← 德克西普斯

亚里士多德《范畴篇》注释

§39.1-41.3

范畴的排列秩序与普罗提诺关于实体的疑难

德克西珀斯在进入各范畴的讨论时,阐明十个范畴的排列既非属向种的划分亦非总体的局部切分,而是基于“朝向一者的秩序”;随后他从亚里士多德的入门写作意图与新柏拉图主义体系两方面审视了普罗提诺关于理智与感觉实体的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Μέχρι μὲν τούτων, ὦ φιλομαθέστατε Σέλευκε, τὰ μέν τινα τοῖς παλαιοῖς ἀνδράσιν ἠπορημένα προβέβληκας, τὰ δὲ καὶ αὐτὸς ἐξεύρηκας· τὸ δὲ ἐντεῦθεν ἐπ’ αὐτὰ μέλλω ἔρχεσθαι τὰ γένη τῶν κατηγοριῶν. πότερον χωρίσαι βούλει τὰς ἀπορίας τοῦ Πλωτίνου καὶ τελευταίας τάξαι ἢ κατὰ τὴν ἐφεξῆς τῶν ἐδαφίων ἀκολουθίαν κἀκείνας παρατιθέναι;

最为好学的塞琉古啊,到目前为止,你所提出的一些疑难是古人所探讨过的,另一些则是你自己发现的;从这里开始,我将进而讨论范畴的诸属本身。你是希望将普罗提诺的疑难分离出来置于最后,还是按照文本章节的相承顺序一并将它们列出?

§2.1

α. Ἀλλ’ ἔμοιγε δοκεῖ μηδαμῶς τὴν συνέχειαν διακόπτειν, ἀλλ’ ἐφεξῆς ἐξετάζειν τὰ συμπίπτοντα. μέλλων τοιγαροῦν ἀπὸ τῆς οὐσίας ἄρχεσθαι περὶ τῶν κατειλεγμένων τούτων κατηγοριῶν πρῶτον ἐρωτῶ, πότερον ὡς διῃρημένων αὐτῶν ἢ ὡς ἀριθμουμένων1 διανοῇ. Διῃρῆσθαι μὲν αὐτὰς οὐ νομιστέον· οὐδὲ γάρ ἐστι τομὴ γένους εἰς εἴδη. οὔτε γάρ ἐστί τι κοινὸν γένος τῶν δέκα κατηγοριῶν, ὁποῖον εἰσάγουσί τινες τὸ ὂν ἢ τὸ τί, οὔτε μὴ ὄντος τοῦ διῃρημένου γένους εἴη ἂν τὰ διαιροῦντα. εἰ δὲ μήτε γένος κοινὸν ἐπὶ τῶν ἀνωτάτων γενῶν οἷόν τέ ἐστι λαβεῖν μήτε τὰς διαιρετικὰς διαφοράς, οὐκ ἔστι διαίρεσιν καλεῖν τὴν τοιαύτην ἀπαρίθμησιν. Ἆρ’ οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις οἷον τοῖς κατὰ λόχους συντεταγμένοις; καὶ γὰρ ἐκεῖ ἑκάστου λόχου ἕκαστος λοχαγὸς ἐξηγεῖται, καὶ ἐνταῦθα ἡ μὲν οὐσία τῶν οὐσιῶν, αἱ δ’ ἄλλαι κατηγορίαι τῶν ὑφ’ ἑαυτὰς τὸ κῦρος τῆς ἡγεμονίας προειλήφασιν; Ἀλλ’ ἐὰν τοῦτο λέγωμεν, διεσπαρμένον τι πλῆθος ἔσται τὸ τῶν ὄντων καὶ ἐοικὸς τοῖς ἐκ διεστηκυιῶν φυλῶν καὶ φρατριῶν συναγομένοις εἰς ἓν δήμοις. τοῦτο δὲ τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως. βέλτιον οὖν ἀφορίζεσθαι μὲν τὰ γένη κατά τινας πρώτας ἰδιότητας τῶν κατηγοριῶν καὶ περιγράφειν αὐτῶν τῆς ὑποστάσεως τὸν λόγον ἑκάστης καθ’ ἑαυτὴν καὶ ταύτῃ διιστάναι αὐτὰς χωρίς. πάλιν γε μὴν καθόσον περὶ τὴν οὐσίαν εἰσὶ τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ καὶ συντάττεται πρὸς αὐτὴν ὁμολογουμένως, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ’ ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. Τί οὖν, μερισμῷ προσέοικεν ὡς ὅλου; Οὐδαμῶς· οὐ γὰρ περιγράφει τὸ τοῦ οἱονεὶ συγκρίματος σύστημα κατά τινα ἴδια μέρη, ἀλλὰ ἀναλύει ἐπὶ τὰ ἁπλούστερα καὶ στοιχειώδη ταῖς ἀποδιαλήψεσι τῶν ἐπινοιῶν στοιχειωδεστέραις ἀεὶ χρωμένη.2 τάξιν μέντοι διασώζει τὴν πρὸς ἓν καὶ 〈περὶ〉 ἓν καὶ ἀφ’ ἑνός, ὥσπερ καὶ ἐν τοῖς οὖσιν ἡ οὐσία τὴν πρώτην καὶ κυριωτάτην τάξιν εἴληφε, περὶ δὲ αὐτὴν τὰ συμβεβηκότα ὑφέστηκε.

α. 但在我看来,决不应当打断连贯性,而应当依次考察依次出现的问题。因此,既然要从实体开始,我首先就这些被列举的范畴提问:你认为它们是被划分出来的,还是被计数出来的? 不应当认为它们是被划分出来的;因为这并不是属向种的切割。因为既不存在十个范畴的共同之属(如同某些人所引入的“存在者”或“某物”),在被划分之属不存在的情况下,划分的诸要素(种差)也是不可能存在的。如果对于最高诸属既不可能把握共同之属,也不可能把握划分性的种差,那么就不能将这样的列举称为划分。 那么,这种划分是否类似于军队中的情形,例如依连队编排的情形?因为在军队中也是每一位连长统率每一个连队,而在这里,实体预先获得了对诸实体的统率权,其他范畴则预先获得了对归属于它们自身之下者的统率权? 但如果我们这样说,存在者的多数就将是一个离散的群体,类似于从分离的部族和胞族聚集为单一公民群体的民众。但这将摧毁秩序布局的连续性与相互关联。因此,更好的做法是按照范畴的某些最初固有性来规定诸属,并就其自身划定它们各自自立存在的定义,从而依此将它们分别隔开。然而另一方面,只要偶性关涉实体并在实体之中,且公认是朝向实体而协同编排的,那么就应当在同样的程度上将它们比拟为从于一者且关涉一者而编排的事物。 那么,这是否类似于整体的局部划分? 决非如此;因为这并不是按照某些固有的部分来划定好比复合体系统的范围,而是运用概念的区分,始终运用更为本原的区分,还原为更为单纯和本原的事物。然而它确实保持了朝向一者、关涉一者且从于一者的秩序,正如在存在者中,实体占据了第一且最主导的位次,而偶性则环绕它而自立存在。

§2.2

β. Περὶ μὲν δὴ τούτων οὕτως· ἃ δὲ πρῶτον ἀπορεῖ Πλωτῖνος, ἐπισκεψώμεθα. ἀπορεῖ γὰρ διττῆς οὐσίας ὑπαρχούσης νοητῆς τε καὶ αἰσθητῆς πῶς γένος δύναιτ’ ἂν γενέσθαι τὸ αὐτό· τί γὰρ κοινὸν ἐν ἀμφοτέροις τούτοις ἐν τῷ εἶναι ὑπάρχει; εἰ δὲ καὶ ἔστιν, ἔσται πρότερον ἄλλο τούτων, ὅπερ οὔτε σῶμά ἐστιν οὔτ’ ἀσώματον· ἔσται γὰρ ἢ τὸ ἀσώματον σῶμα ἢ τὸ σῶμα ἀσώματον. ἔστι μὲν οὖν πρὸς ταῦτα ῥᾴδιον ἀντειπεῖν, ὅτι παρὰ τὴν πρόθεσιν τὰ ἀπορήματα ταῦτα προσάγεται. οὔτε γὰρ περὶ τῶν ὄντων οὔτε περὶ τῶν γενῶν τῆς πρώτης οὐσίας νῦν αὐτῷ πρόκειται λέγειν· στοχάζεται γὰρ τῶν νέων τοῖς ἁπλουστέροις ἐπακολουθεῖν δυναμένων. ὥστ’ ἐπεὶ περὶ λέξεών ἐστιν αὐτῷ νῦν ἡ σπουδή, αἷς τὸ κατ’ οὐσιῶν λέγεσθαι ὑπάρχει, μάτην ἐν τῇ περὶ τούτων σκέψει ἐπεισάγει τὰς περὶ τῶν ὄντων ζητήσεις ὁ Πλωτῖνος. οὐ μὴν ἔμοιγε δοκεῖ διακρούεσθαι οὑτωσὶ τὴν πρὸς τὸ παρὸν εὖ τιθεμένην μόνον τοῦ λόγου διέξοδον, ἀλλ’ ἀπ’ αὐτῆς ἄρχεσθαι τῆς Πλωτίνου φιλοσοφίας καὶ πρὸς τὴν ὅλην αὐτοῦ θεωρίαν ἀναφέρειν καὶ τὴν τῶν παρόντων λόγων διέξοδον. ἓν γὰρ δὴ γένος τὴν οὐσίαν ἐν τοῖς νοητοῖς οὗτος τίθεται ὡς κοινῇ τὸ εἶναι παρέχουσαν τοῖς ἀσωμάτοις εἴδεσι καὶ ὡς τοῖς αἰσθητοῖς ἅπασι καὶ τοῖς ἐνύλοις εἴδεσι τὸ εἶναι ἐνδιδοῦσαν. εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ διατείνει δι’ ὅλων ἡ τῆς οὐσίας ἀρχὴ ἡ αὐτὴ τάξιν ἔχουσα πρώτην καὶ δευτέραν καὶ τρίτην, καθ’ ἃς τοῖς μὲν πρώτως τοῖς δὲ ἄλλον τρόπον παρέχει τὸ εἶναι· ὥστε εἰ πάντα ἀνήκει εἰς αὐτὴν ὡς ἀπ’ αὐτῆς ἠρτημένα, δύναται ἡ ταύτης ὑπογραφὴ ἐμφαίνειν καὶ τὴν πρώτην ἀρχήν,3 ἀφ’ ἧς εἰς τὴν ἐσχάτην ὕφεσιν αὕτη πέπτωκεν.

β. 关于这些便到此为止;让我们考察普罗提诺首先提出的疑难。因为他提出疑难说:在实体具有理智实体与感觉实体这双重存在的情况下,它如何能成为同一个属?因为在这两者中,在存在上究竟有什么共同之处?即使存在某种共同之物,也必将有先于它们的另一个东西存在,而它既不是物体也不是非物体;因为否则非物体就将是物体,或者物体就将是非物体。针对这些,反驳是容易的:这些疑难是违背原本的写作意图而被提出的。因为他现在的目的既不是谈论存在者,也不是谈论第一实体的诸属;因为他的目标是那些能够跟随较为单纯之事的初学者。因此,既然他现在的关注点在于那些在实体上被述说的语词,普罗提诺在对这些语词的考察中引入关于存在者的探讨便是徒劳的。然而在我看来,我们不应当仅仅这样打发掉只就眼下而言设定得很好的论证进路,而应当从普罗提诺自身的哲学出发,将眼下论证的进路也归溯于他的整个理论。因为他确实将实体设定为理智界中的一个属,认为它共通地为非物体的种提供存在,并赋予一切感觉的和质料的种以存在。如果情况确实如此,并且实体的同一原理贯穿于万物,具有第一、第二和第三等位次,依这些位次首先为某些事物、以另一方式为其他事物提供存在——以至于如果万物作为悬系于它的东西都归属于它,那么关于这一实体的概述性勾勒,也能够显明这(感觉实体)由此跌落至最末等退化的第一原理。

语法注3 条
  1. 2.1ὡς διῃρημένων αὐτῶν ἢ ὡς ἀριθμουμένων

    带有 ὡς 的属格绝对结构,用于规定动词 διανοῇ 所支配的思考内容或方式。它并非表示独立的伴随状况,而是起到类似宾语从句的作用:“你认为它们是作为被划分出来的[而自立],还是作为被计数出来的”。

  2. 2.1ἀποδιαλήψεσι τῶν ἐπινοιῶν στοιχειωδεστέραις ἀεὶ χρωμένη

    阴性单数主格分词 χρωμένη 的语法主语是前文语境中的主干“划分/列举”(ἡ διαίρεσις 或 ἡ ἀπαρίθμησις)。它谓词性地依附于主要动词 ἀναλύει,其与格短语表示手段(“运用……概念的区分”)。

  3. 2.2εἰ δὲ τοῦτο οὕτως ἔχει καὶ διατείνει δι’ ὅλων ἡ τῆς οὐσίας ἀρχὴ ἡ αὐτὴ τάξιν ἔχουσα πρώτην καὶ δευτέραν καὶ τρίτην, καθ’ ἃς τοῖς μὲν πρώτως τοῖς δὲ ἄλλον τρόπον παρέχει τὸ εἶναι· ὥστε εἰ πάντα ἀνήκει εἰς αὐτὴν ὡς ἀπ’ αὐτῆς ἠρτημένα, δύναται ἡ ταύτης ὑπογραφὴ ἐμφαίνειν καὶ τὴν πρώτην ἀρχήν

    由双重条件从句与结果从句(ὥστε)交织而成的复合句式。在最初的条件从句 εἰ δὲ τοῦτο οὕτως ἔχει... 提出之后,引出作为其推论的 ὥστε εἰ πάντα ἀνήκει...(“以至于如果万物都归属于……”),最终落实到主句的谓语动词 δύναται(“能够……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:39.1-41.3