← 德克西普斯

亚里士多德《范畴篇》注释

§20.32-22.11

驳同名异义之物为同名同义的诡辩及其在考察中的优先性

德克西普斯通过区分不同视角驳斥了认为同名异义之物因共享“同名异义之物”的名称与定义而沦为同名同义之物的诡辩;接着针对“本质的定义”这一表述排除了实体以外的范畴因而具有缺陷的批评,通过抄本异文、“言说”的多义性以及偶性的实在性进行了辩护;最后阐明了在处理最高诸属时,由于“存在”本身的同名异义性,对同名异义之物的考察必须先于同名同义之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

ιζ. Ἐπεὶ δὲ βιάζονταί τινες τὰ ὁμώνυμα συνώνυμα ἀποδεικνύναι, φέρε καὶ τοῦτο διάρθρωσον· φασὶ γὰρ ὡς εἰ συνώνυμά ἐστιν ὧν τό τε ὄνομα καὶ ὁ κατὰ τοὔνομα λόγος ὁ αὐτός, τὰ δὲ ὁμώνυμα καὶ ὄνομα ἔχει ταὐτὸν (καλεῖται γὰρ ὁμώνυμα) καὶ λόγον ἐπιδέχεται τὸν τοῦ ὁμωνύμου, συνώνυμα ἔσται τὰ ὁμώνυμα. ἀλλὰ μὴν καὶ τὰ συνώνυμα πολὺ πρότερόν ἐστι συνώνυμα· πάντα ἄρα ἔσται συνώνυμα. Ἔδει μὲν πρὸς τοὺς οὕτως ἐπιτηδευομένους λόγους μηδὲ ἐπιχειρεῖν, πλὴν ἵνα μὴ δοκῶσί τι λέγειν, οὕτως αὐτοῖς ἀπαντήσωμεν. οὐδὲν γὰρ κωλύει τὰ πράγματα κατὰ ἄλλο μὲν εἶναι ὁμώνυμα, κατ’ ἄλλο δὲ συνώνυμα· ὥσπερ οὖν καὶ ἐνταῦθα πάντα γε τὰ ὁμώνυμα καλεῖται ὁμώνυμα, οἷον οἱ Αἴαντες· ἑκάτερός τε γὰρ αὐτῶν Αἴας καὶ ἑκάτερος ὁμώνυμος, καὶ καθὸ μὲν Αἴαντες οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν, ὁμωνύμως λέγονται, καθὸ δὲ ὁμώνυμοι κοινὸν ἔχοντες λόγον συνώνυμοι γίνονται.1

第十七问。但是,既然有人强辩要证明同名异义之物是同名同义的,那么来吧,请把这也辨析清楚;因为他们说,如果同名同义之物是其名称与依名称的定义[言说]两者皆相同的事物,而同名异义之物也具有相同的名称(因为它们被称为“同名异义之物”),并且接受同名异义之物的定义[言说],那么同名异义之物就将是同名同义的了。而且,同名同义之物远在之前就是同名同义的;因此一切事物都将是同名同义的。本来不应当对这种蓄意诡辩的言论进行反驳,但为了不让他们显得似乎说出了某种道理,我们应当这样回应他们。因为没有任何东西阻止事物依一方面是同名异义的,而依另一方面是同名同义的;正如在这里也是如此,凡是同名异义之物都被称为“同名异义之物”,例如埃阿斯们;因为他们中的每一个人既是埃阿斯,每一个人又是同名异义之物,而且在作为埃阿斯们而言,由于没有任何属于他们的共通事物,他们是被同名异义地述说的,但在作为同名异义之物而言,由于具有共通的定义[言说],他们就成了同名同义的。

§1.18

ιη. Ἀλλὰ δὴ τοῖς ἐλλιπῶς ἔχειν τὴν ὑπογραφὴν τῶν ὁμωνύμων λέγουσι πῶς ἂν ἀπαντήσαιμεν; φασὶ γὰρ ὡς εἰ τὸ ὁμώνυμον οὐκ ἐν μόνῃ τῇ οὐσίᾳ ἐστὶν ἀλλὰ καὶ ἐν ποιῷ καὶ ἐν ποσῷ καὶ τοῖς ἄλλοις γένεσι (καὶ γὰρ ἐπ’ ἐκείνων ὁμωνύμως ἔστιν εἰπεῖν), πῶς ἐν τῷ λόγῳ τοῦ ὁμωνύμου εἶπεν ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος; φαίνεται γὰρ ἐλλιπῶς εἰρηκώς, εἴ γε ἐν ἅπασι τοῖς γένεσι τῆς ὁμωνυμίας οὔσης ὁ λόγος οὗτος τὰ ἐν τῇ οὐσίᾳ μόνῃ ὁμώνυμα περιορίζει. Πρῶτον μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις τὸ ὁ δὲ λόγος τῆς οὐσίας πρόσκειται, ὡς καὶ Βόηθος μνημονεύει καὶ Ἀνδρόνικος. εἰ δὲ καὶ προσκείμενον2 εἴη τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος, διότι παρὰ τοῖς πλείστοις οὕτως εὑρίσκεται γεγραμμένον, ἀλλ’ ὀρθῶς γε ἔχει προσκείμενον. εἰ γὰρ ὁ λόγος ὁμώνυμον (λόγος γάρ τις καὶ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή, διαφέρει δὲ τούτων ὁ τῆς οὐσίας δηλωτικὸς λόγος), καλῶς ἐποίησε προσθεὶς τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος. πρὸς δὲ τούτοις οὐ τῆς οὐσίας μόνον εἶναι λεγομένης ἀλλὰ καὶ τῶν συμβεβηκότων ὄντων λεγομένων εἰκότως λόγον τῆς οὐσίας εἶπεν, οὐκ οὐσίας μόνον μνημονεύων ἀλλὰ καὶ τῶν ἄλλων γενῶν, καθὸ καὶ ταῦτα ὄντα λέγεται· ὁ γὰρ τὴν ἑκάστου τῶν συμβεβηκότων ὕπαρξιν δηλῶν λόγος τῆς οὐσίας ὀρθῶς ἂν λέγοιτο λόγος. ἔπειτα καὶ λόγον οὐσίας τὴν ὑπόστασιν τῶν ὁμωνύμων ἀκούειν προσῆκε. ιθ. Καὶ μὴν εἰ τὰ συνώνυμα καὶ λόγου τοῦ αὐτοῦ καὶ ὀνόματος μετέχει, τί δήποτε περὶ τούτων προτέρων εἰπεῖν παρῆκε, τῶν δὲ ὁμωνύμων ἐμνημόνευσεν; ἔτι δὲ εἰ περὶ τῶν ἀνωτάτω γενῶν μέλλει ποιεῖσθαι τὸν λόγον, τοῖς δὲ γένεσιν ὑπάρχει τὸ συνωνύμως τῶν ὑπ’ αὐτὰ κατηγορεῖσθαι, ὁμωνύμως δὲ οὔ, ὑπάρχει μὲν αὐτοῖς τὸ συνώνυμον, τὸ δ’ ὁμώνυμον οὔ· προηγεῖται δὲ πανταχοῦ τὸ ὑπάρχον τοῦ μὴ ὑπάρχοντος, ὥστε πρότερον ἐχρῆν περὶ τῶν συνωνύμων δεῖξαι, εἶτα περὶ τῶν ὁμωνύμων. Ὅτι τὸ ὂν οὐχ ὥσπερ ἄλλοις δοκεῖ συνώνυμον, ἀλλ’ ὁμώνυμον κατὰ Ἀριστοτέλην. εἰ οὖν αὐτὸ τὸ ὂν ὁμώνυμον, προηγεῖται κατ’ αὐτὸν ἡ τοῦ ὁμωνύμου διδασκαλία καὶ ἡ τοῦ μὴ ὑπάρχοντος ἐπίδειξις·3 δεῖ γὰρ διαστείλασθαι πρῶτον τὴν ὁμωνυμίαν, εἶθ’ οὕτως εἰς ἀριθμὸν ἀγαγόντα καὶ ὁρισάμενον τὰ γένη καθ’ ἕκαστον λοιπὸν ἐπιδεικνύναι, πῶς τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται.

第十八问。但是,对于那些说同名异义之物的概略说明具有欠缺的人,我们应当如何回应呢?因为他们说:如果同名异义不仅存在于实体中,而且也存在于性质、数量及其他诸属中(因为在那些范畴上也可以同名异义地述说),那么为什么在同名异义之物的定义[言说]中,他却说了“依名称的本质定义[言说]”呢?因为他显得是带有欠缺地述说的,倘若同名异义性存在于所有属中,而这个定义[言说]却仅仅限定了实体中的同名异义之物。首先,并不是在所有的抄本中都附加了“本质的定义[言说]”,正如波埃图斯与安德罗尼柯所记述的那样。但是,即使由于在绝大多数抄本中发现是这样写的而附加了“本质的定义[言说]是不同的”,这也是正确地附加的。因为如果“定义[言说]”本身是同名异义的(因为三段论与归纳法也各是一种言说,而表明本质的言说与这些不同),那么他加上“本质的定义[言说]是不同的”就是做得恰当的。除此之外,既然不仅实体被说成存在,而且偶性也被说成是存在者,他合情合理地说了“本质的定义[言说]”,不仅提到了实体,也提到了其他诸属,只要这些属也被说成是存在者;因为表明各个偶性之实在性的定义[言说],也可以被正当地称为本质的定义[言说]。其次,把“本质的定义[言说]”理解为同名异义之物的实在性也是相宜的。第十九问。此外,如果同名同义之物分有同一个定义[言说]与名称两者,他究竟为何略过首先讨论这些,反而先提到了同名异义之物呢?再者,如果他打算就最高诸属进行论述,而对于诸属而言,属于它们的是对其下之物被同名同义地述谓,而不是被同名异义地述谓,那么同名同义性属于它们,而同名异义性则不属于;并且在任何地方,属于者皆先于不属于者,从而本应先展示关于同名同义之物,然后再展示关于同名异义之物。这是因为,正如亚里士多德所见,“存在”并不像其他人所认为的那样是同名同义的,而是同名异义的。那么,如果存在本身是同名异义的,依照他的看法,关于同名异义之物的教学与关于不属于者的展示便居于首位;因为必须首先区分同名异义性,然后将诸属归纳为数目并对各个属作出定义,最终展示各个属如何对其下之物被同名同义地述谓。

语法注3 条
  1. 1.17καθὸ μὲν Αἴαντες οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν, ὁμωνύμως λέγονται, καθὸ δὲ ὁμώνυμοι κοινὸν ἔχοντες λόγον συνώνυμοι γίνονται

    καθὸ μὲν ... καθὸ δέ ... 的对照结构。分词短语 οὐδὲν ἔχοντες προσὸν αὐτοῖς πρᾶγμα κοινόν 作原因状语(“因为没有任何属于他们的共通事物”),其中分词 προσόν 与 πρᾶγμα 一致修饰。主语在上下文中均为“埃阿斯们”,通过立足点(作为名为埃阿斯者/作为落入“同名异义之物”范畴者)的区分化解了诡辩。

  2. 1.18εἰ δὲ καὶ προσκείμενον εἴη τὸ ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος, διότι παρὰ τοῖς πλείστοις οὕτως εὑρίσκεται γεγραμμένον, ἀλλ’ ὀρθῶς γε ἔχει προσκείμενον

    条件从句 εἰ δὲ καὶ προσκείμενον εἴη 之后,主句开头以 ἀλλά 引导,这是典型的归结从句 ἀλλά(apodotic ἀλλά)结构,表示让步转折(“即使……被附加,但它也是正确地附加的”)。διότι 从句则是说明绝大多数抄本如此记载之事实的插入性原因从句。

  3. 1.18προηγεῖται κατ’ αὐτὸν ἡ τοῦ ὁμωνύμου διδασκαλία καὶ ἡ τοῦ μὴ ὑπάρχοντος ἐπίδειξις

    名词化的中性现在分词 τοῦ μὴ ὑπάρχοντος 承接了上文反对者的论据,即对于最高诸属而言,同名同义性属于它们(ὑπάρχει),而同名异义性不属于它们(οὐχ ὑπάρχει)。针对反对者“凡属于者处处先于不属于者”的命题,德克西普斯指出因“存在”本身是同名异义的,故展示不属于属的同名异义性必然具有优先性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:20.32-22.11