- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:41.4-42.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
塞琉古指出在为亚里士多德辩护时借用了普罗提诺的前提,德克西普斯则根据《形而上学》卷Λ阐明,不可言说的理智实体与感觉实体之间是通过类比与同名异义相联系的,并告诫塞琉古在面对资深哲学家与初学者时当采取深浅有别的解答策略。
γ. Ἀλλ’ εἰ ταῖς αὐταῖς ὑποθέσεσιν Ἀριστοτέλης ἐχρῆτο, αἷς καὶ Πλωτῖνος, εἶχεν ἄν τινα δοκοῦντα τὰ εἰρημένα λόγον· νῦν δὲ τὰ ἐκείνῳ δοκοῦντα ὡς ὁμολογούμενα προσλαβὼν διαγωνίζει ὑπὲρ Ἀριστοτέλους. Οὐκοῦν πρὸς ταύτην τὴν ζήτησιν τοῖς εἰρημένοις ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ χρήσομαι. εἰσὶ γὰρ δύο οὐσίαι κατ’ Ἀριστοτέλην αὗται, ἡ νοητὴ καὶ ἡ αἰσθητή, καὶ μέση τούτων ἡ φυσική· αἰσθητὴ μὲν ἡ σύνθετος, φυσικὴ δὲ ἡ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ἡ δὲ τούτων ἀνωτέρω ἡ νοερὰ καὶ ἀσώματος, ἣν ἀκίνητον μὲν κινητικὴν δὲ καλεῖ πολλάκις ὡς τῆς εἰδοποιουμένης κατὰ τὴν ζωὴν κινήσεως αἰτίαν οὖσαν. ταῦτα γὰρ περὶ τούτων τῶν οὐσιῶν Ἀριστοτέλης ἀποδείκνυσιν ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, καὶ τούτῳ συνείληφε τὰς πολλὰς οὐσίας εἰς τὴν ὅλην οὐσίαν. ὑπέθηκε δὲ αὐτὰς ὁμοῦ πρὸς μίαν σύνταξιν καὶ πρὸς μίαν ἀρχὴν ἀνήγαγε. κομιδῇ γὰρ ἄλλο γέ τι τοῦ ἑνὸς μεθέξει, εἰ αὐτὴ ἡ οὐσία ἡ τὸ εἶναι ἐν τῷ ἑνὶ ἔχουσα ἀποστερηθήσεται τῆς πρὸς τὸ ἓν ἀναγομένης συντελείας.1 ἀρρήτων τοίνυν ὄντων τῶν νοητῶν κατὰ μεταφορὰν καὶ ἀναλογίαν ἀπὸ τῶν κατ’ αἴσθησιν γνωρίμων χρῆται τῷ τῆς οὐσίας ὀνόματι. τριχῶς γὰρ τοῦ αὐτοῦ ὀνόματος πάντα μετέχει, ἢ ὁμωνύμως ἢ συνωνύμως ἢ τοῦ μὲν κυρίως τοῦ δὲ κατὰ μεταφοράν, καὶ ὁμωνύμως μὲν ὡς ὁ ποὺς τοῦ ὀργάνου πρὸς τοὺς ἄλλους τῶν ὀργάνων πόδας, συνωνύμως δὲ ὡς μάχαιρα μαχαίρας ὀξυτέρα λέγεται καὶ φωνὴ φωνῆς (μάχαιρα δὲ φωνῆς ὀξυτέρα οὐ λέγεται, ἐπειδὴ ἄλλο τὸ ὀξὺ ἐν ἑκατέρᾳ), κυρίως δὲ καὶ κατὰ μεταφορὰν ὡς ἐπὶ τοῦ ποδὸς τοῦ τε ἡμετέρου καὶ τῶν ὀρῶν· ἀρρήτων οὖν ὄντων ὥσπερ μεταφορᾷ κέχρηται τῷ τῆς οὐσίας ὀνόματι, ἀπὸ τῶν αἰσθητῶν καὶ τῶν κατειλημμένων ἡμῖν τὰ ἀκατάληπτα γνωρίζων. ὡς μὲν γὰρ πρὸς τὴν νοητὴν ἔσται ὁμώνυμος αὕτη τῇ ἀναλογίᾳ μόνῃ τὴν ἔμφασιν αὐτῆς παρέχουσα, ὡς δὲ πρὸς τὴν φυσικὴν συνώνυμος τῷ ἑαυτῆς συνθέτῳ ἐκείνην ἐμφαίνουσα. ὥσπερ γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ σῶμα ἀσώματόν τινα λέγει οὐσίαν, διότι μὲν ἀπὸ τῆς νοερᾶς προελήλυθεν, ἀσώματον αὐτὴν ὀνομάζων, διότι δὲ εἰς αἰσθητὴν ἤδη κεκίνηται, τὸ σῶμα εἶναι αὐτῇ προσμαρτυρῶν, οὕτω καὶ ταύτην τὴν οὐσίαν πρὸς μὲν τὴν φυσικὴν συνώνυμον, πρὸς δὲ τὴν νοητὴν ὁμώνυμον λέγων διὰ ταύτης κἀκείνας διδάσκει, καὶ μάλισθ’ ὅτι ἡ περὶ αὐτῆς ὑπογραφή, τὸ μήτε καθ’ ὑποκειμένου μήτε ἐν ὑποκειμένῳ, δύναται κἀκείναις ἐφαρμόσαι. ἐγὼ μὲν οὖν, ὦ καλὲ κἀγαθὲ Σέλευκε, δογματικώτερον πρὸς Πλωτῖνον ἀπαντῶ, σὺ δὲ ἐπεὶ βαθύτεραί πώς εἰσιν αἱ λύσεις αὗται, πρὸς μὲν τοὺς ἐκ φιλοσοφίας ὁρμωμένους ταῖς τοιαύταις ἀπαντήσεσι χρῶ, πρὸς δὲ τοὺς ὀλίγα ἐπισταμένους τῶν δογμάτων ταῖς προχείροις χρῶ διαλύσεσιν, ἐκεῖνο λέγων, ὅτι περὶ πόδα ποιεῖσθαι ἔθος τὰς ἀκροάσεις Ἀριστοτέλει.2 διὸ καὶ νῦν οὐδὲν ἔξωθεν ἐπεισάγει τῶν ἀνωτέρω κειμένων φιλοσοφημάτων, ἀλλ’ ὡς ὁμωνύμῳ χρῆται τῇ οὐσίᾳ προηγούμενον μὲν ἔχων τὸν σκοπὸν περὶ τῶν λέξεων, κατὰ συμβεβηκὸς δὲ καὶ ταῦτα καὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα συνεκδιδάσκων, ὥστ’ οὐ χρὴ τὰς περιττὰς περὶ τούτων ἐπεισάγειν ζητήσεις.
γ. “然而,如果亚里士多德使用了与普罗提诺相同的假定,所说的这些话便会有某种显得合理的道理;但现在,你把普罗提诺所主张的观点作为公认的事实加以采纳,并以此为亚里士多德进行辩护。” 那么,针对这一探究,我将运用在《形而上学》这部著作中所说的话。因为按照亚里士多德,有这样两类实体,即理智实体与感觉实体,而在它们之间居中的是自然实体:感觉实体是复合的,自然实体是依形式和质料的,而在它们之上的则是理知且非物体的实体,由于它是依生命而具形式的运动之原因,他常称之为‘不动而致动者’。因为亚里士多德在《形而上学》卷Λ中对这些实体作了证明,并以此将诸多实体包容于整体实体之中。他将它们一同置于单一的编排之下,并归溯于单一的本原。因为如果自身在‘一’中拥有存在的实体本身,被剥夺了归溯于‘一’的相互贯通(贡献),那么全然又会有什么别的事物能分有‘一’呢? 因此,理智事物既然是不可言说的,他便通过隐喻和类比,从由感觉而为人熟知的事物出发来使用‘实体’这一名称。因为万物以三种方式分有同一个名称:或同名异义地,或同名同义地,或一者在本义上一者按隐喻地;同名异义地如器具的脚对于其他器具的脚而言,同名同义地如一把刀比另一把刀更锋利、一个声音比另一个声音更尖锐(但一把刀不被说成比声音更尖锐,因为‘锐’在二者中各不相同),在本义上和依隐喻地如就我们的人脚与山脉的脚(山麓)而言。因此,理智事物既然是不可言说的,他便如同通过隐喻般使用‘实体’这一名称,从感觉事物以及为我们所把握的事物出发,去阐明那些不可把握的事物。因为对于理智实体而言,这[感觉实体]将是同名异义的,仅凭类比提供它的显象;而对于自然实体而言,它则是同名同义的,通过自身的复合体显明那一个。因为正如在《形而上学》中他称某种实体为非物体的物体——因其源自理知实体而称其为非物体,又因其已被运动至感觉实体而证实它是物体——,同样地,他称这一实体相对于自然实体是同名同义的,相对于理智实体是同名异义的,以此通过这一实体同时教导那些实体,尤其是因为关于它的概述性界定,即‘既不在承载者中被述说,也不在承载者中’,也能够适用于那些实体。 因此,优秀的塞琉古啊,我以一种更具教义性的方式回应普罗提诺;但既然这些解决方式多少较为深奥,你对于那些出于哲学的人应当运用这样的回应,而对于那些对教义所知甚少的人,则应当运用现成的解答,说这样一句话:亚里士多德的习惯是依听众的脚来量身制作讲课。因此,他现在也完全不从外部引入更高深的哲学思辨,而是将实体作为同名异义者来使用,在以语词为优先目标的同时,附带地协同教导这些语词以及由它们所指称的事物,以至于不应当就这些事情引入多余的探究。
- 2.3κομιδῇ γὰρ ἄλλο γέ τι τοῦ ἑνὸς μεθέξει, εἰ αὐτὴ ἡ οὐσία ἡ τὸ εἶναι ἐν τῷ ἑνὶ ἔχουσα ἀποστερηθήσεται τῆς πρὸς τὸ ἓν ἀναγομένης συντελείας.
小句 κομιδῇ ἄλλο γέ τι... μεθέξει 虽从字面语序看呈现为陈述句,但在句法和修辞上表达的是归谬法(reductio ad absurdum)的反问语气(“全然又有什么别的事物能分有‘一’呢?”)或荒谬的后果推导。鉴于后随的条件从句(εἰ... ἀποστερηθήσεται),将其理解为反问以强调若实体自身丧失朝向“一”的联结则万物的分有秩序便不复存在,最为切合文意。
- 2.3περὶ πόδα ποιεῖσθαι ἔθος τὰς ἀκροάσεις Ἀριστοτέλει
短语 περὶ πόδα 是源自“量足(制鞋)”隐喻的习语,在此处引申指“根据听众的接受能力或水准来量体裁衣地进行讲授”。在句法结构上,τὰς ἀκροάσεις 作不定词 ποιεῖσθαι 的宾语,而省略了系动词的 ἔθος [ἐστί] 构成谓词,支配与格 Ἀριστοτέλει。
