- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:29.29-30.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西普斯探讨了亚里士多德关于不同属的种差在种上不同的论断的解释(第三十三问)、个体与“数目上的一”的定义(第三十四问),以及同种内个体之间究竟因何相异的难题(第三十五问),反驳了基于独特性质聚积的解法,主张从“作为被数计之物的分立”的角度做出解答。
λγ. Ἐξήγησαι τὸ ἐδάφιον, ὅπου φησὶ τῶν ἑτέρων γενῶν ἑτέρας εἶναι τῷ εἴδει τὰς διαφοράς. Τῷ εἴδει εἶπεν ἀντὶ τοῦ τῷ λόγῳ, ὥσπερ καὶ ἐν τοῖς Τοπικοῖς σύνηθες αὐτῷ ταῦτα ἐπαλλάττειν ἀντὶ ἀλλήλων, βούλεται δὲ διὰ τούτου ἀκριβολογεῖσθαι περί τινος μείζονος· ἵνα γὰρ μὴ τῷ ὀνόματι προσέχοντες τὰς αὐτὰς λέγωμεν διαφορὰς σκεύους καὶ ζῴου, οἷον τὸ ὑπόπουν καὶ ἄπουν, διὰ τοῦτο προσέθηκε τῷ λόγῳ·1 ταῦτα γὰρ ὀνόματι μόνῳ δοκεῖ τὰς αὐτὰς διαφορὰς ἔχειν. ἢ καὶ οὕτως ἂν εἴποιμεν· ὡς ἕτεραι τῷ εἴδει εἰσὶν αἱ λαμβανόμεναι ὡς ἐν τῷ εἴδει ἑκάστου τῶν ἑτέρων γενῶν, ἐν μὲν τῷ ζῴῳ τοῦ ἀνθρώπου, ἐν δὲ τῇ ἐπιστήμῃ τῆς μουσικῆς λαμβανομένης, δύναται τὸ ἕτεραι τῷ εἴδει καὶ τὰς εἰδοποιοὺς σημαίνειν διαφοράς, ἵνα μὴ λάβῃ τις τὰς κατὰ συμβεβηκὸς ὡς τὸ πλεῖν τοῦ ἀνθρώπου· οὐ γὰρ αἱ ὁπωσοῦν χωρίζουσαι διαφοραί, ἀλλ’ αἱ κατὰ τὸ εἰδοποιεῖν καὶ τὸ εἶναι αὗται κυρίως εἰσὶν ἕτεραι τῷ εἴδει.
第三十三问。请解释他说不同属的种差在种上不同的那个段落。 他说“在种上”是用来代替“在定义上”,正如他在《论题篇》中也习惯将这些词互相替代一样;但他想借此对某个更重大的事情做出精确规定。因为为了防止我们仅仅关注名称就把器具和动物的种差说成是相同的(例如“有足的”与“无足的”),正是为此他才在论述中添加了[这一限制];因为这些仅仅在名称上似乎具有相同的种差。或者我们也可以这样说:正如那些被视为在不同属各自的种之中的种差在种上是不同的(在动物中人被把握,在知识中音乐被把握时),“在种上不同”也能够表示构成种的种差,以免有人把偶性的种差当作种差,例如就人而言的航海。因为并非以任何方式区分的种差,而是那些依照构成种和依照存在(本质)而区分的,才在严格意义上是在种上不同的。
λδ. Λοιπὸν τοίνυν ἐστὶν ἀκριβῶς διελέσθαι, τί ποτέ ἐστι τὸ ἄτομον καὶ ἓν ἀριθμῷ. Ἄτομον μὲν οὖν λέγεται οὐχ ὡς τὸ ἀδιαίρετον καὶ ἀμέριστον, ἀλλ’ ὡς τὸ μὴ δεχόμενον τομὴν γένους εἰς εἴδη μηδὲ εἴδους εἰς τὰ καθ’ ἓν ἀριθμῷ διωρισμένα. ἓν δὲ ἕκαστον τῶν αἰσθητῶν λέγεται οὐ κατὰ μίαν δύναμιν, ἀλλ’ ὅτι πάντα εἰς μίαν νεύει οὐσίαν. ἐπεὶ δὲ πολλαχῶς τὸ ἓν λέγεται καὶ γένει καὶ εἴδει καὶ κατ’ ἄλλους τρόπους πλείονας, ἀφορίζει νῦν ἓν τὸ κατ’ ἀριθμὸν λαμβάνων οὐ μόνον ᾧ ἀριθμοῦμεν, ὡς συκοφαντοῦσί τινες, ἀλλὰ καὶ τὸ ἀριθμούμενον. οὕτω γὰρ καὶ τοὺς πέντε ἵππους ἓν ἀριθμῷ τινι λέγομεν.
第三十四问。那么剩下的就是精确区分个体以及数目上的一究竟是什么。 那么[回答是],个体并非作为不可分和无部分者而被言说,而是作为不接受属向种的切分、也不接受种向数目上一一被界定者的切分而被言说的。而感觉事物的每一个被称为“一”,并不是依单一的能力,而是因为所有事物都倾向于同一个实体。既然“一”在许多意义上被言说,既在属上也在种上,并且还依照许多其他方式,所以他现在界定数目上的一时,不仅如某些人诬陷的那样把握了我们用以数计之物,而且也把握了被数计之物;因为唯有这样,我们才会把五匹马也称为在某个数目上的一。
λε. Ἀλλ’ εἰ εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, τίνι διαφέρει ὁ ἄτομος καὶ εἷς τοῦ ἀτόμου καὶ ἑνός· ἓν γὰρ ἀριθμῷ ἐστι καὶ οὗτος κἀκεῖνος. Οἱ μὲν οὖν λύοντες τὴν ἀπορίαν ταύτην κατὰ τὸ ἰδίως ποιόν, τοῦτ’ ἔστιν ὅτι ὁ μὲν φέρε γρυπότητι ἢ ξανθότητι ἢ ἄλλῃ συνδρομῇ ποιοτήτων ἀφώρισται, ἄλλος δὲ σιμότητι ἢ φαλακρότητι ἢ γλαυκότητι, καὶ πάλιν ἕτερος ἑτέραις, οὐ καλῶς μοι δοκοῦσι λύειν· οὐ γὰρ ἡ συνδρομὴ τῶν ποιοτήτων ἀριθμῷ ποιεῖ διαφέρειν, ἀλλ’ εἴπερ ἄρα ποιότης.2 μᾶλλον οὖν ἐκείνως ἀπαντητέον, ὅτι τὰ τῷ ἀριθμῷ ἕτερα οὐ διαφέρει ἀλλήλων τῇ φύσει καὶ τῇ οὐσίᾳ, ἀλλ’ ἔχει τὸ ἕτερον κατὰ τὸ ἀριθμεῖσθαι· ἕτερα οὖν ὡς ἀριθμητά· ἐν γὰρ τῷ καθ’ ἓν ἀριθμεῖσθαι ἕκαστον ἐπέρχεται ὁ ἀριθμός. διαφέροντα οὖν τῷ ἀριθμῷ δοκεῖ μοι λέγειν τοῦτ’ ἔστι διεστηκότα ὡς ἀριθμητά, ἵν’ ᾖ τὸ λεγόμενον ἐπὶ τοῦ εἴδους τοιοῦτον, ὅτι τὸ κατὰ πλειόνων καὶ διεστηκότων τῷ ἀριθμεῖσθαι εἶδός ἐστιν, ἵνα τὸ διαφέρειν ἀντὶ τοῦ διεστηκέναι λαμβάνωμεν.
第三十五问。但是,如果种是在“是什么”中述说数目上相异的多者的,那么一个作为个体的一物与另一个作为个体的一物凭借什么相异呢?因为这一者与那一者在数目上都是一。 那么[回答是],那些依据独特质化物来解决这个难题的人——即比如一人由鹰钩鼻或金发或某种其他的性质集聚所界定,另一个人则由塌鼻或秃顶或灰眼所界定,还有人则由其他性质所界定——在我看来并不能很好地解决;因为性质的集聚并不能使事物在数目上相异,如果有的话,也只是在性质上[相异]。因此更应当作如下回答:数目上不同的事物并非在本性和实体上彼此相异,而是在被数计时具有相异性;因此它们是作为被数计之物而相异的。因为正是在逐一数计每一个事物时,数目才介入其中。因此在我看来,他所说的“在数目上相异”,是指“作为被数计之物而分立”,以便关于种的说法成为这样:种是在被数计上分立的多者之上被述说者,以便我们把“相异”当作“分立”来理解。
- 1.32προσέθηκε τῷ λόγῳ
与格 τῷ λόγῳ 被理解为动词 προσέθηκε 的间接宾语(“在论述/言说中添加了[该限定]”)。虽然结合前文“用‘在种上’代替‘在定义上’”的说法,有人可能将其理解为引述该短语(“添加了‘在定义上’”),但亚里士多德的原文字句是 τῷ εἴδει,因此将其解释为作者在其陈述(τῷ λόγῳ)中加入了这一规定更为自然。
- 1.34ἀλλ’ εἴπερ ἄρα ποιότης
这是紧随对比从句 οὐ γὰρ ἡ συνδρομὴ τῶν ποιοτήτων ἀριθμῷ ποιεῖ διαφέρειν 之后的省略结构。主语 ποιότης 承前省略了谓语 ποιεῖ διαφέρειν。虽然语法形式上 ποιότης 为主格(“性质[使之相异]”),但其逻辑上对应于前面表示方式或方面的与格 ἀριθμῷ(“并非在数目上,而即便有,也是在性质上[ποιότητι]”),表达性质的集聚充其量只能造成质上的区别而非数目上的区别。
