← 德克西普斯

亚里士多德《范畴篇》注释

§34.3-35.22

驳替代范畴之属与论存在的同名异义

德克西珀斯驳斥了试图用其他属替代亚里士多德范畴属的观点(如运动、静止或斯多亚派的“以某种方式处于状态者”),反驳了“存在”是同名同义的论断,最后论证了在各范畴中被述说的“是”因对应于各范畴的实存而具有十种同名异义的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

λη. Τοσαῦτα μὲν καὶ πρὸς τοὺς ἐλλείπειν λέγοντας τὴν διάστασιν ταύτην ἐδικαιολογήσω, πρὸς δὲ τοὺς ἄλλα ἀντ’ ἄλλων ἀντεισάγειν τῶν κατηγοριῶν γένη τὸν Ἀριστοτέλην λέγοντας πῶς ἂν διαπραγματεύσοιο; λέγουσι τοίνυν τινές, ὡς δεῖ τὴν κίνησιν γένος εἶναι 〈ἀντὶ〉 τοῦ ποιεῖν καὶ πάσχειν· οὔτε γὰρ εἰς ἄλλο γένος αὐτὴν προσήκει ἀνάγειν, οὔτε ἄνωθέν τι αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὔτε εἰς τὸ ποιεῖν οἷόντε αὐτὴν τάττειν (καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις), οὐδ’ αὖ ἐν τῷ πάσχειν, ὅτι πολλαὶ κινήσεις ποιήσεις. Πρὸς δὴ ταῦτα ἄνωθεν διοριζόμεθα τὸ δυνάμει καὶ ἐνεργείᾳ θεωρεῖσθαι κατὰ τὰς δέκα κατηγορίας ὁμωνύμως. διόπερ οὔτε τὴν δύναμιν οὔτε τὴν ἐνέργειαν θήσομεν ἐν ταῖς κατηγορίαις· τῶν γὰρ ὁμωνύμων καὶ κατ’ οὐσίαν πάντῃ διαλλαττόντων οὐχ οἷόν τε ἦν ἓν εἶναι κοινὸν γένος. διόπερ καὶ τῆς κινήσεως εἰς ἐντελέχειαν ἀπὸ τῆς δυνάμεως ὁδευούσης ἄλλως μὲν ἐν τῷ ποιῷ, ἄλλως δὲ ἐν τῷ ποσῷ, ἄλλως δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις, οὐχ οἷόν τέ ἐστι νοεῖν μίαν κατηγορίαν διὰ τὴν ὁμωνυμίαν. καὶ τὴν στάσιν δὲ εἴ τις ἀντεισάγοι, ταὐτὰ πρὸς αὐτὸν ἀντεροῦμεν, καὶ ἔτι προσήκειν λέγοντες οὐ τοῖς ἐν γενέσει ἀλλὰ μᾶλλον τοῖς νοητοῖς τὴν στάσιν. εἰ δέ τις εἰς τὸ πὼς ἔχον συντάττοι τὰς πλείστας κατηγορίας, ὥσπερ οἱ Στωϊκοὶ ποιοῦσιν, ἐπιδεικτέον αὐτοῖς, ὅτι πλεῖστα παραλείπουσι τῶν ὄντων τά τε ἐν τόπῳ καὶ τὰ ἐν χρόνῳ καὶ κατ’ ἀριθμὸν ποσὰ καὶ κατὰ πηλίκον καὶ τὸ ὑποδεδέσθαι καὶ ἄλλα τοιαῦτα· οὐδὲν γὰρ ὅτι τῶν τοιούτων1 περιέχεται ἐν τῷ πὼς ἔχοντι.

第三十八问。对于那些声称这一区分有所欠缺的人,你已经用如此多的论点作了辩护;但对于那些声称亚里士多德引入范畴的另一些属来替代其他属的人,你将如何应对?有人便说,应当用“运动”来作为属,以替代“作用”与“承受”;因为既不适合将运动归溯到另一个属,在其上方也没有任何在“是什么”上对它进行述说的东西,既不可能将它编排在作用之下(因为在承受中也有许多运动),又不可能将它编排在承受之下(因为许多运动是作用)。正是针对这些,我们从一开始就规定:潜能与现实在十个范畴中是被同名异义地考察的。因此,我们既不将潜能也不将现实置于范畴之中;因为对于同名异义且在本质上完全相异的事物而言,不可能存在单一的共同之属。因此,由于运动也是从潜能走向完全现实,在性质中是一种方式,在量中是另一种方式,在其他范畴中又是另一种方式,所以由于同名异义性,不可能将其设想为单一范畴。如果有人转而引入“静止”,我们将对他说同样的话来反驳,并补充说静止不适合生成中的事物,而宁可适合理智事物。但如果有人像斯多亚派那样,将大多数范畴归入“以某种方式处于状态者”,就必须向他们指出,他们遗漏了极多存在者:在处所中的事物、在时间中的事物、依数目而言的量、依大小而言的量、着鞋以及其他诸如此类的事物;因为此类事物绝无任何一个包含在“以某种方式处于状态者”之中。

§1.38

λθ. Ἀλλ’ εἴποι τις ἂν συνώνυμον εἶναι τὸ ὄν· καὶ γὰρ ὁ λόγος καὶ τὸ ὄνομά φασιν ἐφαρμόζει τοῖς οὖσιν· ἔστιν ἄρα ἕκαστον τῶν ὄντων ἢ ποιοῦν ἢ πάσχον ἢ ἀμφότερα, ὥστε εἰ καὶ ὀνόματος καὶ λόγου τοῦ αὐτοῦ μετέχει τὸ ὄν, πᾶν εἴη ἂν συνώνυμον. Ἢ καὶ πρὸς τοῦτο ἀντειπεῖν ῥᾴδιον, ὅτι οὐχ οὗτος ὅρος ἐστὶ τοῦ ὄντος τὸ ἢ ποιεῖν αὐτὸ ἢ πάσχειν ἢ ἀμφότερα· περιλαμβάνει μὲν γὰρ τὰ δηλούμενα ὡς ὄντα αὕτη ἡ ἀπόδοσις τοῦ λόγου, τίνα δέ ἐστιν οὐ σημαίνει. ὡς γὰρ οὐκ ἔστι λόγος κυνὸς τὸ ζῷον χερσαῖον ἢ θαλάττιον ἢ οὐράνιον, ἀλλ’ ὁ δηλῶν τὴν οὐσίαν αὐτοῦ, οὕτως οὐδὲ ὁ εἰρημένος λόγος ἂν εἴη τοῦ ὄντος, ἄλλως τε ὅτι οὐδὲ ἀληθεύεται οὗτος ὁ λόγος κατὰ τῶν εἰδῶν τοῦ ὄντος. χρὴ γὰρ τὸν ὅρον τοῦ γένους ἐφαρμόζειν καὶ τῷ εἴδει· ὥσπερ οὖν ὁ τοῦ ζῴου λόγος ἐφαρμόζει καὶ τῷ ἀνθρώπῳ, οὕτως ἔδει καὶ τοῦτον τὸν λόγον ἐφαρμόζειν ἑκάστῳ τῶν εἰδῶν τοῦ ὄντος, οἷον κυνὶ ἢ ἀνθρώπῳ ἢ ἵππῳ, οὐδεὶς δὲ ὅρον ἀποδιδοὺς ἵππου φησὶν αὐτὸν ἢ ποιεῖν ἢ πάσχειν ἢ ἀμφότερα.

第三十九问。但有人可能会说,存在是同名同义的;因为他们说,定义与名称都适合存在者;因此,存在者的每一个要么在作用,要么在承受,要么兼具两者,以至于如果存在也分有相同的名称与定义,那么一切都将是同名同义的。难道反驳这一点不也很容易吗?即:“它要么作用要么承受要么兼具两者”并不是存在的定义;因为这一定义的表述固然包容了作为存在者而显明的事物,但并未指示它们是什么。因为正如狗的定义不是“陆生、水生或天界的动物”,而是表明其本质的定义,同样,前述定义也不会是存在的定义,尤其是因为这一定义在存在的诸种上甚至并不为真。因为属的定义必须也适合于种;因此,正如动物的定义也适合于人,这一定义本也应当适合于存在的每一个种,比如狗、人或马;但在给出马的定义时,没有人会说它“要么作用要么承受要么兼具两者”。

§1.39

μ. Ἀπορήσειε δ’ ἄν τις τὸ ἔστι καθ’ ἑκάστην τῶν κατηγοριῶν λεγόμενον πῶς χρὴ ἐκδέχεσθαι· ἤτοι γὰρ τὸ αὐτὸ σημαίνει τῷ καθ’ οὗ κατηγορεῖται ἢ ἕτερον. ἀλλ’ εἰ μὲν τὸ αὐτό ἐστιν ἡ οὐσία καὶ τὸ ἔστι, περιττὸν τὸ κατηγορεῖν αὐτῆς τὸ ἔστι· δυνάμει γάρ ἐστι ἡ οὐσία οὐσία2 καὶ τὸ ποιὸν ποιόν. ἢ εἰ μὴ ἀδολεσχοῦμεν κατηγοροῦντες αὐτῶν τὸ ἔστιν, ἕτερον αὐτῶν ἔσται τὸ ἔστιν. εἰ δὲ ἕτερον, καὶ καθ’ ἕκαστον ἕτερον, ὥστε οὐ δέκα μόνον αἱ κατηγορίαι, ἀλλὰ καὶ ἄλλαι δέκα καθ’ ἃς τὸ ἔστι περὶ ἑκάστης αὐτῶν λέγομεν, καὶ πάλιν εἰ ἑκάστου τούτων ἄλλο τὸ ἔστι κατηγορήσομεν, ἐπ’ ἄπειρον ἀναβησόμεθα. εἰ δὲ ἓν εἴη καὶ κοινὸν ἐπὶ πασῶν τὸ ἔστι κατηγορούμενον καὶ ἐγκέκλιται τὸ ἔστι ἀπὸ τοῦ ὄντος, εἴη ἂν γένος τὸ ὄν. Φανερὸν μὲν οὖν τὸ σόφισμα, κωλύει δὲ οὐδὲν ἀπαντῆσαι πρὸς τὴν τούτου λύσιν. τὸ γὰρ ἔστιν ὅταν κατηγορῶμεν ἐφ’ ἑκάστου, τὴν ὕπαρξιν προσκατηγοροῦντες αὐτοῦ τοῦτο λέγομεν· ἡ δὲ ὕπαρξις καὶ τὸ ὑπάρχειν τὸ ὑποκείμενον οὐ κεχωρισμένον τι δηλοῖ τοῦ ὑποκειμένου, ἀλλὰ καθ’ ἕκαστον τῶν δέκα μαρτυρεῖ τῇ ὑποστάσει τὸ μὴ εἶναι ἀνυποστάτῳ αὐτῇ ἀλλ’ ὑφεστηκέναι. καὶ τὸ εἶναι οὖν ὁμώνυμον ἔσται καὶ δεκαχῶς ῥηθήσεται, ὁσαχῶς καὶ τὰ ὄντα.

第四十问。但有人可能会提出疑难:对于就每个范畴所说的“是”,应当如何理解?因为它要么与被它所述说者意味着相同的东西,要么意味着不同的东西。但如果实体与“是”是相同的,那么将“是”述说于它就是赘复的;因为这实际上等于说“实体是实体,性质是性质”。或者,如果我们在将“是”述说于它们时并非在说废话,那么“是”将与它们不同。但如果它是不同的,且就每一个而言都是不同的,那么范畴就不仅是十个,而且还有另外十个范畴,依此我们对它们中的每一个说“是”;如果我们再对这些之中的每一个述说另一个“是”,我们便将陷入无限后退。另一方面,如果述说于所有范畴的“是”是单一且共通的,并且“是”是从“存在者”屈折而来的,那么存在者就将是一个属。这一诡辩固然是显而易见的,但没有任何东西妨碍我们对其作出解答。因为当我们对每一个述说“是”时,我们是在附带述说其实存时说这话的;而实存以及基底之存在并不指示与基底相分离的某种东西,而是就十个中的每一个而言,为其实体化(自立存在)作证,证明它并非无实体化存在,而是自立存在的。因此,“是(存在)”也将是同名异义的,并且正如存在者那样,将以十种方式被言说。

语法注2 条
  1. 1.37οὐδὲν γὰρ ὅτι τῶν τοιούτων

    在句法上,οὐδέν 作为主语,这里的 ὅτι 并非因果连词,而是构成强调代词惯用表达(或中性关系代词),表示强烈的绝对否定:“此类事物中没有任何一个……”。

  2. 1.39δυνάμει γάρ ἐστι ἡ οὐσία οὐσία

    这里的 δυνάμει 并非亚里士多德哲学中的专门术语“在潜能上”,而是作副词性与格,意为“实际上”或“实质上”。其论证骨架在于归谬:将“是”述说于实体,实质上等于陈述“实体是实体”这一同义反复。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:34.3-35.22