← 德克西普斯

亚里士多德《范畴篇》注释

§27.3-28.15

从属诸属中种差的共有与区分

德克西珀斯通过区分构成种的种差与划分性的种差,化解了《范畴篇》第3章中关于从属属之种差规定的表面矛盾,驳斥了修改原文的提议,并阐明凡在同一个共同上位属之下的诸属均非真正“不同的属”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

κη. Ἀλλὰ δοκεῖ πως ἐναντίωσίν τινα ἡ παροῦσα διάταξις ἔχειν· ὅταν μὲν γὰρ λέγῃ τῶν ὑπ’ ἄλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαφοράς, ὡς περὶ ἐνίων ἀποφαίνεται, καὶ οὐχ ἁπλῶς περὶ ἁπασῶν· ὅταν δὲ προσδιορίζῃ τὰ ἐπάνω τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται μηδεμίαν αὐτῶν ὑπεξαιρούμενος. Δῆλον μὲν οὖν ὅτι οὐχ ὡσαύτως διορίζεται τὸ ἐπί τινων καὶ τὸ ἐπὶ πασῶν, ἀλλὰ διαφόρως· οὐσῶν γὰρ τῶν μὲν εἰδοποιῶν διαφορῶν, καθ’ ἃς εἰδοπεποίηται καὶ πεποίωται τὸ γένος, οἷον τὸ ζῷον κατὰ τὸ ἔμψυχον καὶ αἰσθητικόν, ἅπερ αὐτοῦ καὶ συμπληροῖ τὴν οὐσίαν, οὐσῶν δὲ καὶ ἄλλων διαιρετικῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος εἰς τὰ ὑπ’ αὐτὸ εἴδη οἷον τὸ ζῷον εἰς τὸ λογικὸν καὶ ἄλογον, φανερὸν γέγονεν, ὅτι αἱ μὲν κατ’ οὐσίαν ὑπάρχουσαι τῷ ζῴῳ διαφοραὶ πολὺ πρότερον ὑπάρξουσι καὶ τῷ ὀρνέῳ, αἱ δὲ τέμνουσαι αὐτὸ εἰς τὰ περιεχόμενα ὑπ’ αὐτοῦ αὗται ἐνίοτε μὲν τῷ ὀρνέῳ ὑπάρξουσιν, ὅταν πρὸς αὐτὸ κοινωνῶσιν, ἐνίοτε δὲ οὐχ ὑπάρξουσι, ὅταν μὴ κοινωνῶσι πρὸς αὐτό, ὡς ἡ τοῦ λογικοῦ. ἀληθὲς ἄρα τὸ καὶ ἐνίας καὶ πάσας εἶναι ταύτας διαφορὰς τοῦ κατηγορουμένου καὶ ὑποκειμένου, καὶ ποίας ἑκατέρας, διεκρίναμεν. οὐκ ἄρα διορθωτέον τὴν λέξιν μεταστρέφοντας ἐπὶ τἀναντία τὴν ἀπόφασιν οὕτως· ὥστε ὅσαι τοῦ ὑποκειμένου, τοσαῦται καὶ τοῦ κατηγορουμένου. ἡμάρτηται γὰρ ἡ διόρθωσις· οὐχ ὅτι γὰρ ἡ τοῦ ἀνθρώπου διαφορὰ λέγοιτ’ ἂν κατὰ τοῦ ζῴου,1 τὸ δίπουν φημὶ καὶ τὸ διαλεγόμενον καὶ τὰ ἄλλα, ἀλλὰ δῆλον ὅτι τὸ μὲν οὐδὲν κωλύει καὶ τὸ μὴ πάσας κατηγορεῖσθαι ταῖς διαιρετικαῖς προσήκει, τὸ δὲ πάσας κατηγορεῖσθαι ταῖς εἰδοποιοῖς. δοκεῖ δ’ ἐμοί γε καὶ αὐτὸς ἐνδείκνυσθαι ταῦτα, δι’ ὧν ἀντιδιαιρεῖ τὸ ἐπάνω τῷ ὑποκάτω,2 οὐκ ἐπὶ τῶν γενῶν μόνον τῷ τοιούτῳ διορισμῷ χρώμενος, ἀλλὰ καὶ ἐπὶ τῶν διαφορῶν. ἐπάνω μὲν οὖν ταύτας θήσομεν διαφορὰς τὰς συμπληρωτικὰς αὐτῶν τῆς οὐσίας, ὅσας καὶ οἷόν τε κατηγορεῖν ἐπὶ τῶν ὑποκειμένων, ὑποκάτω δέ, ὅσαι περιέχονται ἐν τοῖς προτέροις αὐτῶν γένεσιν, ἃς ἐνίοτε οὐχ οἷόν τε κατηγορεῖσθαι. διέλοι δ’ ἄν τις καὶ τὰς μὲν γενικὰς προσαγορεύων διαφοράς, τὰς δὲ εἰδικάς· εἰδικὰς μὲν ὅσαι τέμνουσι τὸ γένος, καθ’ ἃς καὶ εἰδοποιεῖται τὰ ὑπὸ τὰ γένη εἴδη, γενικὰς δὲ αὖ τὰς τῶν γενῶν συμπληρωτικὰς διαφοράς, αἷς εἰδοποιεῖται τὰ γένη. εἰσὶ μέντοι τινὲς καὶ τῶν διαιρετικῶν, ἃς οἷόν τε ὑπάρχειν τοῖς αὐτοῖς, ὡς ἐπὶ τῶν ὑπαλλήλων ἐπιδέδεικται.

第二十八问。但是,目前的规定似乎以某种方式包含着矛盾。因为当他说彼此从属的诸属具有相同的种差并无妨碍时,他似乎是对某些种差作出陈述,而非无条件地对所有种差作出陈述;但当他额外界定上位概念依其从属者被述说,并且被述说者有多少种差,基质便有多少种差时,他又似乎毫无例外地对所有种差普遍地作出陈述。由此显而易见,关于某些事物与关于所有事物并不是以同一种方式被界定的,而是有区别的。因为既然一方面有构成种的种差,属依据它们得以被形成种并获得定性(例如动物依据有灵魂的和有感觉的,这些种差也确实充实了它的实体),而另一方面又有划分性的种差,属依据它们被划分为从属于它的诸种(例如动物被划分为理性的和非理性的),这就明朗了:按其实体属于动物的种差,必当远在此之前便也属于鸟;而将动物切分为其所包含之诸概念的种差,有时会在与鸟共有时属于鸟,有时则在不与鸟共有时并不属于鸟,如同理性的种差。因此,被述说者与基质的这些种差既是某些又是全部,这是真实的,而且我们已经区分了这两者各是何种情形。因此,绝不应当通过将陈述反转为相反的情形来修正词句,作如下修改:“从而基质有多少种差,被述说者便也有多少种差”。因为这种修正是错误的:这并不是因为人的种差——我指的是两足的、能对话的以及其他——会被依动物述说,而是显然,“并无妨碍”以及“并非全部被述说”适用于划分性的种差,而“全部被述说”则适用于构成种的种差。在我看来,他本人也是通过将上位者与下位者相对分来指明这些的,他不仅在诸属上,而且在诸种差上也运用了这样的界定。因此,我们将充实它们实体的种差置于上位,它们也都能依基质被述说;而将包含在它们在先的诸属之中的种差置于下位,这些种差有时是无法被述说的。人们或许也可以通过将一些称为属的种差,另一些称为种的种差来进行划分:种的种差乃是切分属的种差,从属于属的诸种正是依据它们得以成种;反之,属的种差则是充实属之实体的种差,诸属正是借它们得以成种。然而,在划分性的种差中,也有一些可能属于相同的事物,正如在彼此从属的概念上所表明的那样。

§1.28

κθ. Τί δ’ ἂν εἴποις περὶ τοῦ τὰ ἕτερα γένη ταῖς αὐταῖς διαφοραῖς χρῆσθαι; ἰσόπλευρα γὰρ καὶ ἀνισόπλευρα ἐπίσης ἑκάτερα σχήματα λέγεται καὶ ἓν κατ’ αὐτῶν κοινὸν ὄνομά ἐστι τὸ σχῆμα, καὶ τῶν ἀρετῶν καὶ κακιῶν διαφερουσῶν τῷ γένει τὰς αὐτὰς εἶναι διαφοράς· αἱ μὲν γὰρ λογικαὶ αἱ δὲ ἄλογοι κατηγοροῦνται ἐπ’ ἀμφοτέρων. Οἱ δὴ ταῦτα ἀποροῦντες διημαρτήκασι παρὰ τὴν ἄγνοιαν τοῦ ἑτέρου γένους.3 ταῦτα γὰρ εἰ καὶ μὴ ὑπάλληλά ἐστιν, ὅμως οὐκ ἔστιν ἕτερα, εἴ γε ὑπὸ ἓν κοινὸν γένος ὑποτάττεται, ὥσπερ ἐπὶ τοῦ εὐθυγράμμου καὶ ὑπὸ τὸ σχῆμα· καὶ ἡ ἀρετὴ τοίνυν καὶ ἡ κακία ὑπὸ τὴν ἕξιν ταχθήσεται, καὶ οὐκ ἔσται ἕτερα ἀλλήλων τὰ τοιαῦτα γένη.

第二十九问。但是,关于不同的属使用相同的种差,你会怎么说呢?因为这两种图形同样都被称为等边的和不等边的,对它们来说有一个共同的名称即图形;并且美德与邪恶在属上有所不同,却具有相同的种差,因为理性的与非理性的在这两者上都被述说。提出这一难题的人完全是因为不了解“不同的属”而陷入了谬误。因为这些概念纵使彼此不从属,但如果被归于同一个共同的属之下,它们终究不是不同的,正如在直线图形的情况以及在图形之下那样;因此,美德与邪恶也将被置于状态(习性)之下,这类属彼此之间将不是不同的。

语法注3 条
  1. 1.27οὐχ ὅτι γὰρ ἡ τοῦ ἀνθρώπου διαφορὰ λέγοιτ’ ἂν κατὰ τοῦ ζῴου

    此处为 οὐχ ὅτι... ἀλλὰ δῆλον ὅτι... 的关联句式(“并不是因为人的种差会被依动物述说,而是显然因为……”)。它用于解释前句“因为这种修正是错误的”(ἡμάρτηται γὰρ ἡ διόρθωσις),先用 οὐχ ὅτι 否定一个错误的理由,再由 ἀλλά 引出真正的依据。

  2. 1.27δι’ ὧν ἀντιδιαιρεῖ τὸ ἐπάνω τῷ ὑποκάτω

    关系代词短语 δι’ ὧν 为工具性表达,先行词指亚里士多德文中所用的论述或词句。动词 ἀντιδιαιρεῖ 与与格 τῷ ὑποκάτω 连用,意为“将上位者与下位者相对立地区分开”。

  3. 1.28παρὰ τὴν ἄγνοιαν τοῦ ἑτέρου γένους

    介词 παρά 支配宾格表示原因(“由于……”、“起因于对……的无知”)。属格 τοῦ ἑτέρου γένους 作 ἄγνοια 的宾格性属格,指对“不同的属”这一概念或术语本身的无知。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:27.3-28.15