- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:30.35-32.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯回应了指责十范畴存在赘复的观点,论证了作用与承受不能归结为被运动,并驳斥了将所有范畴简化为二分法(实体与偶性,或实体与相对者)的做法。
λς. Ἀκήκοα δέ τινων πλεονασμὸν ἐγκαλούντων τῇ τομῇ ταύτῃ, ὡς οὐ καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφότερα ὑφ’ ἓν γένος εἶναι τὸ κινεῖσθαι. Ἔστι δ’ ἡ τούτου λύσις τοιαύτη· οὔτε τὸ ποιοῦν ᾗ ποιεῖ πάσχει οὔτε τὸ πάσχον ᾗ πάσχει ποιεῖ, οὐδὲ τοῖς συνθέτοις συνέρχεται τὰ δύο εἰς ταὐτὸ ὑπὸ τοῦ τὰς δύο ἀρχὰς εἰς ταὐτὸ συμπίπτειν. τὸ μὲν οὖν κινεῖσθαι ἐν τῷ πάσχειν ἐστί. τὸ δὲ ποιοῦν κινεῖ ἀκίνητον ὄν. ἔνια δὲ τῶν ποιούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηκὸς κινεῖται ἀπὸ τοῦ τὰς δύο ἀρχὰς ἐν αὑτοῖς ἔχειν,1 καὶ εἶναι μέν τι αὐτῶν κινοῦν, εἶναι δὲ κινούμενον ἕτερον. ἀντιδιεῖλεν οὖν τῷ ποιοῦντι τὸ πάσχειν κατὰ τὰ ἑαυτῷ περὶ τῶν αἰτίων δοκοῦντα. Ἄλλη πάλιν αἰτία καθ’ ἕτερον τρόπον τὴν περιττότητα αἰτιᾶται· τὰ μὲν γὰρ καθ’ αὑτά, τὰ δὲ πρός τι διαιροῦνται, καὶ ἐν τούτοις περιλαμβάνειν δοκοῦσι πάντα τὰ γένη. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνοντες αὐτὰ ἡγοῦνται ἀρκούντως διαιρεῖσθαι. Οὐκ ὀρθῶς οἰόμενοι· οἱ μὲν γὰρ εἰς ὑποκείμενον καὶ συμβεβηκὸς διχοτομοῦντες τὰς κατηγορίας ἐφάπτονται μέν πως τῆς Ἀριστοτέλους πρώτης καὶ εἰς ἐλάχιστα τῶν γενῶν τομῆς, καὶ ταύτῃ γε οὐχ ἁμαρτάνουσιν· ᾗ δὲ παραλείπουσι τὰ καθόλου καὶ ἐν μέρει, ταύτῃ δὲ κακῶς χρῶνται καὶ ἀτελῶς τοῖς Ἀριστοτελικοῖς. οἱ δ’ αὖ εἰς οὐσίαν καὶ πρός τι ἀντιδιαιροῦντες, ἐπειδὴ τὰ συμβεβηκότα ἄλλου ἐστί, καὶ οὕτω δύο μόνα ποιοῦντες γένη τὰς ὅλας κατηγορίας, οὗτοι δὲ ἐπιτίθενται τῇ ἐνδείᾳ τῶν ὀνομάτων·2 ᾗ γὰρ συμβεβηκότα οὐ πάντα ἐστὶν ἄλλου, ἀλλὰ ἓν μόνον τὸ αὐτῷ λεγόμενον πρός τι. δοκεῖ δὲ πρός τι εἶναι πάντα τὰ συμβεβηκότα διὰ τὸ ἡμᾶς ἀφαιρεῖν τὰ ὀνόματα τῶν πεφυκότων συσσημαίνεσθαι διὰ τὸ γνώριμον· οὕτως ἡ λευκότης δοκεῖ τινος εἶναι οὐκ οὖσα καθ’ αὑτήν τινος. ἐπὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ προηγουμένως καθ’ αὑτὰ πρός τί ἐστι. Σωκράτης γὰρ Σωφρονίσκου λέγεται οὐχ οὕτως, ᾗπέρ ἐστι Σωκράτης, ἀλλὰ παραλείπομεν ὡς γνώριμον τὸ υἱός, ἐπεὶ ᾗ Σωκράτης οὐδενός. καὶ τὸ συμβεβηκὸς εἰ μὲν ἀναφέροιμεν εἰς τὸ ὑποκείμενον, πρός τι, ὥσπερ ὁ ἀγρὸς ὡς κτῆμα πρός τι, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ συμβεβηκὸς φύσις τις ἰδία. καὶ ἡ ὕλη δὲ καὶ τὸ ὑποκείμενον καθὸ μὲν τυγχάνει τούτων τῶν προσηγοριῶν, πρός τί ἐστι (τινὶ γὰρ ὑπόκειται), καθὸ δὲ ἀρχή, κατὰ διάστασίν ἐστι3 καὶ καθ’ ἑαυτό. δεῖ τοίνυν μὴ ῥημάτων συνηθείας ἀλλὰ τῆς τῶν πραγμάτων φύσεως ἐξεταστὰς γίνεσθαι, μηδὲ τῇ ἐνδείᾳ τῶν ὀνομάτων ἐπιτίθεσθαι, ἀλλὰ ταῖς διαφόροις ἰδιότησι τῶν πραγμάτων συνακολουθεῖν. οὕτω γὰρ οὐχ εὑρεθήσεται τὰ γένη ἐλάττονα ὄντα τῶν δέκα. εἰ δέ τις εἰς ὑποκείμενον (καὶ τὰ περὶ τὸ ὑποκείμενον) διαιρούμενος ὡς περιττεύουσαν εὐθύνει τὴν εἰς δέκα διανομήν, καὶ οὗτος ἀορίστως ἀντιδιαιρεῖ τὰ περὶ αὐτὸ πρὸς ἓν καὶ ὡρισμένον τὸ ὑποκείμενον.
第三十六问。我听闻有人指责这种划分存在赘复,认为他将承受与作用对立起来是不妥的;因为两者本应归于同一个属,即被运动。对此的解决如下:作用者在它作用的限度内并不承受,承受者在它承受的限度内也不作用,并且在复合事物中,两者也不会因两个本原重合为同一者而汇入同一物中。因此,被运动是在承受之中的。而作用者自身不动却引发运动。感觉事物中某些作用者之所以因偶性而被运动,是因为它们自身内包含着两个本原,并且其中一部分引发运动,而另一部分被运动。因此,他依照自己关于原因的主张,将承受与作用者对立区分开来。又有另一种指责以另一种方式指控其多余:因为有些人把事物划分为自身存在者与相对者,并认为在这些之中就囊括了所有的属。另一些人则把事物划分为实体与偶性,认为这样就足以划分了。他们的看法并不正确:因为那些将范畴二分为基底与偶性的人,虽然在某种程度上触及了亚里士多德对于诸属的最先且最简的切分,并且在这点上确实没有犯错;但就他们遗漏了普遍者与个别者而言,他们对于亚里士多德学说的运用是拙劣且不完备的。而另一些人又因为偶性属于他者,便将实体与相对者对立划分,从而将整个范畴缩减为仅有的两个属,这些人抓住了名称的匮乏作为口实。因为就偶性而言,并非所有偶性都属于他者,而只有本身被称为相对者的那单一者才是如此。但一切偶性似乎都是相对的,是因为我们出于熟知而略去了按本性被一同指示之物的名称;因此白似乎属于某物,尽管它就自身而言并不属于某物。照这种论法,甚至那些原初地就自身而言的事物也将成为相对的了。因为苏格拉底被称为“索弗罗尼斯科斯的”,并非就他是苏格拉底而言如此,而是我们出于熟知略去了“儿子”,因为就他是苏格拉底而言,他并不属于任何人。偶性若是我们将其关联于基底,则是相对的(正如田地作为产业是相对的一样),但偶性本身就其自身而言则是一种独特的本性。质料与基底就其承受这些称谓而言也是相对的(因为它是某物的基底),但就其作为本原而言,它是独立离隔并就自身而存在的。因此,应当成为事物本性的考察者,而非字词习惯的考察者;不应抓住名称的匮乏做文章,而应顺应事物各自不同的特有属性。因为这样一来,各属便不会被发现少于十个。如果有人划分出基底[以及围绕基底的事物],并以此指责十项划分为多余,那么此人也是将围绕基底的事物无规定地与单一且规定了的基底对立划分开来。
- 1.35ἀπὸ τοῦ τὰς δύο ἀρχὰς ἐν αὑτοῖς ἔχειν
介词 ἀπό 带有属格的冠词不定式(τοῦ ἔχειν),构成表示原因的介词短语(“因自身内包含有……”)。宾格 τὰς δύο ἀρχάς 是不定式 ἔχειν 的直接宾语,介词短语 ἐν αὑτοῖς 表示处所。
- 1.35ἐπιτίθενται τῇ ἐνδείᾳ τῶν ὀνομάτων
动词 ἐπιτίθεμαι 支配与格 τῇ ἐνδείᾳ τῶν ὀνομάτων,意为“攻击”、“利用”或“抓住……作为把柄”。此处指论敌利用日常语言中由于熟知而省略相关名词(如“儿子”)这一语词匮乏现象,来为他们将范畴简化为二分的论点进行辩护或发难。
- 1.35κατὰ διάστασίν ἐστι
介词短语 κατὰ διάστασιν 与随后的 καὶ καθ’ ἑαυτό(“且就自身而言”)并列,与 ἐστί 连用构成表语,说明质料与基底在作为本原时具有“处于分离独立状态”或“具有自立的延展维度”。
