← 德克西普斯

亚里士多德《范畴篇》注释

§22.12-23.16

结合的定义与在基质之中的多重含义

德克西珀斯在第二十问中维护了古人将“结合”理解为词类汇合的用法,以此回应斯多亚派的非难;在第二十一问中,针对物体与时间中的事物是否会因不可分离性而如同“在基质之中”那样存在于场所或时间的疑难,他诉诸共相的非个体性、运动与时间的推移性以及“在……之中”的不同意义进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

κ. Εἰσί τινες τοίνυν οἳ μέμφονται τῇ τῶν κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διαιρέσει. οὐ γὰρ πάντως ἄνευ συμπλοκῆς ἢ μετὰ συμπλοκῆς τὰ λεγόμενα·1 τὸ γὰρ ‘ἄνθρωπος περιπατεῖ’ οὐ μετὰ συμπλοκῆς (οὐ γὰρ μετὰ συμπλεκτικοῦ συνδέσμου), τὸ δὲ ‘ἄνθρωπος’ ἢ ‘βοῦς’ οὐκ ἄνευ συμπλοκῆς· σύνθεσιν γάρ τινα συλλαβῶν καὶ στοιχείων ἔχειν καὶ τὰ ὀνόματα. Φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συνδέσμου προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιότερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον. τὸ δὲ λέγειν ὅτι μετὰ συμπλοκῆς ὁ ἄνθρωπος ἢ ὁ βοῦς, διότι σύνθεσις ἐπ’ αὐτῶν ἐστι συλλαβῶν καὶ στοιχείων, καὶ αὐτὸ οὐ καλῶς λέγεται· οὐ γὰρ τὴν τῶν στοιχείων σύνθεσιν, ἀλλὰ τὴν τῶν μερῶν τοῦ λόγου οἱ παλαιοὶ συμπλοκὴν ὀνομάζουσιν.

第二十问。于是,有些人指责依结合与不依结合的区分。因为[他们声称],所说的事物并非在任何情况下都是不依结合或依结合的:因为“人行走”不是依结合的(因为它不带有结合性连词),而“人”或“牛”则不是不依结合的,因为名词也具有音节与字母的某种结合。那么我们说,凡是将只有带有结合性连词的发音称为结合的人,都是在追随斯多亚派;而亚里士多德比他们更为古老,沿用的是更早之人的习惯,那些人把若干词类的汇合称为结合。至于说“人”或“牛”是依结合的,因为在它们身上有音节与字母的组合,这本身也是说得不当的;因为古人所称为结合的,不是字母的组合,而是词类的组合。

§1.20

κα. Ἀλλ’ εἰ καὶ ἐν ὑποκειμένῳ ἐστὶ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον2 (ἀδύνατον γὰρ χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν), ἀδύνατον δὲ τὸ σῶμα τόπου χωρισθῆναι, ἔσται τὸ σῶμα ἐν ὑποκειμένῳ τῷ τόπῳ. ὁμοίως δὲ καὶ τὰ ἐν χρόνῳ· οὔτε γὰρ μέρη ἐστὶν αὐτοῦ, οὔτε ἄνευ χρόνου εἶναι δύναται· καὶ γὰρ εἴ τις λέγοι τοῦ ἐν μέρει τόπου καὶ χρόνου χωρίζεσθαι αὐτά, ἀλλὰ τοῦ τε ἁπλῶς χρόνου καὶ τόπου οὐ χωρίζεται. Ἀλλὰ καὶ πρὸς τοῦτο ἐροῦμεν ὅτι οὐδὲν τῶν κοινῶν οὔτε τόδε οὔτε τὶ ὑπάρχει, οὐδ’ ἔν τινι οὖν ἔσται τὸ ἐν τῷ γενικῷ ὂν τόπῳ ἢ χρόνῳ. ἔτι τὸ μὲν καθ’ αὑτό ἐστιν ἐν χρόνῳ τὸ κινούμενον καὶ μεταβάλλον, συμπορεύεται γὰρ τῷ χρόνῳ καὶ συμμεταβάλλεται· εἰ δ’ ἦν τι ἀίδιον, κατὰ συμβεβηκὸς ἂν ἦν ἐν χρόνῳ ἀκίνητον ὂν καὶ ἀμετάβλητον· χρόνου γὰρ ὄντος εἶναι λέγεται. τούτων δὴ οὕτω διῃρημένων εἰ τὸ κινούμενον ᾗ κινεῖται συμπαραμείβει τῷ χρόνῳ, οὐκ ἂν εἴη ἔν τινι κυρίως οὐδὲ ἐν χρόνῳ. εἰ γὰρ μηδ’ ἐν τόπῳ κινούμενον, οὐδὲ ἐν χρόνῳ ἂν εἴη· ὅμοιον γὰρ ὡς ἂν εἰ ἐκινεῖτο.3 τότε γὰρ πολὺ μᾶλλον οὐκ ἂν εἴη ἐν τόπῳ ἀμφοτέρων καθ’ αὑτὰ κινουμένων. τοιοῦτον οὖν πέπονθε καὶ πρὸς τὸν χρόνον· οὐδέτερον γὰρ ὑπομένει, ὥστε οὐκ ἔσται τὸ ἕτερον ἐν τῷ ἑτέρῳ, οὔτε ἐν τῷ κατὰ μέρος οὔτε ἐν τῷ γενικῷ. εἰ δὲ καὶ ἐν χρόνῳ ῥητέον, κοινότερον, ἀλλ’ οὐκ ἐν τῷ ὡρισμένῳ ῥηθήσεται· οὔτε γὰρ κινήσεως οὔτε χρόνου ἐστὶ δεῖξις ἀμφοτέρων ἐν πλάτει θεωρουμένων καὶ κατὰ διέξοδον ὑφισταμένων καὶ κατὰ συνεχῆ τῶν μερῶν γένεσιν· τὸ μὲν γὰρ παρελήλυθεν, τὸ δὲ μέλλει. εἰ δ’ ἄρα εἴη, ἄλλο ληπτέον τὸ ἐν τῷ τόπῳ καὶ χρόνῳ, ἄλλο τὸ ὡς ἐν ὑποκειμένῳ τὸ ἐπὶ τοῦ χρώματος.

第二十一问。但是,如果在某物之中且不作为一部分而存在的东西(因为离开它在其中的东西而存在是不可能的)也是“在基质之中的”,并且物体不可能脱离场所,那么物体就将在作为基质的场所之中了。在时间之中的事物同样如此;因为它们既不是时间的一部分,也不能脱离时间而存在。因为即便有人说它们与个别的场所和时间脱离,但它们与单纯的场所和时间并未脱离。但对此我们也要说,共通之物没有一个是“这个”或“某个个体”;因此,处于属相的场所或时间之中的东西,将不会是在“某物”之中。此外,自身就在时间之中的,是运动和变化之物,因为它与时间同行,与时间一同变化;但如果存在某种永恒之物,既然它是静止且不变化的,它就将是依偶性而在时间之中的;因为它是随着时间的存在而被说成存在的。既然这些已经如此区分开来,那么如果运动之物就其运动而言与时间一同推移,它便不会本真地处于某物之中,也不会处于时间之中。因为如果运动之物甚至不处于场所之中,它也就不会处于时间之中;因为这好比假若[场所本身]也在运动。既然两者自身都在运动,那时它就更不会在场所之中了。因而它相对于时间也遭受了同样的情况;因为两者都不留存,从而一者将不在另一者之中,既不在个别的之中,也不在属相的之中。但即便必须说在时间之中,那也将是以更共通的意义被说,而不是在确定的时间之中被说;因为对于运动和时间两者而言都不存在指认,既然两者都是在广延中被考察,通过推移并依其部分的连续生成而立足的;因为一部分已经过去,而另一部分正将到来。但假若真是如此,在场所与时间之中必须理解为一回事,而像在颜色情形中那样作为在基质之中,则必须理解为另一回事。

语法注3 条
  1. 1.19οὐ γὰρ πάντως ἄνευ συμπλοκῆς ἢ μετὰ συμπλοκῆς τὰ λεγόμενα

    句中省略了存在动词 ἐστί(或不定词 εἶναι)。οὐ πάντως 表示部分否定(“并非在任何情况下都……”),间接引述了反驳者的主张,即所说的事物并非全部可以非此即彼地归入有结合或无结合。

  2. 1.20Ἀλλ’ εἰ καὶ ἐν ὑποκειμένῳ ἐστὶ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον

    条件从句的主语是带有定冠词的分词短语 τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον(“在某物之中且不作为一部分而存在者”),化用了《范畴篇》1a24–25中“在基质之中”的定义。καί 强调该从句或 ἐν ὑποκειμένῳ,与随后的 ἀδύνατον δὲ τὸ σῶμα τόπου χωρισθῆναι 并列,共同导出归结分句 ἔσται τὸ σῶμα ἐν ὑποκειμένῳ τῷ τόπῳ。

  3. 1.20ὅμοιον γὰρ ὡς ἂν εἰ ἐκινεῖτο

    由 ὡς ἂν εἰ 搭配未完成过去直陈式 ἐκινεῖτο 构成的与事实相反的比较表达。根据上下文,ἐκινεῖτο 的省略主语应为“场所”(ὁ τόπος),意为“因为这好比假若[场所本身]也在运动一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:22.12-23.16