← 德克西普斯

亚里士多德《范畴篇》注释

§24.19-25.22

在基质之中定义的有效性与难题的消解

德克西普斯通过对“非作为部分”这一措辞的严密解读,消解了种和整体可能落入“在基质之中”的定义这一难题(第二十三问);接着针对香气可分离的诘难(第二十四问),通过区分“被分离”与“脱离而存在”,维护了该定义的妥当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

κγ. Ἀλλ’ εἴ τις καὶ δοίη μὴ εἶναι μέρη τὰ ἐν ὑποκειμένῳ, ἀλλ’ ἐκεῖνό γε ἄτοπον τὸ ἐν τῷ ὅρῳ τοῦ ἐν ὑποκειμένῳ δύνασθαι πολλάκις εὑρίσκεσθαι καὶ τὰ ὡς ἐν εἴδει καὶ τὰ ὡς ἐν γένει καὶ τὰ ὡς ὅλα ἐν μέρεσι· κοινὸν γὰρ εἶναι καὶ πρὸς ταῦτα τὸν εἰρημένον λόγον τοῦ ἐν ὑποκειμένῳ. οὔτε γὰρ τὸ εἶδος μέρος τοῦ γένους (δύναται γὰρ καὶ ἐξαιρεθέντος εἴδους σώζεσθαι τὸ γένος ὡς τὸ ζῷον ἐξαιρεθέντος τοῦ ἀνθρώπου), οὔτε δύναται ἄνευ τοῦ ζῴου εἶναι, πῶς γὰρ ἂν εἶδος εἴη γένους μὴ ὄντος; ἀλλὰ καὶ τὸ ὅλον ἐν τοῖς ἑαυτοῦ μέρεσιν ὂν οὔτε μέρος ἐστὶν αὐτῶν (ἄτοπον γὰρ τὸ ὅλον τῶν μερῶν λέγειν μέρος), οὔτε δύναται χωρὶς αὐτῶν εἶναι. πέφηνεν οὖν ὁ λόγος κοινὸς οὐ μόνον τῶν ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ. Καὶ μὴν παντὶ πρόδηλον τὸ εἶδος ὅτι μέρος μὲν οὐκ ἔστιν, ὥσπερ ἡ χεὶρ τοῦ ὅλου σώματος, ὡς μέρος δὲ θεωρεῖται. ὁ δὲ Ἀριστοτέλης οὐκ εἶπεν ὃ ἔν τινι μὴ μέρος ὑπάρχον, ἀλλὰ μὴ ὡς μέρος ὑπάρχον, ὥστε καὶ τὸ ὡς εἶδος ὑπάρχον ἀνῄρηκε διὰ ταύτης τῆς προσθήκης. τὸ δὲ ὅλον οὐκ ἔστιν ἔν τινι τῶν αὑτοῦ μερῶν, ἀλλ’ ἐν ἅπασι τοῖς ἑαυτοῦ θεωρεῖται μέρεσιν, ἐκεῖνος δὲ ἔφη ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον. τὸ ὅλον οὖν περιγράφεσθαι ὑπακουστέον ἀπὸ κοινοῦ τοῦ μὴ ὡς μέρος·1 οὐ γὰρ μόνον τὸ ἐπὸν οὐ δεῖ εἶναι μέρος, ἀλλὰ καὶ τὸ ὑποκείμενον μὴ μέρος εἶναι τοῦ ἐπόντος· τὸ γὰρ ὅλον ὡς ἐν πᾶσι τοῖς μέρεσι καθ’ ὑποκειμένων αὐτῶν λέγεται.

第二十三问。但是,即使有人承认在基质之中的事物不是部分,那一点也是荒谬的:即作为在种之中的事物、作为在属之中的事物以及作为在诸部分之中的整体,往往也能在基质之中的定义中被发现;因为所言及的在基质之中的定义对这些也是通用的。因为种既不是属的部分(因为即使某个种被除去,属也能得以保持,正如当人被除去时动物得以保持一样),也不能脱离动物而存在——因为属若不存在,怎会有种呢?而且,在其自身诸部分之中的整体既不是它们的部分(因为称整体为诸部分的部分是荒谬的),也不能脱离它们而存在。因此,该定义显得不仅对于在基质之中的事物是通用的,而且对于不在基质之中的事物也是通用的。 然而,对每个人而言显而易见的是,种固然不是像手作为整个身体的部分那样的部分,却是被视作部分的。而亚里士多德没有说“在某物之中不是部分而存在的”,而是说“非作为部分存在的”,因此通过这一附加限定,他也排除了作为种而存在的事物。另一方面,整体并非存在于其自身的某一个部分之中,而是被视作存在于其自身的一切部分之中,而他所说的是“在某物之中非作为部分存在的”。因此,应当理解为:整体是通过共同理解“非作为部分”而被排除的;因为不仅附随之物不应当是部分,而且基质也不应当是附随之物的部分;因为整体乃是作为在一切部分之中而依它们这些基质被述说的。

§1.23

κδ. Καὶ πῶς οὐκ ἄτοπον τὸ λέγειν ἄνευ τοῦ ἐν ᾧ ἐστι μὴ δύνασθαι εἶναι2 τὸ ἐν ὑποκειμένῳ, τῆς εὐωδίας χωριζομένης καὶ τοῦ μήλου καὶ τῶν ῥόδων; πολλάκις γὰρ αἱ ποιότητες διαμένουσι τῶν πρώτως αὐτὰς δεδεγμένων μηκέτ’ ὄντων, ὥσπερ καὶ τοῦ οἴνου ποθέντος ἢ τοῦ σκορόδου βρωθέντος ἡ ὀσμὴ διαμένει. Ἀλλ’ οὐκ εἶπεν ἀδύνατον χωρίζεσθαι τὰ ἐν ὑποκειμένῳ τῶν ἐν οἷς ἐστιν, ἀλλὰ χωρὶς εἶναι. ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται τῶν ῥόδων, χωρὶς δ’ εἶναι οὐ δύναται, ἀλλ’ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλα ὑποκείμενα. ὁ δὲ καὶ τοῦδε ἔτι ἀκριβέστερον τὸ ἐφεξῆς προστίθησιν· οὐ γὰρ ἐκείνου μόνου εἶπε μὴ δύνασθαι χωρὶς εἶναι τοῦ ἐν ᾧ ἦν, ἀλλ’ ἁπλῶς παντὸς ἐν ᾧ ἔστιν. ὥστε εἰ καὶ μεταλλάττοι τὰ ὑποκείμενα ἡ πρὶν ἐν τῷ μήλῳ εὐωδία ἐγγιγνομένη ἐν τῷ ἀέρι, ὅμως ἐν ὑποκειμένῳ τινὶ ἔσται, ἄλλοτε μέντοι ἐν ἄλλῳ, καὶ οὐδαμῶς οὐδέποτε οὐδὲν διαφεύγει τὸν ὁρισμὸν τῶν συμβεβηκότων. χοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι

第二十四问。而且,当香气既脱离苹果又脱离玫瑰时,说在基质之中的事物“若无其所在之物便不能存在”,怎能不是荒谬的呢?因为诸性质往往在首先接受它们之物已不复存在时依然留存,正如在酒被饮下或大蒜被食之后气味依然留存一样。 然而他并没有说在基质之中的事物不可能从其所在之物中“被分离”,而是说不能“离开而存在”。因为香气固然能从玫瑰中被分离,却不能离开而存在,而是要么毁灭,要么转移至其他基质之中。而且他紧接着附加了比这更为精确的论点:因为他没有说它仅不能离开它先前所在的“那特定之物”而存在,而是单纯地说[不能离开]“它所在的任一物”。因此,即使先前在苹果之中的香气更换基质而生成于空气之中,它仍将在某一基质之中,只不过有时在此物之中,有时在彼物之中,绝没有任何事物以任何方式逃脱偶性的定义。……取属于被述说者之物,作为依它而被述说的东西来造成。

语法注2 条
  1. 1.22ἀπὸ κοινοῦ τοῦ μὴ ὡς μέρος

    ἀπὸ κοινοῦ 是修辞学和语法学中的习用语,意为“共通地理解/双向地取”。在此指否定短语 μὴ ὡς μέρος(非作为部分)不仅单向适用于附随者(在基质之中的事物),也双向适用于基质与附随者的关系,即“二者互不为部分”。

  2. 1.23οὐκ εἶπεν ἀδύνατον χωρίζεσθαι τὰ ἐν ὑποκειμένῳ τῶν ἐν οἷς ἐστιν, ἀλλὰ χωρὶς εἶναι

    被动不定词 χωρίζεσθαι(从特定的承载者中“被分离”)与谓词短语 χωρὶς εἶναι(脱离任何基质而完全独立地“离开存在”)之间的句法及语义区别是论证的核心,表明亚里士多德的定义所排除的是后者而非前者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:24.19-25.22