← 德克西普斯

亚里士多德《范畴篇》注释

§16.14-17.29

预先讨论同名异义等概念的原因与著作结构

德克西普斯以问答形式阐明了亚里士多德为何在《范畴篇》开篇先讨论同名异义、同名同义与派生名而非范畴本身,毕达哥拉斯学派的阿尔库塔斯为何未作此预先处理,为何将后范畴(相反者、运动等)置于篇末,以及为何同名异义之物优先于同名同义之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

ε. Τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ τούτων λέγειν ἄρχεται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων, καίτοι ἐν ταῖς ἄλλαις συγγραφαῖς εἰωθὼς ἀεὶ τοῦ σκοποῦ ἔχεσθαι καὶ μηδὲν περαιτέρω τῶν εἰς τὴν ὑπόθεσιν τεινόντων λέγειν; Ἐροῦμεν ὅτι οὐ συμμετρεῖται τῷ πλήθει τῶν πραγμάτων τὰ ὀνόματα, οὐδ’ ὅσα τὰ πράγματα, τοσαῦται καὶ αἱ ἐπ’ αὐτοῖς σημαντικαὶ λέξεις οὔτε καθ’ ἕκαστον οὔτε κοινῶς κατὰ γένος, ἀλλ’ ὅπου μὲν ὑπερβάλλει, ὅπου δὲ ἐνδεῖ τὰ ἕτερα τῶν ἑτέρων· καὶ γὰρ ἑνὸς πράγματος πολλάκις εὑρίσκεται πλείω τὰ ὀνόματα καὶ πραγμάτων πλειόνων ἓν ὄνομα κατ’ οὐδὲν κοινὸν καὶ ταὐτὸν κείμενον, ὥστε ἐπὶ τὴν προτεθεῖσαν λέξιν τὴν ἁπλῆν καὶ ἀσύνθετον χρὴ σκοπεῖν, εἰς ποίαν κατηγορίαν ἀνάγεται. διὰ τοῦτο περὶ ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων διαλαμβάνει διδάσκων ἡμᾶς πανταχόθεν ἐπισκοπεῖν, μή τι ταῖς λέξεσι τοιοῦτο συμβέβηκεν, ὥστε τὰ οἰκείως προτετάχθαι ὀφείλοντα πρῶτον παραδίδωσι τοῖς μέλλουσιν ἀκριβῶς τὰς κατηγορικὰς λέξεις γνώσεσθαι. ὥσπερ γὰρ ἐν ταῖς ἄλλαις ἐπιστήμαις προλαμβάνομέν τινα, ὧν ἄνευ χαλεπὸν καὶ ὅλως ἀδύνατον ἦν γνῶναι τὸ προκείμενον, οὕτως κἀνταῦθα πρὸ τῆς εἰς τὰς κατηγορίας διαιρέσεως προλαμβάνομέν τινα συντελεῖν μέλλοντα εἰς τὴν σαφήνειαν τῶν ἑξῆς.

第五问。既然他旨在论述范畴,为何他不从谈论这些开始,反而谈论同名异义之物、同名同义之物与派生名之物呢?尽管在其他著述中,他总是习惯于紧扣主旨,绝不说超出与论题相关的任何话。我们将回答说,名称与事物的众多并不相称,表示事物的语词既在个别事物上、也在按属共通的事物上并不与事物本身一样多,而是一方相对于另一方在某些地方过剩,在某些地方匮乏;因为往往为一个事物发现多个名称,又为多个事物发现一个并非按任何共通且同一的事物而设立的名称,以至于人们必须就所提出的单纯而非复合的语词考察它被归结为何种范畴。正因如此,他论述了同名异义之物、同名同义之物与派生名之物,教导我们从各个方面审视语词是否发生了此类情况,从而将按理应当置于前列的内容首先传授给那些将要精确认识范畴性语词的人。因为正如在其他各门科学中,我们预先掌握某些若无之就难以且全然不可能认识眼前论题的事物一样,在这里,在进入范畴的划分之前,我们也预先掌握某些将有助于后续内容之明晰的事物。

§1.6

ς. Οὔκουν ἔδει πρὸ τοῦ περὶ τῶν καθολικῶν λέξεων καὶ Ἀρχύταν λέγειν, ἃς ἡμεῖς κατηγορίας ὀνομάζομεν, ταῦτα προειληφέναι; Ἢ μήποτε οὐδὲ κατὰ νοῦν γίνεται τὸν Πυθαγορικὸν ἡ τοιαύτη διαίρεσις·1 ἐπεὶ γὰρ φύσει διορίζονται τὰ ὀνόματα κεῖσθαι τοῖς πράγμασι, πᾶσαν τὴν ἀνωμαλίαν τὴν περὶ τὰς λέξεις παραιτοῦνται.

第六问。难道阿尔库塔斯在谈论我们称之为范畴的普遍语词之前,不也应当预先掌握这些吗?抑或或许这样的区分根本不合乎毕达哥拉斯学派的理智;因为他们既然认定名称是依本性赋予事物的,就排斥关于语词的一切反常现象。

§1.7

ζ. Ἀλλὰ ταῦτα μὲν ὑπερθώμεθα, ἐπειδὴ τὸ τοιοῦτο γένος τῶν ζητήσεων παρὰ τῶν τὰς Πυθαγορικὰς ὑποθέσεις θαυμαζόντων ἀπαιτεῖν προσῆκεν· εἴπερ δὲ τὰ χρήσιμα προλαμβάνειν ἔδει, τί βουλόμενος μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπήγαγε περὶ ἐναντίων καὶ ἀντικειμένων καὶ κινήσεων καὶ τῶν ἄλλων; Ὅτι, ὦ γενναῖος, τῶν μὲν ἄλλων, ὅσων ἔννοιαν οὐκ ἔχομεν, παρὰ τῶν ἐπιστημόνων εἰκότως προδιδασκόμεθα, τοιαῦτα δέ γε ἦν τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ παρώνυμα· τούτων γὰρ πρόληψιν οὐκ ἔχομεν καί που πάντως ἔδει παρὰ τοῦ ἀκριβῶς τοῖς ὀνόμασι χρωμένου εἰς τὴν ἐπίνοιαν ἡμᾶς προαχθῆναι· ὧν δὲ φυσικὴν ἔχομεν τὴν ἐπιβολήν, οὐ μήν πω ταύτην διηρθρωμένην, τούτων ἔδει2 μὲν τῇ κοινῇ ἐννοίᾳ χρήσασθαι, ἵνα μὴ τὸ συνεχὲς τῆς διδασκαλίας διακοπῇ, μετὰ ταῦτα δὲ ἀκριβῶς διαρθρῶσαι ἕκαστα, αὐτὰ τὰ πράγματα διαλαμβάνοντα, ἀλλ’ οὐχὶ τῇ φυσικῇ θεωρίᾳ ταῦτα σκοπούμενον. αὐτίκα ὥσπερ εἰς γένη μέν τινα τὴν διδασκαλίαν ἀνάγει περί τε ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν ἄλλων, ἔτι τε περὶ κινήσεως καὶ τοῦ ἅμα παχυτέραις ταῖς ἐπιβολαῖς χρώμενος, τὴν 〈δ’〉 ἀκριβεστέραν θεωρίαν ἐν τοῖς Φυσικοῖς ἐκδιδάσκει.

第七问。但这些问题且先搁置,因为向那些赞赏毕达哥拉斯学派前提的人要求这类探究才是恰当的;然而,如果应当预先掌握有用的事物,那么他是出于何种意图,在传授了范畴之后又附加上关于相反者、对立者、运动以及其他事物的讨论呢?因为,高尚的朋友,对于其他那些我们没有概念的事物,我们理所当然是由有知识的人预先教导的,而同名异义之物、同名同义之物与派生名之物正是如此;因为我们对这些没有预想,且无论如何必须由精确使用名称的人将我们引入对其概念的认识中;而对于那些我们虽具有自然把握、但尚未加以分节的事物,则应当先使用共通观念,免得中断讲授的连贯性,在此之后再精确分节各项,处理事物本身,而不是用自然学考察来审视它们。正如他对于相反者、对立者以及其他事物,乃至对于运动与“同时”,运用较为粗疏的把握将讲授归结为某些类,而将更精确的考察留待在《物理学》中传授。

§1.8

η. Τίς οὖν αἰτία τοῦ περὶ πρώτων τῶν ὁμωνύμων αὐτὸν ἀλλ’ οὐχὶ τῶν συνωνύμων μνημονεῦσαι, καίτοι τὰ μὲν ὁμώνυμα καθ’ ἓν μόνον ὄνομα κοινωνεῖ, τὰ δέ γε συνώνυμα κατ’ ἀμφότερα, τό τε ὄνομά φημι καὶ τὸν λόγον; Λέγω δὴ τὸ αἴτιον εἰς αὐτὰς ἀναφέρεσθαι τὰς κατηγορίας·3 ἐπεὶ γὰρ ὁμώνυμοι τυγχάνουσιν αὗται, τὸ προηγουμένως κοινῇ πάσαις ὑπάρχον τοῦτ’ εὐλόγως προέταξεν· ἑκάστη μὲν γὰρ τῶν ὑφ’ ἑαυτὴν εἰδῶν κατὰ τὸ οἰκεῖον ἑαυτῆς γένος συνωνύμως κατηγορεῖται, ἁπλῶς δὲ πᾶσαι ὁμωνύμως κατηγορίαι λέγονται.

第八问。那么,他首先提及同名异义之物而非同名同义之物的缘由何在?尽管同名异义之物仅仅在一个名称上共通,而同名同义之物却在两者上——我是指名称与定义[言说]——都共通。我说,这缘由当归结到范畴本身;因为这些[范畴]碰巧是同名异义的,所以他理所当然地将首要地且共通地属于所有范畴的这一特征置于首位;因为每一个范畴对于其下的种都是按照其固有的属而同名同义地被述说的,但若无条件地来看,所有的都被同名异义地称为“范畴”。

语法注3 条
  1. 1.6Ἢ μήποτε οὐδὲ κατὰ νοῦν γίνεται τὸν Πυθαγορικὸν ἡ τοιαύτη διαίρεσις

    μήποτε 接直陈式动词(γίνεται)的结构表示委婉的推测或审慎的见解(“抑或或许……并非……”),用于提出另一种解释,而非斩截的否定。

  2. 1.7ὧν δὲ φυσικὴν ἔχομεν τὴν ἐπιβολήν, οὐ μήν πω ταύτην διηρθρωμένην, τούτων ἔδει

    关系代词从句 ὧν... 被倒装前置于主句中的先行词(指示代词 τούτων)。属格 ὧν 作为宾格性属格依附于名词 τὴν ἐπιβολήν,而形容词 φυσικήν 及分词短语 οὐ μήν πω ταύτην διηρθρωμένην 均处于述部位置,修饰这一“把握”的状态。

  3. 1.8Λέγω δὴ τὸ αἴτιον εἰς αὐτὰς ἀναφέρεσθαι τὰς κατηγορίας

    由动词 Λέγω 引导的宾格不定式结构(间接引语),其中 τὸ αἴτιον 为主语宾格,ἀναφέρεσθαι 为不定式,介词短语 εἰς αὐτὰς... τὰς κατηγορίας 则指示归属的目标。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:16.14-17.29