先于双子,因为单子即使没有双子也存在,而双子则必定伴随单子。
η. Ἀλλὰ μὴν κἀκεῖνο ἄξιον ἀπορῆσαι, ὡς οὐ διδάσκει, τί ἐστὶν ἡ οὐσία, ἀλλὰ τί οὔ, καὶ ὅτι ποιεῖ τὰ ἄλλα γιγνώσκειν ἥδε, ἑαυτὴν δὲ οὔ, ἐπεὶ καὶ εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα, ὅ τι μὲν οὐκ ἔστιν εἴρηκεν, ὃ δέ ἐστιν οὐδὲν μᾶλλον ἀφωρίσατο διὰ τῆς ἀποφάσεως ἢ ὅτε ἐξ ἀρχῆς ἀόριστος ἦν ὁ ἄνθρωπος·2 ἐπεὶ οὐδ’ ἂν τὸ ἴδιον εἴπῃ τις, ἤδη ἐγνώκαμεν τί ἐστιν, οἷον τὸν ἄνθρωπον γελαστικόν. Ἀλλὰ πρὸς ταῦτα λεκτέον, ὅτι οὐκ ἔστιν ὅρος ὁ προκείμενος ἀλλ’ ὑπογραφή, καὶ ὅτι πολλοὶ ὅροι κατὰ ἀπόφασιν λέγονται, ὅταν γνώριμα ᾖ τὰ καταφασκόμενα· οὕτως γοῦν γνωρίμου γενομένου τοῦ ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον ὁρίζονταί τινες, ὃ μήτε ἀγαθόν ἐστι μήτε κακόν. καὶ ἐνταῦθα δὴ οὖν διὰ τοῦτο προεῖπε περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου, ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν δηλώσῃ. καὶ οὐκ ἠρκέσθη μόνῃ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων εἶναι τὸν ἄνθρωπον μήθ’ ἵππον μήτε βοῦν προσθείη ἐφεξῆς ‘οἷον Σωκράτης’.
η. “然而,那一点也值得作为疑问提出:他并未教示实体是什么,而只教示了它不是什么,并且这〔实体〕使人认识其余事物,却不使人认识它自身;因为即使有人在指明人时既不说马也不说狗,他固然说出了人不是什么,但通过否定所限定的人是什么,比起人自始便未被规定时并无更多;因为即使有人说出固有属性,例如人是能笑的,我们也并未因此就已经知道了它是什么。” 但针对这些应当说,摆在面前的并非定义而是描述,而且当被肯定之物为人所熟知时,许多定义都是通过否定而言说的;至少正如善与恶已为人所知时,有些人将无记物定义为‘既非善亦非恶者’那样。因此在这里,他正是为了这个缘故预先谈及了‘在承载者中’和‘就承载者被述说’,以便通过对它们的否定来阐明最严格意义上的实体。而且他并未仅满足于否定,还添加了例子,就如同有人说人既非马亦非牛之后,紧接着补充道‘例如苏格拉底’一样。
θ. Ἀπορεῖ πάλιν ὁ Πλωτῖνος, ὅτι τὸ μίαν οὖσαν τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικὴν οὐ πάσαις ἐφαρμόζει οὔτε ταῖς νοηταῖς οὔτε ταῖς φυσικαῖς. Πρὸς τὸ ἀπόρημα τοῦτο εἴποιμεν ἂν ὅτι οὐ πάσης οὐσίας τὸ ἰδίωμα παρέθετο. καὶ τοῦτο γνώριμον ἐκ τοῦ ἀρχόμενον μὲν τῆς ὑπογραφῆς τὸ ἔστι προσθεῖναι (λέγει γὰρ οὐσία3 δέ ἐστιν ἡ μὴ καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ), ἑξῆς δὲ ἐπενεγκεῖν ἡ λεγομένη οὐσία, τοῦτ’ ἔστιν ἡ ἐν τῇ συνηθείᾳ καὶ περὶ ἧς ἄν τις κατηγορήσειε τουτὶ τὸ ὄνομα· παρὰ μὲν γὰρ τοῖς φιλοσόφοις ἄλλη λέγεται, παρὰ δὲ τοῖς πολλοῖς ἄλλη. περὶ ταύτης οὖν τῆς παρὰ τοῖς πολλοῖς λεγομένης τὸ ἰδίωμα παρέθετο, ὥστε πάσῃ ἂν αὐτῇ ἐφαρμόζοι τῇ συνθέτῳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ γένεσιν.
θ. “普罗提诺再次提出疑问:在保持单一的同时轮流接纳相反者,并不适用于一切实体,既不适用于理智实体,也不适用于自然实体。” 针对这一疑问我们可以说,他并未列举一切实体的固有属性。这一点从他在开始描述时添加‘是’(因为他说‘实体是既不就承载者被述说也不在承载者中的’),紧接着又引入‘所谓的实体’,即日常习惯中的、人们会将这个名称述说于其上的[实体]中便可得知;因为在哲学家那里说的是一种实体,而在大众那里说的又是另一种。因此,他所列举的是大众所言说的这种实体的固有属性,从而它将适用于整个复合实体本身及其各个种与属。
ι. Ἀλλὰ διὰ τί ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην; Ὅτι οὐ πρόκειται αὐτῷ περὶ ἐκείνων εἰπεῖν, καὶ ὅτι οὐδὲ λέγονται ἐν τῇ συνηθείᾳ ἐκεῖναι οὐσίαι.
ι. “但是,为什么他在这里将感觉实体称为第一实体,在别处却将其称为第二实体,作为排在无形体者之后的事物呢?” 因为谈论那些并非他眼下的主旨,而且在日常习惯中那些甚至不被称为实体。
ια. Περὶ δὲ τὸ αὐτὸ ζήτημα κἀκεῖνο στρέφεται, διὰ τί ἐν μὲν τοῖς Φυσικοῖς τὰ κοινὰ προτάττει ὡς πρῶτα, ἐνταῦθα δὲ τὰ καθ’ ἕκαστα. Ὅτι αὐτῷ διχῶς λέγεται τὸ πρότερον καὶ δεύτερον, ἤτοι τῇ φύσει ἢ πρὸς ἡμᾶς. πρὸς ἡμᾶς μὲν οὖν τὰ καθ’ ἕκαστα πρῶτα (πρώτοις γὰρ τούτοις προσβάλλομεν), τῇ φύσει δὲ τὰ κοινὰ πρότερον, ὑπὸ γὰρ τὰ καθόλου τὰ καθ’ ἕκαστον τέτακται. εἰ μὲν οὖν ἀπὸ τῆς φύσεως ἄρχοιτό τις, τὰ ἁπλᾶ, τὰ αἴτια, τὰ καθ’ αὑτὰ παρ’ αὑτῶν ἔχοντα τὸ εἶναι, τὰ καθόλου, τὰ ἄϋλα, τὰ ἀμέριστα καὶ τὰ τοιαῦτα προτάξει· εἰ δὲ ἀπὸ τῆς σημαντικῆς σχέσεως πρὸς τὰ ὄντα ἡ τάξις αὐτῶν ἐπινοοῖτο, ἐναντίως ταχθήσονται.
ια. “那一问题也围绕着同一个探究展开:为什么在《物理学》中他将共同之物作为第一者置于首位,而在此处却将个别之物[置于首位]?” 因为对他而言,居先与居次有两种说法,或依本性,或就我们而言。就我们而言,个别之物是第一位的(因为我们最先遭遇这些);但依本性,共同之物更为居先,因为个别之物被编排在普遍之物之下。因此,如果有人从本性出发,他就会将单纯者、原因、依自身从自身获得存在者、普遍者、无质料者、不可分者以及诸如此类的事物置于首位;但如果它们的次序是从对存在者的指称关系中被构想出来的,它们就会以相反的方式被编排。
- 2.7τοῦ πρώτην εἶναι τὴν οὐσίαν
带冠词不定式短语,作名词 αἰτίας 的同位语或说明性属格,意为“实体居于首位的原因”。
- 2.8ὃ δέ ἐστιν οὐδὲν μᾶλλον ἀφωρίσατο διὰ τῆς ἀποφάσεως ἢ ὅτε ἐξ ἀρχῆς ἀόριστος ἦν ὁ ἄνθρωπος
带有比较结构 οὐδὲν μᾶλλον... ἤ(不比……更多/与……无异)。连词 ἤ 之后接时间连词 ὅτε,比较分句中意念上承前补充主句谓语动词 ἀφωρίσατο:“通过否定限定它是什么,并不比人在一开始未被限定时[所限定的]更多”。
- 2.9ἀρχόμενον μὲν τῆς ὑπογραφῆς τὸ ἔστι προσθεῖναι... ἑξῆς δὲ ἐπενεγκεῖν ἡ λεγομένη οὐσία
受前置词短语 ἐκ τοῦ 支配的带冠词属格不定式结构。宾格分词 ἀρχόμενον 作不定式 προσθεῖναι 的逻辑主语(指亚里士多德),而与之后的并列不定式 ἐπενεγκεῖν 相连的主格短语 ἡ λεγομένη οὐσία 作为直接引用语保留主格形式,充当其宾语。
