- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:23.17-24.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对第二十二问即物体的构成成分(如颜色、形状与热等)究竟是补足实体的部分还是存在于基质之中的偶性这一难题,德克西珀斯将基质区分为第一基质(无性质的质料)与第二基质(具质的个体或共通者),并说明亚里士多德在《范畴篇》中所采纳的是第二基质。
κβ. Εἰ τὰ συμπληροῦντα τὴν ἑκάστου οὐσίαν μέρη ἐστίν (αὕτη γὰρ μέρους ἔννοια τὸ συμπληρωτικὸν εἶναι τὸ μέρος τῆς οὐσίας),1 συμπληροῖ δὲ τοῦ μὲν ἁπλῶς λεγομένου σώματος τὴν οὐσίαν χρῶμα καὶ σχῆμα καὶ ποσότης (οὐδὲν γὰρ ἄχρουν ἢ ἀσχημάτιστον ἢ ἄποσον σῶμα), τοῦδε δὲ τοῦ σώματος οἷον τοῦ πυρὸς ἢ τῆς χιόνος ἡ ψυχρότης ἢ ἡ θερμότης καὶ ἡ λευκότης ἢ ἡ λαμπρότης συμπληροῦσι τὴν οὐσίαν, ἤτοι μέρη αὐτῶν ἔσται τὰ εἰρημένα καὶ εὑρίσκεται τὰ ἐν ὑποκειμένῳ ὡς μέρη ὑπάρχοντα, ἢ οὐκ ἔσται μέρη καὶ οὐ συμπληροῖ τὴν οὐσίαν. Πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκείμενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ πρός τι λέγεσθαι ἐδόκει (τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἁπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτη ὕλη, τισὶ δὲ ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ. διότι μὲν γὰρ πᾶν χρῶμα καὶ πᾶσα ποιότης καὶ πᾶν σχῆμα τῆς πρώτης ὕλης ἐστὶν ἐν ὑποκειμένῳ (ἐν γὰρ ταύτῃ ὑφίσταται οὐχ ὡς μέρη αὐτῆς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι), διότι δὲ2 οὐ πᾶν χρῶμα οὐδὲ πᾶν σχῆμα ἐπὶ τοῦ δευτέρου ὑποκειμένου ἐν αὐτῷ ἐστιν, 〈ἀλλ’〉 ὅταν μὴ συμπληρωτικὰ ᾖ τῆς οὐσίας, τότε ἔσται ἐν ὑποκειμένῳ. * * * ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ὑποκειμένῳ ἀλλ’ ὑποκείμενον. ἡ γὰρ τῆς χιόνος λευκότης οὔτε καθ’ ὑποκειμένου λέγεται ἄλλου σώματος οὔτε ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι τῆς χιόνος, ἀλλὰ συμπληροῖ τὴν οὐσίαν ὡς μέρος. Ἀριστοτέλης οὖν τὸ δεύτερον ὑποκείμενον εἰς τὴν διδασκαλίαν παραλαμβάνων πᾶν τὸ μὴ οὐσιωδῶς ὑπάρχον τινὶ ἐν ὑποκειμένῳ φησὶν εἶναι, τὰ μὲν οὐσίαν συμπληροῦντα τιθεὶς ὄντα, τὰ δὲ μὴ τοιαῦτα μέρη μὲν οὐ λέγων, συμπτώματα δὲ καὶ παθήματα,3 ὡς εἶναι τοῦ μὲν πρώτου ὑποκειμένου τὰς ποιότητας συμπτώματα καὶ παθήματα καὶ τὰς ποσότητας, τοῦ δὲ δευτέρου ὡς μέρη, ὅταν συμπληρῶσιν αὐτοῦ τὴν οὐσίαν.
第二十二问。如果补足每一事物之实体的是部分(因为这就是部分的观念:部分是实体的补足成分),而且颜色、形状与量补足了单纯被言说的物体的实体(因为没有任何物体是无色的、无形状的或无量的),而对于这特定的物体,例如火或雪,冷或热以及白或亮补足了其实体,那么上述之物要么将是它们的部分,且在基质之中的事物被发现是作为部分而存在的;要么它们将不是部分,也不补足其实体。对此难题,必须预先说明的是:基质无论依斯多亚派还是依古人[逍遥学派]而言都是双重的:其一是所谓的第一基质,如无性质的质料,亚里士多德称之为潜能上的物体;第二基质则是具质者,它共通地或个别地立足;因为青铜和苏格拉底对于在它们之中生成的或依它们而述说的事物而言也是基质。因为基质被认为是作为关系词而言说的(因为是对某物的基质),并且要么是对在它之中生成的和依它述说的事物单纯而言的,要么是个别而言的;因为第一质料对于一切生成和被述说的事物而言是单纯的基质,而青铜和苏格拉底则是对在它之上生成的和被述说的特定事物而言的基质。于是,既然存在两个基质,许多在其中生成的事物,相对于第一基质而言是在基质之中的,相对于第二基质而言却不在基质之中,而是它的部分。因为一方面,一切颜色、一切性质和一切形状对于第一质料而言都是在基质之中的(因为它们不是作为它的部分,且在离开它便不可能存在的情况下立足于它之中的);但另一方面,在第二基质的情形中,并非一切颜色和形状都在它之中,[而是]当它们不是实体的补足成分时,那时才会在基质之中。[……]但在雪的情形中,它不在基质之中,而是基质。因为雪的白既不依另一个物体作为基质而被述说,也不是在雪的物体这一基质之中,而是作为部分补足其实体。因此,亚里士多德在教学中采纳了第二基质,称一切非本质地属于某物之物为在基质之中,他把补足实体的事物确立为实在者,而把不属于这类的事物不称为部分,而称为偶性与感受,从而诸性质与诸量是第一基质的偶性与感受,但对于第二基质而言,每当它们补足其实体时,则是作为其部分。
- 1.21αὕτη γὰρ μέρους ἔννοια τὸ συμπληρωτικὸν εἶναι τὸ μέρος τῆς οὐσίας
αὕτη... ἔννοια 构成主语和表语名词短语,随后的不定式短语 τὸ συμπληρωτικὸν εἶναι τὸ μέρος τῆς οὐσίας 作为同位语说明 ἔννοια 的具体内容。其中 τὸ μέρος 是不定式 εἶναι 的主语(宾格表示),τὸ συμπληρωτικόν 为宾格表语。
- 1.21διότι μὲν γὰρ ... διότι δὲ ...
由 διότι μὲν γὰρ 与 διότι δὲ 构成的因果对比并列结构,分别对应前文所称的“相对于第一基质是在基质之中,相对于第二基质则是部分”这一断言的两方面理由。
- 1.21τὰ μὲν οὐσίαν συμπληροῦντα τιθεὶς ὄντα, τὰ δὲ μὴ τοιαῦτα μέρη μὲν οὐ λέγων, συμπτώματα δὲ καὶ παθήματα
分词 τιθείς 与 λέγων 形成并列,对比各自的宾语与宾语补足语。前半句中 τὰ μὲν οὐσίαν συμπληροῦντα 为宾语,ὄντα 为宾补;后半句中 τὰ δὲ μὴ τοιαῦτα 为宾语,μέρη 为被否定的宾补,συμπτώματα δὲ καὶ παθήματα 则为肯定的宾补。
