- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:42.13-43.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯回应了普罗提诺关于各范畴是否同等适用于理智与感觉存在者的疑问,指出十个范畴全部存在于感觉复合实体中,而理智事物仅具备适于其自身的属。他进而解释此处论及的是包容形式与质料的复合实体,并阐明了个体实体的固有属性。
δ. Τοῖς αὐτοῖς οὖν χρησόμεθα λόγοις καὶ ὅταν ἀπορῇ Πλωτῖνος, πότερον τὰ αὐτά ἐστι γένη τῶν κατηγοριῶν ἐπὶ τῶν πρώτως ὄντων καὶ ἐπὶ τῶν ὑστέρων, ἢ ἐν μὲν τοῖς νοητοῖς πλείω ἐν δὲ τοῖς αἰσθητοῖς ἐλάττω ἢ ἀνάπαλιν. Ὅμοιον μέν, ὦ Σέλευκε, τὸ ἀπόρημα τῷ περὶ τῆς οὐσίας, ὥστε καὶ τὴν λύσιν ἀπὸ τῆς προθέσεως τῶν κατηγοριῶν ἀπολογίζου. γένοιτο δ’ ἂν καὶ ἑτέρα διάλυσις ἑπομένη τῇ δόξῃ, ἣν ἐν τῇ Μετὰ τὰ φυσικὰ Ἀριστοτέλης ἐκτέθειται. δέκα γὰρ ὄντων τῶν ὅλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα εἶναι ἀποφαίνεται, οὐχ ἥκιστα καὶ ἐν αὐτῷ τούτῳ τὴν σύνθεσιν παρεχομένοις τῷ καὶ ἐν τοῖς κατὰ μέρος ἅπαντα ἐνεῖναι1 (προσθήκη γὰρ καὶ πλεονασμὸς ἐν τοῖς σώμασιν ἀεὶ συνεμφαίνεται)· ὥστ’ ἐν μὲν τοῖς αἰσθητοῖς εἰσιν αἱ δέκα κατηγορίαι, διόπερ δὴ καὶ ἐν τῷ Σωκράτει ταύτας ἄν τις δείξειεν, ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὑπάρχει, ἀλλὰ τὰ τοῖς ἁπλουστάτοις καὶ τελειοτάτοις προσήκοντα γένη. καὶ οὐκ ἔσται διὰ τοῦτο ἐλλείπουσα ἡ διαίρεσις τῶν γενῶν· οὐ γὰρ εἰ μὴ πάντ’ ἔστιν ἐκεῖ, ἀτελῶς ἔχει τὰ ὧδε διῃρημένα γένη, ἀλλ’ ἐπείπερ καὶ ἐν τοῖς νοητοῖς τὰ πεφυκότα ὑπάρχει καὶ ἐν τοῖς αἰσθητοῖς, πλείονα διὰ τὴν σύνθετον οὐσίαν φαίνεται. διὰ τοῦτο οὐκ ἔστιν ὁ καθόλου τῶν κατηγοριῶν λόγος ἐνδεής.
δ. “那么,当普罗提诺提出疑问,即各范畴的属在原初存在者与后继存在者中是否相同,或者是在理智事物中较多而在感觉事物中较少,还是反过来时,我们是否也运用同样的论述呢?” 塞琉古啊,这一疑问与关于实体的疑问相似,因此你也应当从《范畴篇》的主旨来推求解答。不过,遵循亚里士多德在《形而上学》中所阐明的观点,也可以有另一种解答。因为总体的属既然有十个,他表明在复合事物中存在着全部这些属,而复合事物正是在这一点上展现出复合性,即全部这些属甚至存在于个别事物之中(因为在物体中总是共同显现出增补与冗余);因此,在感觉事物中存在着十个范畴,这正是人们甚至在苏格拉底身上也能将它们指明的原因,然而就理智事物而言,并非全都具备,而仅具备适于最单纯且最完全之物的诸属。属的划分并不因此就是有所欠缺的;因为并不是说,如果并非全部都在那里,在此划分的诸属便处于不完全状态,而是既然在理智事物中具备依本性相符之物,在感觉事物中也是如此,只是由于复合实体的缘故在后者中显得更多。因此,关于范畴的普遍论述并不是不足的。
ε. Πάλιν τοίνυν ὁ Πλωτῖνος τοιαῦτα προσαπορεῖ· ὡς τριχῶς λεγομένης τῆς οὐσίας καὶ ἄλλης ἄλλως τίνα ὑποβάλλει τῇ νυνὶ κατηγορίᾳ, πότερον τὴν ὕλην ἢ τὸ εἶδος ἢ τὴν ἐξ ἀμφοῖν σύνθετον; ἅπασαι γὰρ οὐ δύνανται ὑποτάττεσθαι τοῖς παροῦσι λόγοις· οὐ γὰρ μία οὐδὲ καθ’ ἓν αἱ πᾶσαι λέγονται, ὥστε ἣν ἂν ὑποτάξῃ τις, τὰς ἄλλας ἐξ ἀνάγκης παραλείψει. Ἀλλὰ ὁ τὴν μίαν εἰπὼν καὶ σύνθετον περιέλαβεν ἐν αὐτῇ καὶ τὰς ὡς μέρη περιεχομένας· καθόλου γὰρ μεθ’ οὗ τι συναπαρτίζει, οὐκ ἂν εἴη τούτων θάτερον ἐν θατέρῳ·2 ὥστε κοινωνεῖ μὲν τὰ τρία, τὸ εἶδος λέγω καὶ ἡ ὕλη καὶ τὸ συναμφότερον, κατὰ τὸ μὴ εἶναι ἑτέρου ἀλλ’ ἑαυτῶν καὶ κατὰ τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ. οὐσίαι δέ εἰσιν αἱ τρεῖς ἀπὸ τῆς μιᾶς τῆς συνθέτου πᾶσαι σημαινόμεναι.
ε. “那么普罗提诺又这样追加疑问:既然实体有三种说法,且每一者以不同方式言说,他将哪一个置于当前的范畴之下呢?是质料、形式,还是由二者构成的复合体?因为全部不可能都归属于眼下的论述;因为它们既非单一,也并非全部依单一者而被言说,以至于无论将哪一个归入,都必然会遗漏其余的。” 然而,说出了单一的复合[实体]的人,也已在其中包容了作为部分被包含在内的那些;因为一般而言,凡是一物与另一物共同完全构成[整体]的地方,这二者中的一者绝不能在另一者之中。因此,这三者——我指的是形式、质料以及二者的复合——在不属于他者而属于自身,以及不在承载者之中这一点上是相通的。而这三者都是由单一的复合实体所指称的实体。
ϛ. Ἀλλὰ δὴ πάλιν ἀπορεῖ Πλωτῖνος οὐκ εἶναι ῥᾴδιον λέγων αὐτὴν τὴν οὐσίαν εἰπεῖν τίς ἐστιν. Ἀλλ’ εἰ βούλει τὴν ἔννοιαν αὐτῆς ἀνευρεῖν, πρόλαβε πρότερον τὴν διὰ τῶν ὀνομάτων διδασκαλίαν, διότι τὰ συγκεχυμένα καὶ ὅλα πρῶτα ἦν εἰς ἐπιβολήν, δεύτερα δὲ τοῦ λόγου καὶ διαρθρώσεως πλείονος δεόμενα. ταῦτα δὴ νυνὶ προστίθησι τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι ἀποδιδοὺς τῇ οὐσίᾳ ὡς ἰδιότητα.3 τὸ μὲν οὖν μὴ ἐν ὑποκειμένῳ αὐτὴν εἶναι πρόδηλον (αὕτη γὰρ ὑπόκειται τοῖς ἄλλοις καὶ ἄνευ αὐτῆς τὰ ἄλλα τὸ εἶναι οὐκ ἔχει), τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι οἰκειότατόν ἐστι τῇ ἀτόμῳ οὐσίᾳ. διὰ γὰρ τὸ εἶναι ἀδιαίρετος εἰς εἴδη κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, καθ’ ὑποκειμένου δὲ αὐτῆς αἱ δεύτεραι οὐσίαι κατηγοροῦνται. ἡ οὖν καὶ ταῖς οὐσίαις ὑποκειμένη προηγουμένως ἂν εἴη καὶ κυρίως οὐσία, ἐπεὶ μὴ οὐσῶν τούτων οὐδὲν τῶν ἄλλων δύναταί τι εἶναι. τριχῶς δὲ τῆς οὐσίας λεγομένης, ὥσπερ εἰρήκαμεν, νῦν τῆς συνθέτου μνημονεύει, ὕστερον δὲ καὶ περὶ τῶν ὑπολοίπων δύο ποιήσεται λόγον, ὅταν τὰ μέρη τῆς οὐσίας καὶ αὐτὰ εἶναι λέγῃ.
ϛ. “可是普罗提诺又提出疑问,说要说出实体本身是什么并非易事。” 但是,如果你想探寻它的概念,就请先预先把握通过名称所作的教示,因为混杂而整体的事物在初步把握上处于第一位,而需要定义和更多分节的事物则居于第二位。因此,他现在便添加了这些,将‘既不就任何承载者被述说,也不在承载者中’作为固有属性赋予实体。因此,它不在承载者中是显而易见的(因为它是其他事物的承载者,没有它,其他事物就无法拥有存在),而不就承载者被述说对于不可分的实体而言是最为本己的。因为由于不可分化为形式,它不就任何承载者被述说,但第二实体却就作为承载者的它而被述说。因此,即使对诸[第二]实体而言亦作为承载者而居底的,便将是原初且严格意义上的实体,因为若没有这些,其余事物便没有任何一个能够成为某种存在。正如我们所说过的,实体既然有三种说法,他现在提及的是复合实体,而之后当他说实体的诸部分其自身也是〔实体〕时,他还会对剩下的两种进行论述。
- 2.4οὐχ ἥκιστα καὶ ἐν αὐτῷ τούτῳ τὴν σύνθεσιν παρεχομένοις τῷ καὶ ἐν τοῖς κατὰ μέρος ἅπαντα ἐνεῖναι
与格分词 παρεχομένοις 与前文的 τοῖς συνθέτοις 一致。句式核心是带冠词不定式 τῷ ... ἐνεῖναι,作同位语以具体解释与格指示短语 ἐν αὐτῷ τούτῳ 的内容。
- 2.5καθόλου γὰρ μεθ’ οὗ τι συναπαρτίζει, οὐκ ἂν εἴη τούτων θάτερον ἐν θατέρῳ
关系从句 μεθ’ οὗ τι συναπαρτίζει(“某物与之一同完全构成[整体]的对方”)省略了先行词。主句中的 τούτων 指代共同构成整体的两个项(质料与形式),表达了一条逻辑原则:共同构成整体的要素彼此之间不能处于一者内在于另一者的关系。
- 2.6ταῦτα δὴ νυνὶ προστίθησι τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι ἀποδιδοὺς τῇ οὐσίᾳ ὡς ἰδιότητα
句首的 ταῦτα 作 προστίθησι 的直接宾语,并由其后带冠词的不定式短语 τὸ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι μήτε ἐν ὑποκειμένῳ εἶναι 作同位语具体阐明。分词 ἀποδιδούς 表示伴随状况(“赋予……作为固有属性”)。
