← 德克西普斯

亚里士多德《范畴篇》注释

§17.30-19.16

同名异义之物的定义与名称共有方式

德克西普斯探讨了围绕亚里士多德关于同名异义之物定义的四个问题(第九至十二问)。他解释了为何传授具体之物而非抽象的“同名异义性”,辩护了“仅仅”一词的非冗余性,澄清了同名异义之物分有名称以外属性的疑难,并论证了名称作为同时且不可分地属于多数之物的不可分者,究竟以何种方式成为“共通者”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

θ. Ἀλλ’ εἰ πρόκειται αὐτῷ περὶ τῶν λέξεων εἰπεῖν τῶν τε ἄλλων καὶ τῶν ὁμωνύμως ἐχουσῶν, διὰ τί περὶ μὲν ὁμωνυμίας οὐδὲν λέγει, περὶ ὁμωνύμων δὲ διδάσκει τῶν κατὰ τὴν σχέσιν τῶν πραγμάτων ἐπινοουμένων ἔχειν τὸ διττὸν τῆς σημασίας; Ὅτι ἀπὸ τῶν πραγμάτων διαφόρως ἐχόντων διακρίνεται ὁδῷ προϊόντων ἡμῶν καὶ ἡ ὁμωνυμία. ἀφ’ ὧν οὖν πρώτως λαμβάνει τὴν σύστασιν καὶ ἅπερ ἐστὶ κυριώτατα αὐτῆς αἴτια καὶ ἐν οἷς ἔχει τὸ εἶναι ἡ ὁμωνυμία, ταῦτα προηγουμένως ἀναδιδάσκει, ὧν νοουμένων ὁμοῦ καὶ ἡ λέξις ὡς οὖσα ὁμώνυμος συνθεωρεῖται· ὅταν γὰρ ᾖ πλείονα ταῦτα, εὐθὺς συναποδείκνυται καὶ τὰ ὀνόματα ὥσπερ πλεοναχῶς λεγόμενα. δι’ ὧν οὖν ἡ εὕρεσις ῥᾴστη καὶ ἀνυσιμωτάτη γίνεται, ταῦτα προὔθηκεν εἰκότως. ταῦτα δέ ἐστι τὰ πράγματα κύρια ὄντα τοῦ ποιεῖν τὴν ὁμωνυμίαν, ὥστε κατὰ τὰς διαφορὰς τῶν πραγμάτων παραστήσας τὰ ὁμώνυμα συνακολουθοῦντα τούτοις ἔχει καὶ τὸν περὶ τῆς ὁμωνυμίας λόγον.

第九问。但是,如果他的主旨是谈论语词,包括其他的语词以及那些具有同名异义关系的语词,那为何他关于同名异义性一字不提,却讲授同名异义之物,即那些根据事物的关联被设想为具有双重意指的事物呢?因为当我们依循路径前进时,同名异义性也是从处于不同状态的事物中被辨别出来的。因此,同名异义性首要从何处获得其构成、哪些是其最本原的原因、在何者之中具有其存在,他就优先讲授这些,而当这些被领会时,语词作为同名异义者也同时被一同考察;因为每当这些事物是多数时,名称也立刻同时被表明为以多种方式被述说。因此,通过哪些事物发现最为容易且最见成效,他理所当然地将这些置于前面。而这些事物正是产生同名异义性的决定性之物,从而他依照事物的差异呈现了同名异义之物,也就将关于同名异义性的言说作为随同之物包含在其中了。

§1.10

ι. Ἀλλ’ εἰ τὸ μόνον διχῶς λαμβάνεται, ἢ ὡς ἓν ὥσπερ ‘μόνος ὁ ἥλιος’ ἢ ὡς πρὸς ἀντιδιαστολὴν ἑτέρων ὡς ‘τὸ χιτῶνα μόνον ἔχειν’, ὅταν λέγῃ· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἤτοι τὸ μόνον σημαίνει αὐτῷ τὴν πρὸς τὸν λόγον ἀντιδιαστολὴν ἢ οὐ σημαίνει.1 ἀλλ’ εἰ μὲν σημαίνει, περιττὰ τὰ λοιπά, εἰ δὲ οὐ σημαίνει, περιττὸν τὸ μόνον. Φημὶ δὴ οὖν τὰς προσθήκας σαφηνείας χάριν λαμβάνεσθαι, ἧς μάλιστα χρὴ φροντίζειν τοὺς λέγοντας. κἀνταῦθα τοίνυν τὸ ἀμφίβολον τοῦ μόνου σαφηνίζει τὸ ἐπαγόμενον· ὡς γὰρ ὁ εἰπὼν ‘οὗτος χιτῶνα μόνον ἔχει’ σαφέστερον ἐποίησε τὸ λεγόμενον ἐν τῷ προσθεῖναι ‘ἱμάτιον δὲ οὐκ ἔχει’, οὕτως καὶ ὁ τῷ μόνῳ προσθεὶς τὸ ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος οὐκ ἀτόπως τοῦ σαφοῦς ἐφρόντισεν.

第十问。但是,如果“仅仅”有两种理解方式——要么作为单独一个,如“仅仅太阳”,要么作为区别于其他事物,如“仅仅有一件内衣” ——,那么当他说“凡名称唯独共通、而依名称的本质定义[言说]不同者,被称为同名异义之物”时,“仅仅”对他而言要么意指与定义[言说]的区别,要么不意指。但如果它意指这一点,则其余部分是多余的;如果它不意指这一点,则“仅仅”是多余的。那么我说,增添是出于明晰性的缘故而被采用的,而说话者最应当关照明晰性。因此在这里,后继的内容澄清了“仅仅”的歧义;因为正如说“这人仅仅有一件内衣”的人通过加上“却没有外袍”使所说之话更为明晰一样,在“仅仅”之后加上“而依名称的本质定义[言说]不同”的他,关照了明晰性也并非不合情理。

§1.11

ια. Ἀλλ’ εἴποιμ’ ἂν ὅτι οὐ μόνον τὸ ὄνομα τῶν ὁμωνύμων κοινὸν ἀλλὰ καὶ ἄλλα πλείω (τοῖς γοῦν Αἴασιν οὐ μόνον τὸ ὄνομα κοινὸν ὑπάρχει, ἀλλὰ καὶ τὸ Ἕλλησιν εἶναι καὶ στρατηγοῖς καὶ φίλοις)· πῶς οὖν εἶπεν ὧν ὄνομα μόνον κοινόν καίτοι τοῖς ὁμωνύμοις πολλῶν κοινῶν ὑπαρχόντων; Ὅτι οὐ, τί πρόσεστι τοῖς Αἴασι κοινόν, σκοπούμεθα κατὰ τὰς λέξεις ἢ κατὰ τὸ γένος, ἀλλὰ καθόσον ἀλλήλοις ὁμώνυμοι μόνον,2 ὥστε ἡ προσθήκη ἀναγκαία ἡ τοῦ μόνου· κατὰ γὰρ τὸ ὄνομα μόνον ὁμώνυμον τὸ ὁμώνυμον.

第十一问。但我可以说,同名异义之物所共通的不仅是名称,而且还有更多其他事物(例如对埃阿斯们而言,不仅名称是共通的,而且作为希腊人、将领和朋友也是共通具有的);那么,尽管同名异义之物具有许多共通之处,他为何说“凡名称唯独共通者”呢?因为我们并不是依照语词或依照属来考察埃阿斯们有什么共通之处,而仅仅是就他们彼此之间是同名异义的而言来考察的,因此加上“仅仅”是必然的;因为仅仅依照名称,同名异义之物才是同名异义之物。

§1.12

ιβ. Ἀλλ’ εἰ τὸ κοινὸν τῶν πολλαχῶς λεγομένων· καὶ γὰρ τὸ εἰς μέρος ἀδιαίρετον ὡς ὁ ἵππος καὶ ὁ οἰκέτης κοινός, καὶ τὸ διαιρούμενον, τοῦτο δὲ διαφόρως, ἢ τὸ ἐν προκαταλήψει ἑκάστου † τὸ ἠγνοημένον, μετὰ δὲ τὴν χρῆσιν ἀναπεμπόμενον 〈εἰς τὸ〉 κοινόν, οἷον δή ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον, καὶ τὸ μετὰ τὴν νέμησιν ἑκάστου ἴδιον γιγνόμενον, ὡς τὰ λάφυρα τῶν πολεμίων τοῖς στρατιώταις. ὧν δὴ τρόπων τῆς κοινότητος κατ’ οὐδένα τοῖς ὁμωνύμοις προσεῖναι δυναμένων ἀναγκαίως ἡ ὕπαρξις αὐτῶν ἀναιρεῖται· οὔτε γὰρ ὡς ἀδιαιρέτου μετέχει τοῦ ὀνόματος τὰ ὁμώνυμα ὡς ἵππου καὶ ἀνθρώπου, ἃ παρὰ μέρος εἰς χρῆσιν ἔρχεται (οὐδὲν γὰρ κωλύει πολλοὺς ἅμα τῷ αὐτῷ ὀνόματι χρῆσθαι), οὔτε ὡς διαιρουμένου (οὐ γὰρ κατὰ συλλαβὰς ἡ μετοχὴ τοῦ ὀνόματος)· εἰ δὲ μήτε ὡς ἀδιαιρέτου μήτε ὡς διῃρημένου, πῶς οἷόν τε κοινὸν εἶναι τὸ ὄνομα; Ἀλλ’ ὁ ταῦτ’ ἀπορῶν ἠγνόηκεν ὅτι τοῦ ἀδιαιρέτου τὸ μὲν παρὰ μέρος εἰς χρῆσιν λαμβανόμενον λέγουσιν ὥσπερ τὸν ἵππον καὶ τὴν λύραν, τὸ δὲ ἀθρόως καὶ ἀμερίστως πλείοσιν ὑπάρχειν δυνάμενον ἀδιαίρετον παραλείπουσιν, ὅπερ ἐστὶ τρόπος τῆς ἐπὶ τοῦ ὀνόματος κοινωνίας· αὐτῷ γὰρ τῷ μὴ διαιρεῖσθαι τούτῳ καὶ πάρεστι πᾶσι τοῖς μετέχουσιν αὐτοῦ.3

第十二问。但是,如果“共通者”是以多种方式被述说的事物之一——因为既有不可分为部分之物,如共通的马匹和共通的家奴,也有被分割之物,而后一种情况又有不同方式,要么是在各人预先占有时未被公知[即私用]、而在使用之后又退还给共通领域之物,例如公共浴场和剧场,要么是在分配之后成为各人特有之物,如士兵们获得敌人的战利品——,由于这些共通性的方式没有一种能够属于同名异义之物,它们的存在必然被取消;因为同名异义之物并非像对待马匹和人类那样、作为不可分之物分有名称(那些是轮流投入使用的,但没有任何东西阻止许多人同时使用同一个名称),也不是作为被分割之物(因为分有名称不是按照音节来进行的);而如果既不是作为不可分之物,也不是作为被分割之物,名称怎么可能是共通的呢?但提出这些疑问的人未曾认识到,在不可分之物中,人们虽然提及轮流投入使用的东西,如马匹和里拉琴,却遗漏了能够同时且不可分地属于多数事物的不可分之物,而这正是名称上的共通性方式;因为恰恰凭借不被分割这本身,名称才临在于所有分有它者之中。

语法注3 条
  1. 1.10ἤτοι τὸ μόνον σημαίνει αὐτῷ τὴν πρὸς τὸν λόγον ἀντιδιαστολὴν ἢ οὐ σημαίνει

    与格 αὐτῷ 是表判断者或关联的与格(“对他而言”、“在其意图中”)。ἤτοι... ἤ 提出互斥的两难命题,构成后文在两种情况下均导向“多余”(περιττά / περιττόν)的归谬论证骨架。

  2. 1.11Ὅτι οὐ, τί πρόσεστι τοῖς Αἴασι κοινόν, σκοπούμεθα κατὰ τὰς λέξεις ἢ κατὰ τὸ γένος, ἀλλὰ καθόσον ἀλλήλοις ὁμώνυμοι μόνον

    否定词 οὐ 修饰主动词 σκοπούμεθα,其宾语为前置的间接疑问从句 τί πρόσεστι τοῖς Αἴασι κοινόν(“埃阿斯们有什么共通之处”)。全句的骨架是对比结构 οὐ... σκοπούμεθα... ἀλλὰ καθόσον...(“我们考察的并不是……,而是仅仅就……而言”)。

  3. 1.12αὐτῷ γὰρ τῷ μὴ διαιρεῖσθαι τούτῳ καὶ πάρεστι πᾶσι τοῖς μετέχουσιν αὐτοῦ

    αὐτῷ τῷ μὴ διαιρεῖσθαι 是带冠词的不定词构成的工具/原因与格(“恰恰凭借不被分割这本身”),后接指示代词与格 τούτῳ 构成强调性复指(resumption)。整个与格结构充当动词 πάρεστι 的原因依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:17.30-19.16