- 底本
- Dexippus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca IV.2, ed. A. Busse, Berlin: Reimer 1888, pp. 1-71. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:19.17-20.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在第十三至第十六问中,德克西普斯解答了关于名称如何为多数事物所共通的疑难(借助剧场声音的比喻),驳斥了基于声音的可感觉性与可变质性的诡辩,并辩护了“依名称的本质定义[言说]”这一表述的必要性以及采用“言说”而非“定义”的精确性。
ιγ. Ἀλλ’ εἰ τὸ ὄνομα σημαντικόν ἐστιν ἀπροσδεῶς, οὗπέρ ἐστιν ὄνομα1 (εἰ γὰρ προσδέοιτό τινος ἑτέρου πρὸς τὸ σημῆναι, οὐδ’ ἂν ὄνομα εἴη), τὸ δὴ κοινὸν πλειόνων οὐχ ἑνός ἐστι σημαντικόν. ἄδηλον γάρ ἐστι, τί τῶν πολλῶν βούλεται σημῆναι· ὁ γὰρ εἰπὼν κύνα, ὅτι μὲν οὐ βοῦς οὐδ’ ἵππος οὐδ’ ἄνθρωπος τὸ σημαινόμενον ἐδήλωσεν,2 τίνα δὲ κύνα βούλεται δηλοῦν, οὐ σημαίνει. τὸ δὲ ὄνομα τὸ σημαντικόν ἐστιν, ὥστε οὐκ ἂν εἴη ὄνομα κοινὸν πλειόνων· εἰ δὲ τοῦτο, οὐδὲ ὁμώνυμον ὅλως ἔσται τι πρᾶγμα· τὰ γὰρ ὁμώνυμα βούλεται ὑπὸ κοινοῦ τινος σημαίνεσθαι ὀνόματος πλείω ὄντα πράγματα. εἰ δὲ προσθήκης δεῖται τὸ ὄνομα πρὸς τὸ σημῆναι ἓν ἐκ τῶν πολλῶν ὃ βούλεται, πάλιν ὁ τοῦ ὁμωνύμου λόγος ἀνατρέπεται· οὐκέτι γὰρ διαμένει κοινόν, ὅταν τῇ προσθήκῃ τῆς διαφορᾶς ἴδιόν τινος γένηται, οἷον ὅταν τῷ κυνὶ προσθῶμεν τὸ χερσαῖον ἢ θαλάττιον, ὥστε οὐ μόνον οὐ διαμένει τὸ ὄνομα κοινόν, ἀλλ’ οὐδὲ ὅλως ἐστὶν ὄνομα διαφορὰν προσλαβόν. Τὸ μὲν περίεργον τῆς ἀπορίας φευκτόν, λυτέον δὲ ὅμως αὐτὴν καὶ οὐκ ἀρνητέον. τὸ γὰρ κοινὸν τοῦ ὀνόματος κακῶς εἴληπται· οὐ γὰρ οὕτως εἶπεν Ἀριστοτέλης τὸ κοινόν, ὡς τὴν λύραν καὶ τὸν ἵππον, ἀλλ’ ὡς τὴν κοινὴν φωνὴν τὴν ἐν τῷ θεάτρῳ, ἥτις ἡ αὐτὴ καὶ μία οὖσα εἰς διαφόρων ἀκοὰς ἀφικνεῖται ὅλη· καὶ γὰρ ἐνταῦθα τοὔνομα ἓν καὶ ταὐτὸν ὂν κατὰ διαφόρων πραγμάτων τέτακται.
第十三问。但是,如果名称毫无欠缺地意指其恰好作为其名称之物(因为如果它为了意指还需要某种别的东西,它甚至都不再是名称了),那么多数事物所共通的名称便不是意指单独一个事物的。因为尚不清楚在多数事物中它意图意指哪一个;说“狗”的人,虽然表明了被意指者既不是牛也不是马更不是人,却没有意指他意图表明的是哪一种狗。而名称正是进行意指之物,从而不可能有多数事物所共通的名称;如果这样,也就根本不会有任何同名异义的事物;因为同名异义之物,尽管是多数事物,却意在由某种共通的名称来意指。但如果名称需要增添以意指其所意图的多数事物中的某一个,同名异义之物的定义[言说]就再次被推翻了;因为当通过种差的增添而成为某物的特有之物时,它就不再保持为共通的了,正如我们给“狗”加上“陆生的”或“海生的”时那样,以至于名称不仅未能保持为共通的,而且一旦接纳了种差,就根本不再是名称了。这种疑难的琐碎多事固然应当避开,但仍然必须解决它,而不是予以回避。因为名称的共通性被错误地理解了;亚里士多德所说的“共通”,并非像里拉琴和马那样,而是像剧场里共通的声音,这声音本身作为同一个且单一的声音,整个地进入不同人的听觉中;因为在这里,名称也是作为单一且同一个者,被对应地赋予不同事物的。
ιδ. Εἰ δέ τις λέγοι πᾶν αἰσθητὸν τρεπτόν, πᾶν τρεπτὸν ἀλλοιωτόν, πᾶν ἀλλοιωτὸν οὐδέποτε μένει ταὐτόν, ἀλλ’ ἄλλοτε ἄλλο γίνεται, ἐάν τε ἐν πλείοσιν ἐάν τε ἐν ἑνὶ τὴν ἀλλοίωσίν τις λαμβάνῃ, τὸ δὲ ἀλλοιούμενον κοινὸν εἶναι ἀδύνατον (διαμένειν γὰρ δεῖ τὸ κοινόν· εἰ γὰρ μὴ διαμένοι, ἴδιον ἑκάστου γίνεται τὸ καθῆκον εἰς ἕκαστον), τὸ δὲ ὄνομα3 αἰσθητόν, αἰσθητὴ γὰρ ἡ φωνή· ὥστε οὐδὲ κατὰ τοῦτ’ ἂν εἴη κοινὸν ὄνομα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ὁμώνυμον. αἰσθάνομαι μὲν οὖν καὶ αὐτός, ὡς σοφισματώδης ἐστὶν ἡ τοιαύτη ἀπορία, ὅμως δὲ λύσιν αὐτῆς δοθῆναι βούλομαι. Φημὶ δὴ ἠγνοηκέναι αὐτούς, ὅτι τὸ κοινὸν οὐχ οὕτως ἐρρέθη, ὡς τὸ μεριστὸν εἰς πλείω, ἀλλ’ ὡς ὅλον ἑκάστου ταὐτόν, καὶ οὐχ ἕτερον μὲν τούτου ἄλλο δὲ τούτου, ὡς ἰδίαν εἶναι περιοχὴν σχημάτων τὴν τῆς ὁμωνυμίας κοινότητα. καὶ ᾧ λόγῳ μένει τὸ ἴδιον ἑκάστου ὄνομα, καὶ τὸ κοινὸν διαμένει. ἔπειτα καὶ τὸ τρεπτὸν εἰ καὶ κατὰ τῆς φωνῆς ὡς σώματος ἐλήφθη, ἀλλ’ οὐ κατά γε τοῦ ὀνόματος καλῶς ἂν λαμβάνοιτο· ἀμετάβλητον γὰρ δεῖ τοῦτο μένειν.
第十四问。如果有人说:凡可感觉者皆是可转变的,凡可转变者皆是可变质的,凡可变质者绝不保持为同一,而是时而是这、时而是那,无论人们是在多数事物中还是一者之中看待这种变质;而变质之物是不可能共通的(因为共通者必须持久存在;如果不能持久存在,临于每一者之物就成了每一者的特有之物);而名称是可感觉的,因为声音是可感觉的;从而即使依照这一点,也不可能有共通的名称;如果没有这个,也就没有同名异义之物了。因此,我自己固然也察觉到这种疑难是诡辩性的,但仍然希望给出对它的解答。那么我说,他们未曾认识到,共通者并非像被分割为多数之物那样被述说,而是作为属于每一者的全体同一者,而不是对此物为这一种、对彼物为另一种,仿佛同名异义性的共通性是某种特有的图形包含范围一样。并且,每一者的特有名称依照何种理据持久存在,共通的名称也照样持久存在。再者,即便“可转变的”被用于作为物体的声音,但用于名称却无论如何是不恰当的;因为名称必须保持不变。
ιε. Ἐπεὶ δὲ οὐ μόνον τούτοις μέμφονται, ἀλλὰ καὶ περιττότητα ἐγκαλοῦσι τῇ ὑπογραφῇ, ἄξιον καὶ τοῦτο ἐπισκέψασθαι. ἤρκει γάρ φασιν εἰπεῖν· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, οἱ δὲ ὅροι ἕτεροι. Ἀλλ’ εἰ μὴ προσετέθη ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος, ἐνῆν τὰ αὐτὰ ὁμώνυμα καὶ συνώνυμα ἀποφαίνειν ὡς τοὺς Αἴαντας· μὴ γὰρ ἀποδιδομένου τοῦ ὅρου κατὰ τὸ ὄνομα4 εἷς καὶ ὁ αὐτὸς ὅρος ὡς ἀνθρώπων ἐγίγνετο, ὥστε ἐφαίνοντο συνώνυμοι.
第十五问。但是,既然他们不仅非难这些,而且指责该概略说明具有多余性,这一点也值得考察。因为他们说,只要说“凡名称唯独共通、而定义不同者,被称为同名异义之物”就足够了。但是,如果没有加上“依名称的本质定义[言说]”,就可能把同样的事物断言为既是同名异义的又是同名同义的,例如埃阿斯们;因为如果不依名称给出定义,作为人类的定义就会成为单一且同一个,从而他们就会显得是同名同义的了。
ις. Ἀλλὰ τί δήποτε οὐκ εἶπεν ὁ δὲ κατὰ τοὔνομα ὅρος ὁ αὐτός, ἀλλ’ ὁ λόγος τῆς οὐσίας; Ὅτι οὐ πάντα ὅροις δηλοῦται τὰ πράγματα ἀλλὰ καὶ ὑπογραφαῖς, διόπερ ἀκριβῶς λόγον τῆς οὐσίας ἀντὶ ὅρου παρέλαβεν.
第十六问。但是,他究竟为什么不说“依名称的定义是相同的”,而是说“本质的定义[言说]”呢?因为并非所有事物都是通过定义来表明的,而且也是通过概略说明来表明的,这就是为什么他准确地采用了“本质的定义[言说]”来代替“定义”。
- 1.13ἀπροσδεῶς, οὗπέρ ἐστιν ὄνομα
关系代词 οὗπερ 作为属格补足语依附于 ἐστιν ὄνομα(“恰好作为其名称之物”),副词 ἀπροσδεῶς(“毫无欠缺地/无须外物地”)修饰整个命题。
- 1.13ὅτι μὲν οὐ βοῦς οὐδ’ ἵππος οὐδ’ ἄνθρωπος τὸ σημαινόμενον ἐδήλωσεν
ὅτι 引导宾语从句,受动词 ἐδήλωσεν 支配:“[表明了]被意指者(τὸ σημαινόμενον)既不是牛也不是马更不是人”。
- 1.14Εἰ δέ τις λέγοι ... τὸ δὲ ὄνομα αἰσθητόν ... ὥστε οὐδὲ κατὰ τοῦτ’ ἂν εἴη κοινὸν ὄνομα
由 Εἰ δέ τις λέγοι 引出的长篇连锁推理(sorites):一连串前提(πᾶν αἰσθητὸν τρεπτόν ... τὸ δὲ ἀλλοιούμενον κοινὸν εἶναι ἀδύνατον)后接小前提 τὸ δὲ ὄνομα αἰσθητόν,最终引出推论 ὥστε οὐδὲ...。至此为止皆为反对者的疑难表述。
- 1.15μὴ γὰρ ἀποδιδομένου τοῦ ὅρου κατὰ τὸ ὄνομα
带否定词 μή 的属格绝对结构,具有条件从句功能:“因为如果不依名称给出定义”。它与主句中带反事实意味的未完成过去时 ἐγίγνετο 呼应。
