← 德克西普斯

亚里士多德《范畴篇》注释

§25.23-27.2

否定谓词的谬误与属和种的述说

德克西普斯解答了利用否定谓词的争辩派三段论谬误(第二十五问),反驳了关于属与种无别的质疑并阐明二者的关系区别(第二十六问),并解释了为何作为第二位名称的“种”和“属”不能传递性地述说个体(第二十七问)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

κε. Ἀλλὰ δὴ πῶς ἀπαντήσωμεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρπρὸς τῷ ὑποκειμένῳ τὸν τῆς ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι, τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων λῆψιν, ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπάρχοντα ὡς κατ’ καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες.1

第二十五问。但是,对于那些将不属于被述说者之物当作依它而被述说者来采取、从而针对基质构建否定三段论的争辩派,我们究竟当如何回答呢?例如:人依作为基质的苏格拉底被述说,而关于人,则被述说为不是苏格拉底;因此关于苏格拉底,也可以说不是苏格拉底。因为针对这些人,我们再次予以考量的,不是像斯多亚派所说的那样排除否定项,而是像亚里士多德所教导的那样采取按实体而属性的事物;那些人正因未恪守这一点而陷入谬误,把不作为依基质而被述说的属性,当作按实体而属性的事物额外假定进来了。

§1.25

κς. Εἰ δέ τις μηδ’ ὅλως καθ’ ἑτέρου λέγεσθαι τὸ γένος τοῦ εἴδους διαμφισβητήσειεν, ἐπεὶ κατὰ τὸν αὑτοῦ λόγον κατηγορεῖται τοῦ ὑποκειμένου καὶ καθόσον κοινωνεῖ πρὸς αὐτὸ τῆς αὐτῆς οὐσίας (τὰ γὰρ γένη τῶν εἰδῶν ἐπινοίᾳ χωρίζομεν, αὐτὰ δὲ καθ’ αὑτὰ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τοῖς εἴδεσι τὸ εἶναι ἔχει), πῶς ἀπαντήσωμεν; Ἢ ὅτι τὸ δοκοῦν εἶναι τούτων ταὐτὸ παραλλάττει τῇ σχέσει, ἢ τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου διέστηκε· καὶ ἔστι τὸ μὲν γένος μηδέπω καταταχθέν, ὥσπερ εἴ τις τὸν ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν νοήσειε, τὸ δὲ εἶδος ἤδη κατατεταγμένον εἰς τὰς κατὰ μέρος διαφοράς, ὥσπερ τὸν πολίτην φυλέτην ἐπινοοῦμεν.

第二十六问。如果有人全然质疑属是否依异于种的事物而被述说,既然它是按照自身的定义依基质被述说,并且只要它与该基质分有相同的实体(因为我们只是在观念中将属与种分离,它们本身并不独自实存,而是在种之中具有其存在),我们又当如何回答呢?或者应当回答说:在这些之中看似同一的事物在关系上有所差异,或者未被归序之物与已被归序之物彼此有别;而属乃是尚未被归序之物,正如有人单单就人本身来构想人一样,而种则是已经被归序至各个部分种差之中的事物,正如我们将公民构想为某一特定部族成员一样。

§1.26

κζ. Πῶς οὖν ὁ μὲν ἄνθρωπος κατὰ τοῦ Σωκράτους λέγεται, τὸ δὲ εἶδος κατὰ τοῦ ἀνθρώπου, οὐκέτι δὲ κατὰ τοῦ Σωκράτους τὸ εἶδος, καὶ κατὰ μὲν τοῦ ἀνθρώπου τὸ ζῷον, κατὰ δὲ τοῦ ζῴου τὸ γένος, οὐκέτι δὲ κατὰ τοῦ ἀνθρώπου τὸ γένος κατηγορεῖται; Ὅτι κατὰ τοὔνομα, οὐ μέντοι κατὰ τὸν λόγον κατηγορεῖται τὰ ἀνωτέρω κατὰ τῶν ὑποκειμένων· οὔτε γὰρ ἐάν τις ἀποδιδῷ, τί ἐστιν ἄνθρωπος, ἐρεῖ ὅτι τὸ εἶδος,2 οὔτε ὁ λόγος τοῦ εἴδους ἐφαρμόττει κατὰ τοῦ ἀνθρώπου. καὶ περὶ τοῦ γένους δὲ ὁ αὐτὸς λόγος. ἔτι τὸ μὲν εἶδος καὶ τὸ γένος ἄλλοις συμβέβηκε καὶ ἀντιδιαιρεῖται, τὸ μὲν πρὸς τὸ μὴ τῶν εἰδῶν εἶναι, τὸ δὲ πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, τὰ δὲ καθ’ ὑποκειμένου λεγόμενα συμπληρωτικὰ τῆς οὐσίας ἦν. ἔτι τὰ μὲν κατὰ παντὸς λέγεται· πᾶς γὰρ ἄνθρωπος ζῷον εὐλόγως ἂν ῥηθείη, διότι οὐδέν ἐστι τῶν ὑπὸ τὸν ἄνθρωπον, καθ’ οὗ οὐ λέγεται τὸ ζῷον· πᾶς δὲ ἄνθρωπος εἶδος ψευδῶς ἂν ῥηθείη, καὶ πᾶν ζῷον γένος οὐχ ὑγιῶς λέγεται· ὁ γὰρ τὶς ἄνθρωπος ἄνθρωπος, οὐ μὴν εἶδος, καὶ τὸ τὶ ζῷον ζῷον μέν, οὐ μὴν γένος. οὐκ ἄρα κατὰ παντὸς λέγεται ταῦτα, ἀλλ’ ὅτι κοινότητές εἰσιν, οὕτω κατ’ αὐτῶν ῥηθήσονται. καὶ ὅτι τὸ μὲν συμπληρωτικὸν ἦν τῆς οὐσίας, τὸ δὲ ἐνδεικτικὸν τῆς τοῦ ὀνόματος κατὰ κοινὴν σχέσιν θέσεως (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος ἢ ὁ Σωκράτης αὕτη ἡ κοινότης ἡ κατηγορουμένη), μᾶλλον οὖν ἔοικεν αὕτη τοῦ ὀνόματος εἶναι παραστατική,3 παρὰ ποίαν σχέσιν ὠνόμασται ὁ ἄνθρωπος ἤτοι ζῷον, καὶ ἔστιν ὀνόματα ὀνομάτων δεύτερα προτέρων, ἀλλ’ οὐχὶ τῆς προηγουμένης ἔχεται τῶν λέξεων σημασίας, οὐδὲ τὴν φύσιν αὐτὴν σημαίνει τῶν ὀνομαζομένων πραγμάτων, ἀλλὰ κατὰ ποῖον ὠνόμασται χαρακτῆρα ἐνδείκνυται.

第二十七问。那么,为何人依苏格拉底而被述说,种依人而被述说,但种却不再依苏格拉底而被述说;动物依人而被述说,属依动物而被述说,但属却不再依人被述说了呢?因为上位概念是依名称,而非依定义,依诸基质被述说的。因为若有人说明人是什么,既不会说它是种,种的定义也并不适用于人;关于属也是同样的道理。此外,种与属作为偶性附随于他物并彼此对分——一者相对于不属于诸种,另一者相对于不属于不可分个别事物——而依基质而被述说的事物则是实体的充实成分。此外,后者是就全体而被述说的:因为说“凡人皆是动物”是合乎情理的,因为人之下没有任何事物是动物不依其而被述说的;但说“凡人皆是种”则是虚假的,说“凡动物皆是属”也是不正确的。因为某一个别的人是人,但绝不是种;某一个别的动物是动物,但绝不是属。因此,这些并不是就全体而被述说的,而是因为它们是共同性,才被如此依它们述说。而且,一者曾是实体的充实成分,而另一者则是表明按共同关系对名称的设立(因为无论人还是苏格拉底都不是这被述说的共同性本身)。因此,这倒更像是名称的表象说明,表明人或动物是基于何种关系被命名的;它们是先于它们之名称的第二位名称,并不固守这些词句在先的指称意义,也不表示被命名事物的本性本身,而是表明事物是按照何种特征被命名的。

语法注3 条
  1. 1.24ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπάρχοντα ὡς καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες

    关系代词 ἣν 的先行词是前文的 τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων λῆψιν(按实体而属性的事物的采取)。末尾分词短语中,τὰ μὴ ὑπάρχοντα ὡς καθ’ ὑποκειμένου λεγόμενα 为直接宾语,而 κατ’ οὐσίαν 修饰分词 προσλαμβάνοντες,作状语表示“作为按实体[而属性的事物]额外假定”。

  2. 1.26οὔτε γὰρ ἐάν τις ἀποδιδῷ, τί ἐστιν ἄνθρωπος, ἐρεῖ ὅτι τὸ εἶδος

    在 ὅτι 引导的从句中,τὸ εἶδος 为表语名词,省略了系动词 ἐστί(“他会说[人]是种”)。连词 ὅτι 由主句动词 ἐρεῖ 所支配,引出间接引语。

  3. 1.26μᾶλλον οὖν ἔοικεν αὕτη τοῦ ὀνόματος εἶναι παραστατική

    主语指示代词 αὕτη 指前文提及的“被述说的共同性”(ἡ κοινότης ἡ κατηγορουμένη)。属格 τοῦ ὀνόματος 是形容词 παραστατική(指示的、表象的)所要求的宾格性属格,意为“表明名称的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:25.23-27.2