← 德克西普斯

亚里士多德《范畴篇》注释

§32.9-34.2

回应范畴表遗漏之批判与排除项目的地位

德克西珀斯回应了指责范畴表存在遗漏的异议,解释了“被持有”被归入位置(姿态)范畴、连词和冠词因缺乏独立表意而被排除在范畴之外、否定与缺乏与其对应的肯定属于同一范畴,并讨论了“一”在范畴中的地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36

λζ. Ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἀρκεῖ μετρίως ἀντιρρηθέντα πρὸς τοὺς περιττεύειν λέγοντας τὴν τῶν κατηγοριῶν διάταξιν, ἀπάντησον δὲ καὶ πρὸς τοὺς ἐλλείπειν αὐτὴν ἀποφαινομένους· διὰ τί γάρ φασι τῷ μὲν ποιεῖν τὸ πάσχειν ἀντέταξεν, οὐκέτι δὲ τῷ ἔχειν τὸ ἔχεσθαι; Οὔτοι παραλείπων αὐτήν,1 ὡς ἡμεῖς ἂν εἴποιμεν δικαιολογούμενοι, ἀλλ’ ὅτι ἐνέπιπτεν εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν τὴν ἤδη προωρισμένην. ἔχει μὲν γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· οὐκ ἄλλο τι οὖν ἔσται ἡ θέσις ἢ τάξις τῶν ἐχομένων. Ἀλλὰ διὰ τί τοὺς συνδέσμους παρέλιπεν, ἀποροῦσιν. Ἐπειδή, φαμὲν ἡμεῖς, οὔτε προηγουμένη ἐστὶν αὐτῶν ἡ χρεία τοῦ λόγου ἀλλὰ δευτέρα, οὔτε τελεία ἀλλ’ ἀτελής, οὔτε λεκτικὴ συμβολικὴ δὲ μᾶλλον, ἀλλ’ οὐδὲ σημαίνει προηγουμένως συσσημαίνει δὲ μᾶλλον, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν, αἵτινες μετὰ τῶν γεγραμμένων μὲν συσσημαίνουσι τὸ ἀπαρτίζον τῆς διανοίας2 αὐταὶ δὲ καθ’ ἑαυτὰς οὐδὲν δηλοῦσι. καὶ οἱ σύνδεσμοι τοίνυν συσσημαίνουσι μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου, αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οὐκ εἰσὶ σημαντικοί, ἀλλ’ ἐοίκασι τῇ κόλλῃ· διόπερ οὐδὲ λόγου στοιχεῖα αὐτοὺς τιθέμεθα, ἀλλ’ εἴπερ ἄρα μέρη λέξεως. κἂν σημαίνωσι δὲ οὗτοι, κατὰ σύνταξιν σημαίνουσιν, ὥσπερ ἡ βα συλλαβή, τὸν δὲ λόγον εἶναί φαμεν περὶ τῶν ἄνευ συντάξεως καὶ καθ’ αὑτὰς σημαινουσῶν λέξεων καὶ κατὰ τὰς προηγουμένας χρήσεις τοῦ λόγου, οὐ μέντοι κατὰ τὰς ἑπομένας. Πάλιν τινὲς ἐπιζητοῦσι τὰ ἄρθρα ποῦ ταχθήσεται. Ἔστι δὲ καὶ περὶ τούτων ὁ αὐτὸς λόγος· συνδέσμων γὰρ ἔχει δύναμιν ἐπὶ ἀρρένων καὶ θηλέων μετὰ τοῦ καὶ τὸ ὑποκείμενον συμπαραδηλοῦν ἀορίστως, διὸ καὶ ἀόριστά τινες αὐτὰ καλοῦσι· τὸ μὲν γάρ τι ὑποκείμενον παρίστησι, μετὰ δὲ τοῦ ἄρρενος συνταττόμενον ἄρρεν τι δηλοῖ, μετὰ δὲ τοῦ θήλεος θῆλύ τι. παρῆκται δὲ τὸ τόδε ἀπὸ τοῦ τινός, συνεκφαίνει δὲ ὁποτερονοῦν τῶν ἄρθρων τὸ ἄρρεν ἢ τὸ θῆλυ ἐν τῇ συντάξει, αὐτὸ δὲ καθ’ αὐτό ἐστιν ἄσημον. Ἀλλ’ αἱ ἀποφάσεις φασὶ καὶ αἱ στερήσεις τά τε ἀόριστα καὶ αἱ ἐγκλίσεις καθ’ ἑκάστην κατηγορίαν ἐν τίνι ταχθήσονται; Περὶ δὴ τούτου βέλτιον αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Ὑπομνήμασιν ἀνεδίδαξε· προσθεὶς γὰρ τὰς κατηγορίας σὺν ταῖς πτώσεσιν αὐτῶν καὶ ταῖς ἀποφάσεσι καὶ ταῖς στερήσεσι καὶ τοῖς ἀορίστοις ὁμοῦ συνέταξεν αὐτῶν τὴν διδασκαλίαν πτώσεις τὰς ἐγκλίσεις ὀνομάζων. ἔσται δὴ οὖν τὸ ἀνυποδετεῖν τῆς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι, καὶ τὸ ἀναπνεῖν τῆς τοῦ ἔχειν κατηγορίας, ὥστε καὶ τὸ ὡπλίσθαι. καὶ αἱ ἀποφάσεις οὖν τούτων ἔσονται ὧν καὶ αἱ καταφάσεις, καὶ τὰ ἀόριστα τούτων ὧν καὶ τὰ ὡρισμένα· καθόλου γὰρ ἐν τούτῳ ἔχουσι τὸ εἶναι αἱ ἀποφάσεις καὶ στερήσεις ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι,3 εἰκότως ἄρα ἐπ’ ἐκεῖνα ἀναπέμποιτο τὰ ἐν ἕξει ὄντα καὶ καταφασκόμενα. καὶ ὁ νεκρὸς οὖν τούτου ἔσται οὗ καὶ τὸ ζῷον, καὶ ἡ τυφλότης τοῦ αὐτοῦ οὗ καὶ ἡ ἕξις καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. περὶ δὲ τοῦ ἑνός, ὡς οὐκ ἔστιν ἔξω πῖπτον τῶν κατηγοριῶν, πολλαχοῦ ἄν τις ἀποδείξειε· καὶ γὰρ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ὑπάρχον τοῖς πρός τι συνταχθήσεται, καὶ εἴ τις ἀσώματον καὶ καθ’ ἑαυτὸν τὸν ἀριθμὸν τιθείη, οὐσία ἂν εἴη ἡ μονάς, εἰ δέ τις διττὸν ἀριθμὸν ὑπόθοιτο, ἔσται καὶ ἡ μονὰς ἐν δύο γένεσιν, ἐπὶ μὲν τῶν κατὰ σύνθεσιν ἀριθμητῶν ἐν τοῖς πρός τι, ἐπὶ δὲ τῶν νοητῶν ἐν οὐσίᾳ ταττομένη. εἰ δέ τις αὐτὴν καὶ μέρος ποσοῦ νομίζοι, ὥσπερ καὶ ὁ Ἀλέξανδρος, ἔσται καὶ ἐν τῷ ποσῷ ἅμα. τοῦτο μέντοι ὅλον παρακρούεται ἡμᾶς· πανταχοῦ γὰρ ἕτερόν ἐστι τὸ πέρας καὶ τὸ ὁριζόμενον ὑπὸ τοῦ πέρατος. καὶ ἡ μονὰς οὖν ἀρχὴ καὶ πέρας οὖσα τοῦ ποσοῦ οὐκ ἂν εἴη ποσόν. ἴσως δὲ βέλτιον ὁμώνυμον καὶ τὸ ἓν ἀπολιπεῖν,4 πολλαχῇ μὲν καὶ ἄλλῃ, ἀτὰρ δὴ καὶ ὡς νυνὶ λέγομεν, οὐκ ἂν εἴη διαίρεσις προηγουμένη εἰς τὰς κατηγορίας οὐδὲ θέσις αὐτῶν ἀφωρισμένη εἰς ἓν γένος.

第三十七问。那么,目前这些对于那些声称范畴编排存在赘复的人的适度反驳已经足够了;但对于那些断言范畴有所欠缺的人,也请作出答复。他们说,因为究竟为何他将承受与作用对立,却不再将被持有与持有对立?他绝非出于遗漏(正如我们在辩护时所会说的那样),而是因为它落入了早已预先规定好了的处于位置这一范畴。因为某人持有盾牌,而盾牌则因如此被环绕放置而处于被持有状态;因此,姿态(位置)无非就是被持有者的排列。但是,他们感到困惑地问:为什么他遗漏了连词?我们说,因为在言论中对它们的需求既非原初的而是次要的,也非完备的而是不完备的,既非用言辞表意的而毋宁是象征性的,甚至也不是原初地指示,而毋宁是一同指示,就像我们习惯在行旁划双重尖括号一样,这些符号与写下的文字一同指示思想的完结,但它们就其自身而言并不表明任何东西。因此,连词也是与言论的其他部分一同指示,它们就其自身而言并无意义,而好似胶水;因此我们甚至不将它们视为言论的要素,而至多视为辞句的组成部分。即便它们指示,也是依结合而指示,就像音节“ba”一样;但我们说,讨论所关涉的是不用结合而就自身指示的辞句,且是依据言论的原初用法,绝非依据随后的用法。又有人探究冠词将编排在何处。关于这些也有同样的论述:因为它们在阳性与阴性上具有连词的作用,并同时无规定地伴同指明基底,因此有人也称它们为无规定的;因为〔冠词〕提示了某种基底,当与阳性词结合时表明某种阳性的东西,与阴性词结合时则表明某种阴性的东西。指示词“这个”是由“某个”派生而来的,无论哪一个冠词都是在结合中共同显明阳性或阴性,但就其自身而言则是无意义的。但是,他们说,各范畴中的否定、缺乏、无规定者以及屈折形式(词形变化)将编排在何处?关于这一点,亚里士多德自己在《备忘录》中作了更出色的教导;因为他将各范畴连同它们的格、否定、缺乏以及无规定者一同列出,统合了关于它们的教导,并将屈折形式称为“格”。因此,“赤足”将属于“着鞋”所属于的同一范畴,“呼吸”属于“持有”的范畴,从而“武装”亦是如此。因此,否定也将属于肯定所属的范畴,无规定者属于规定者所属的范畴;因为一般而言,否定与缺乏的存在就在于被取消之物的不存在,因此理所当然应将它们归溯到那些处于获得状态并被肯定的事物上。因此,死尸将属于生物所属的范畴,盲目属于获得状态所属于的同一范畴,对于其余事物亦是同样的论述。至于“一”,可以多方证明它并未落在范畴之外;因为作为数的本原以及作为度量而存在,它将被编排在相对者之中;如果有人把数设为无形体且就自身存在者,那么单子就将是实体;而如果有人假设数是双重的,单子也将在两个属中,在因复合而可数的事物上被编入相对者,而在理智事物上被编入实体。但如果有人像亚历山大那样,认为它也是量的一部分,那么它也将同时处于量之中。然而,这整个说法误导了我们;因为在所有情况下,界限与由界限所限定者都是不同的。因此,单子作为量的本原与界限,便不会是量。或许更好的是将“一”也保留为同名异义的,在许多其他方面,并且当然正如我们现在所说的那样,既不存在向着范畴的原初划分,也不存在将它们确切规定到单一属中的位置。

语法注4 条
  1. 1.36Οὔτοι παραλείπων αὐτήν

    强调否定语气词 οὔτοι(οὔ τοι)与分词 παραλείπων 连用,省略了主要谓语动词(如 παρέλιπεν)。它与后文的 ἀλλ’ ὅτι(不是因为遗漏……而是因为……)相呼应,构成因果上的对比结构。

  2. 1.36τὸ ἀπαρτίζον τῆς διανοίας

    实质化的中性现在分词 τὸ ἀπαρτίζον 支配属格 τῆς διανοίας,意为“思考的完结(完整部分)”,指代标点符号在文末指示意义完结的伴随功能。

  3. 1.36καθόλου γὰρ ἐν τούτῳ ἔχουσι τὸ εἶναι αἱ ἀποφάσεις καὶ στερήσεις ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι

    句子的核心骨架为 αἱ ἀποφάσεις καὶ στερήσεις ἔχουσι τὸ εἶναι ἐν τούτῳ(否定与缺乏在此之中拥有其存在),其中 ἐν τούτῳ 的具体内容由同位解释性的冠词附带不定式短语 ἐν τῷ τὰ ἀναιρούμενα μὴ εἶναι(在被取消者不存在这一点上)予以阐明。

  4. 1.36ἴσως δὲ βέλτιον ὁμώνυμον καὶ τὸ ἓν ἀπολιπεῖν

    属于无人称句式(βέλτιόν [ἐστι] 搭配不定式 ἀπολιπεῖν),谓词形容词 ὁμώνυμον 作为宾语补足语修饰不定式的受词 τὸ ἓν(“将‘一’保留为同名异义的更为妥当”)。句末带有 ἄν 的希求法从句(οὐκ ἂν εἴη...)表示由此假设得出的潜在推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:32.9-34.2