- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:28.16-29.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德克西珀斯驳斥了相对划分的属(如陆生动物与有翼动物)共用相同种差这一难题,指出它们共有上位动物属而非彻底不同的属,随后阐明了种与种差的本质定义及其整体与部分的关系,并阐述了依据实体的共同性与相异性系统地发现它们的专门方法。
λ. Τούτοις δέ ἐστιν ὅμοια καὶ τὰ τοιαῦτα ἀπορήματα· τὸ γὰρ πεζόν φασι καὶ τὸ πτηνὸν καὶ τὸ ζῷον καὶ τὸ ὄρνεον τὰς αὐτὰς ἔχει διαφορὰς ἐνίας, οὐ μόνον ἄρα ἐπὶ τῶν ὁμογενῶν καὶ τῶν ὑπαλλήλων, ἀλλὰ καὶ τῶν διεστηκότων αἱ αὐταὶ ἐνίοτέ εἰσι διαφοραί·1 καὶ οὕτως ψεῦδος ἔσται τὸ νυνὶ λεγόμενον. ἔστι δὲ καὶ πρὸς τούτους ἡ αὐτὴ ἀπάντησις· ἐροῦμεν γὰρ ὅτι κακῶς λαμβάνετε τὰ ἕτερα γένη, οὐ γὰρ τὰ ἐπὶ βραχὺ παραλλάττοντα ἀλλὰ τὰ πάντῃ διεστηκότα ἐστὶν ἕτερα. πάλιν ὅταν λέγωσι τὸ ζῷον πεζὸν καὶ τὸ ζῷον πτηνὸν τὰς αὐτὰς ἔχειν διαφοράς· ποηφάγα γὰρ καὶ σαρκοφάγα καὶ σπερμοφάγα ἐστὶν ἀμφότερα καίτοι μὴ ὄντα ὑπάλληλα ἀλλ’ ἀντιδιαιρούμενα· ὥστε ῥᾴδιον καὶ πρὸς τοῦτο τὸ ἀπόρημα ἀντιθεῖναι τὸ αὐτό· τὸ γὰρ πεζὸν καὶ τὸ πτηνὸν ἄμφω κοινωνεῖ τοῦ ζῴου καὶ οὐ πάντη ἕτερα εἴληπται τὰ γένη.
第三十问。如下这类难题也与这些相似:因为他们说陆生的和有翼的,以及动物和鸟,具有某些相同的种差;因此,不仅在同属者和彼此从属者的情况下,而且在彼此分立者的情况下,有时也存在相同的种差;这样一来,如今所说的便将是虚妄的。但对于这些人也有相同的回答:因为我们将说,你们对“不同的属”理解有误,因为并非略有差异的,而是彻底分立的才是不同的。再次,当他们说“陆生动物”和“有翼动物”具有相同的种差时——因为尽管它们并不彼此从属,而是相对划分的,二者却都是食草的、食肉的和食种子的——因此针对这一难题提出同样的反对意见也是容易的:因为陆生的和有翼的二者都共有动物,这些属并没有被当作彻底不同的概念来接受。
λα. Ἀλλὰ δὴ συντόμως ἔπελθέ μοι τὸν περὶ τοῦ εἴδους καὶ διαφορᾶς λόγον. Τὸ μὲν οὖν εἶδος κοινοῦ ἔχεται λόγου, χωριστὸν δέ ἐστι τοῦ οἰκείου γένους ταῖς εἰδοποιοῖς διαφοραῖς, ἴδιον δὲ πρὸς διορισμὸν ἔχει τὸ κατὰ ἀτόμων ἔχειν τὴν κοινωνίαν τοῦ λόγου,2 ὥσπερ τὸ γένος τὸ κατὰ εἰδῶν ἔχειν τὸ κοινόν. διαφορὰ δέ ἐστι τὸ χωρίζειν πεφυκὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος τὰ ὑπ’ αὐτὸ τεταγμένα, καὶ ὅτῳ διαφέρει ἕκαστον τῶν εἰδῶν· κατὰ γὰρ τὸ γένος οὐ διενήνοχεν. οὐ μέντοι ἁπλῶς τὸ χωρίζον ἐστὶ διαφορά, ἀλλὰ τὸ ἐν τῷ εἶναι χωρίζον· οὐ γὰρ εἰ τὸ πλεῖν χωρίζει ἡμᾶς ἀπὸ τῶν ἄλλων ζῴων, ἔσται διαφορὰ τοῦ ἀνθρώπου ἡ τοῦ πλευστικοῦ· οὐ γὰρ κατ’ οὐσίαν τὸν χωρισμὸν αὕτη ποιεῖται, κατὰ συμβεβηκὸς δὲ ἄλλως. βούλεται οὖν ἡ διαφορὰ γίγνεσθαι οὐσίας μέρος· περὶ γὰρ τὴν οὐσίαν τὴν ἰδιότητα ἀφορίζει τῶν κεχωρισμένων. διαφορὰ δὲ καὶ εἶδος διαφέρει ὡς ὅλον καὶ μέρος· ὥσπερ γὰρ τὸ ὄνομα τὸ λογικὸν ἔχει πρὸς τὸν ὅρον, οὕτω καὶ τὸ πρᾶγμα τῆς διαφορᾶς περιέχεται ὑπὸ τοῦ εἴδους.
第三十一问。不过,请向我简要论述一下关于种与种差的说明。 那么,种一方面保持着共同的定义,另一方面又借由构成种的种差与其特有的属相分离,并且它具有界定上的固有特征,即在个体之上具有定义的共有性,正如属在诸种之上具有共通性一样。而种差则是天然能够将归属于其下的事物与归属于该属之下的事物区分开来的东西,并且是各物种依据其得以互异的东西;因为它们依属而言并无差异。然而,并非单纯起区分作用的便是种差,而是在存在(本质)上起区分作用的才是种差;因为即使航海能将我们与其他动物区分开来,“能航海的”也不会因此成为人的种差;因为这并不是依实体做出区分,而仅仅是依偶性做出区分。因此,种差倾向于成为实体的一部分;因为它是就实体而言限定了被区分者的固有特性的。此外,种差与种的差异宛如全体与部分;因为正如“理性的”这一名称相对于定义那样,种差的实质也被种所包摄。
λβ. Ἐπεὶ δὲ ἐν πᾶσιν ἀναγκαιότατόν ἐστιν εἰδέναι τὰς εὑρέσεις τῶν προτιθεμένων θεωρημάτων, καὶ ἐνταῦθα πειραθῶμεν ἐπὶ τῶν παρόντων διά τινος μεθόδου τεχνικῆς τὴν εὕρεσιν αὐτῶν παραδοῦναι. Ὅτι μὲν οὖν ἀπὸ τῆς κοινότητος τῆς οὐσιώδους τὸ γένος καὶ τὸ εἶδος εὑρίσκεται φανερόν. καὶ τοῦτο δὲ πρόδηλον ἤδη ἐκ τῶν προδιωρισμένων, ὅτι τὸ μὲν εἶδος τῇ κοινότητι διατείνει περὶ τὰ καθ’ ἕκαστα, τὸ δὲ γένος περὶ τὰ εἴδη καὶ ἔστι καθολικώτερον μᾶλλον. τὴν δὲ διαφορὰν εὑρίσκομεν ἀπὸ τῆς κατ’ εἴδη ἑτερότητος χαρακτηριστικῆς. ἔχει μὲν οὖν τὸ μέσον οὐσίας καὶ ποιότητος ἤτοι ἐξ ἀμφοῖν συνεστηκὸς ἢ τῆς οὐσίας συλλαβούσης τὸ ποιὸν ἢ ἀνάπαλιν τῆς ποιότητος τὴν οὐσίαν ἢ μεταξὺ τῆς διαφορᾶς οὔσης τῶν ποιῶν τε καὶ τῆς οὐσίας,3 ὡς ἐκβεβηκέναι αὐτὴν ἀμφότερα τὰ ἄκρα. δεῖ τοίνυν τὸν λόγον τῆς διαφορᾶς μηδαμοῦ ἀπέχεσθαι τῆς οὐσίας τῶν εἰδῶν (εἰ δὲ μή, γίνεται κατὰ συμβεβηκός), ἀλλ’ ὥσπερ εὑρίσκεται τὸ γένος ἀπὸ τῆς τῶν εἰδῶν καὶ τῆς οὐσίας κοινωνίας, τὰ δὲ εἴδη, ἡνίκα ἂν τὰ ἀριθμητὰ κοινωνῇ τοῦ εἶναι, οὕτως δὴ καὶ τὰς διαφορὰς ἀπὸ τῆς ἑτερότητος τῆς θεωρουμένης κατὰ τὰς ἰδιότητας τῆς οὐσίας περιλαμβάνεσθαι· οὕτω γὰρ ἂν εὔληπτος αὐτῶν γένοιτο ἡ εὕρεσις.
第三十二问。既然在一切事物中知晓所提出之定理的发现法是最为必需的,那么在此我们也就当下的问题,尝试通过某种技术性的方法来传授它们的发现法。 由此显而易见,属和种是从实体的共同性中被发现的。并且从此前所界定的内容中这也已经昭然若揭,即种在共同性上延伸至个别事物,而属则延伸至诸种并且更加具有普遍性。我们则是从依种而定的特征性差异中发现种差的。种差占据着实体与性质的中间位置,它要么是由二者合成的,要么是实体吸纳了性质,要么反过来是性质吸纳了实体,要么是种差介于定性者与实体之间,从而超出了两极。因此,种差的界说绝不可脱离诸种的实体(否则它就会变成偶性的),而是正如属是从诸种与实体的共有中被发现,种是在可数计的个体共有存在时被发现那样,种差也必须从依实体的固有属性所观察到的差异性中被把握;因为这样一来,对它们的发现就会变得容易掌握了。
- 1.29οὐ μόνον ἄρα ἐπὶ τῶν ὁμογενῶν καὶ τῶν ὑπαλλήλων, ἀλλὰ καὶ τῶν διεστηκότων αἱ αὐταὶ ἐνίοτέ εἰσι διαφοραί
这是由前文的 φασι(他们说)引出的间接引语内容的进一步展开,以 ἄρα(因此)推进反方论证。τῶν ὁμογενῶν、τῶν ὑπαλλήλων 与 τῶν διεστηκότων 均为与介词 ἐπί 连用的属格,分别表示同属之物、从属之物以及彼此分立之物的范围与情况。
- 1.30ἴδιον δὲ πρὸς διορισμὸν ἔχει τὸ κατὰ ἀτόμων ἔχειν τὴν κοινωνίαν τοῦ λόγου
主语承前为主格 τὸ εἶδος(种)。动词 ἔχει 的直接宾语是带冠词的不定词短语 τὸ ... ἔχειν,而 ἴδιον 则作其宾语补足语(“具有……作为固有特征”)。πρὸς διορισμόν 是表示视角的介词短语(“就界定而言”)。其后的 ὥσπερ 从句为省略句,补充读取为 τὸ γένος [ἔχει] τὸ ... ἔχειν τὸ κοινόν。
- 1.31ἔχει μὲν οὖν τὸ μέσον οὐσίας καὶ ποιότητος ἤτοι ἐξ ἀμφοῖν συνεστηκὸς ἢ τῆς οὐσίας συλλαβούσης τὸ ποιὸν ἢ ἀνάπαλιν τῆς ποιότητος τὴν οὐσίαν ἢ μεταξὺ τῆς διαφορᾶς οὔσης τῶν ποιῶν τε καὶ τῆς οὐσίας
主动词 ἔχει 的主语承接前句的 ἡ διαφορά(种差,阴性)。中性单数分词 συνεστηκός 与中性宾语 τὸ μέσον(中间)取得一致,或作非人称方式分词。随后通过 ἤτοι... ἢ... 连接三个独立属格结构(τῆς οὐσίας συλλαβούσης...、τῆς ποιότητος [συλλαβούσης]...、τῆς διαφορᾶς οὔσης...),并列列举了种差居于实体与性质之“中间”的四种不同理论解释。
