← 德克西普斯

亚里士多德《范畴篇》注释

§14.20-16.13

属的多义性与属于第二设立的概念

德克西珀斯通过问答论证了属、种、种差、定义以及“同一”与“差异”贯穿十个范畴以多种意义被言说,进而阐明数词副词以及“整体与部分”等概念不属于对事物的第一指称,而属于语言的“第二设立”(元语言用法),因而当被排除在范畴体系的直接管辖之外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#3

Δεκαχῶς πάλιν καὶ τὸ γένος καὶ τὸ ἴδιον. ὅσαι γὰρ αἱ κατηγορίαι, τοσαῦτα γένη, καὶ ὅσαι κατηγορίαι τοσαῦτα ἴδια. Διαφέρει δὲ γένος κατηγορίας; Τῇ μέν, τῇ δὲ οὔ. Πῇ μὲν διαφέρει καὶ οὐ διαφέρει; Τῇ μὲν ἐπὶ ὑποκείμενον ἀναφορᾷ οὐ διαφέρει (τὰ γὰρ ὑποκείμενα δέκα εἰσί), καθόσον δὲ αἱ μὲν κατηγορίαι φωναί εἰσι, τὰ δὲ γένη φύσεις, διαφέρει. ὡσαύτως δὲ καὶ ἡ διαφορά· ἑκάστου γὰρ γένους ἐστὶ διαφορά, δεκαχῶς δὲ τὸ γένος. καὶ ἡ διαίρεσις δὲ γένους οὖσα εἰς εἴδη τομὴ δεκαχῶς ἂν εἴη, ὁσαχῶς καὶ τὸ γένος τέμνεται. καὶ τὸ εἶδος εἰς ἴσα τέμνεται. Πῶς οὖν, εἰ πολλαχῶς λέγεται τὸ γένος, ὅρον Ἀριστοτέλης δίδωσιν αὐτοῦ ‘τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον’; Ὅτι οὐδὲν κωλύει τῶν πολλαχῶς λεγομένων πολλαχῶς ὅρον λεγόμενον ἀποδοῦναι·1 ὡς γὰρ τὸ γένος δεκαχῶς, καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον πολλαχῶς. Ἀλλ’ εἰ τριχῶς τὸ ταὐτὸν εἴρηκεν Ἀριστοτέλης (ταὐτὸν γὰρ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ), πῶς δεκαχῶς εἴρηται τὸ ταὐτό; Ὅτι καὶ τὸ γένει ταὐτὸ δεκαχῶς, οἷον οὐσία μὲν ταὐτὸν ὡς ἄνθρωπος, ἵππος (γένει γάρ, τῷ ζῴῳ, ταὐτά, οὐσία δὲ τὸ ζῷον), ποσῷ δὲ οἷον γραμμή, ἐπιφάνεια (μεγέθει γὰρ ταὐτά ἐστι ποσά), † πρὸς τι δὲ διπλάσιον, ποιῷ δὲ οἷον λευκόν, μέλαν (χρῶμα γὰρ ἑκάτερον [τὸ αὐτό]), καὶ ἐπὶ τῶν λοιπῶν. ὁμοίως δὲ τὸ εἴδει ταὐτὸν δεκαχῶς, ἢ τῇ οὐσίᾳ ἢ τοῖς λοιποῖς, καὶ τὸ ἀριθμῷ δὲ ὁμοίως. ὡσαύτως δὲ καὶ τὸ ἕτερον δεκαχῶς. εἰρηκότος δὲ αὐτοῦ εἶναί τι τριχῶς γένει, εἴδει, ἀριθμῷ, λέγω ὅτι καὶ τὸ γένει ἕτερον καὶ τὸ εἴδει καὶ τὸ ἀριθμῷ δεκαχῶς, τὰ δὲ ὑποδείγματα δῆλα. Τὸ διχῶς καὶ τριχῶς καὶ τὸ διχθά, τριχθά, τετραχθὰ εἰς ποίαν κατηγορίαν ἀνάξομεν; Ἤδη πολλάκις εἰρήκαμεν, ὅτι τῶν λέξεων αἱ μὲν τῆς πρώτης ἔχονται σημασίας, αἱ δὲ εἰς τὴν δευτέραν ἀνάγονται χρείαν τοῦ λόγου, ἃς οὐκέτι προσποιεῖται ἡ τῶν κατηγοριῶν πρόθεσις. διὸ εἰ μέν τις καὶ ταύτας εἰς τὰς πρώτας ἀνάγοι νοήσεις, ἀφ’ ὧν ὁρμηθεῖσα ἡ διάνοια κινήματα τοιαῦτα ἀπεγέννησε, τοῦ ποσοῦ λέγοι ἂν εἶναι ταῦτα· εἰ δὲ ἀποτέμνοιτο ταῦτα τῶν πρώτων νοήσεων,2 αἳ τοῖς πράγμασι συνήρτηντο, οὐκ ἀπαιτητέον, τίνος ἂν εἶεν γένους τῶν κατηριθμημένων κατηγοριῶν. Τὸ ὅλον καὶ τὸ μέρος εἰς ποίαν κατηγορίαν τάξομεν; Τῆς δευτέρας τοῦ λόγου χρείας ἔχεται καὶ ταῦτα. χεὶρ μὲν γὰρ καὶ κεφαλὴ πρῶτα ὀνόματα, ὅτι δὲ ἡ χεὶρ καὶ ἡ κεφαλὴ μέρη ἐστὶν ὅλου καὶ ὡς μέρη ὀνομάζονται, δευτέρα κίνησις λεκτικῆς μηνύσεως· Σωκράτης μὲν γὰρ τῆς οὐσίας προσηγορία, ὅτι δὲ τὸ Σωκράτης ὄνομα, δευτέρα θέσις ὀνόματος ἐπὶ τῇ πρώτῃ. οὕτως οὖν ἔχει καὶ τὸ ὅλον καὶ τὸ μέρος, καὶ διὰ τοῦτο παραιτητέον εἰς τὰς κατηγορίας αὐτὸ ἀνάγειν· εἰ δ’ ἄρα, πρός τι τοῦτο τάξομεν· ὅλου γὰρ μέρος τὸ μέρος καὶ τὸ ὅλον ἐκ τῶν μερῶν ὅλον. Τὸ καθόλου καὶ τὸ καθάπαξ καὶ τὸ ἄρδην εἰς ποίαν κατηγορίαν ἀνάξομεν; Ταῦτα τῶν κατηγοριῶν ἐξῄρηται· κατὰ μετοχὴν γὰρ πρώτων τινῶν καὶ ἀρχετύπων κατηγοριῶν ἀναφέρεται. Τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἴδιον καὶ τὸ ἀλλότριον καὶ τὸ κοινὸν καὶ τὴν ἀδιαφορίαν τήν τε ἀμφιβολίαν καὶ τὴν συνωνυμίαν ποῦ τάξομεν; Εἴρηται μὲν ὅτι κατὰ πάσας ἕκαστον τούτων λέγεται· ἐπεὶ δὲ ὀνομάτων ἐστὶ καὶ τῆς δευτέρας ὄντα θέσεως τῶν ὀνομάτων φαίνεται, τῶν κατηγοριῶν ἐκπίπτει.3 ἤδη γὰρ πολλάκις εἰρήκαμεν, ὅτι αἱ κατηγορίαι κατὰ τὸ σημαντικὸν τῶν ἐν τοῖς οὖσι διαφορῶν ὑφίστανται· διὸ καὶ μᾶλλον ἀξιοῦμεν τὰ ἄτομα καὶ ἔχοντα δεῖξιν θεωρεῖν ὡς κυριώτερα ἐν ταῖς κατηγορίαις καὶ μᾶλλον ἀποπληροῦν αὐτῶν τὴν ἐπαγγελίαν δυνάμενα. τούτων τοίνυν διωρισμένων ἄξιον ἐπιστῆσαι πρὸς τὴν τελεωτάτην ἐπιστήμην ἀναφέροντας αὐτῶν τὴν εἴδησιν.4

属与特有之物同样再次是在十种意义上的。因为范畴有多少,属就有多少,范畴有多少,特有之物就有多少。但是,属与范畴有所不同吗?在一方面不同,在另一方面则不。在何种意义上不同,又在何种意义上不不同呢?一方面,就其对底层主体的指涉而言并不不同(因为底层主体是十个);但另一方面,只要范畴是声音,而属是本性,它们就有所不同。同样,种差也是如此;因为每一个属都有种差,而属是在十种意义上的。划分既然是将属切分到种,也是在十种意义上的,正如属有多少种被切分的方式一样;而种也被切分为相等数目的部分。那么,如果属是在多种意义上被言说的,亚里士多德为何给它下定义为“在‘是什么’中针对多数且在种上不同者被述说的东西”呢?因为没有任何东西妨碍人们为在多种意义上被言说的事物给出一个在多种意义上被言说的定义;正如属是在十种意义上的一样,那在“是什么”中被述说的东西也是在多种意义上的。但是,如果亚里士多德说“同一”是在三种意义上被言说的(因为同一要么在属上,要么在种上,要么在数上),那么“同一”如何又是在十种意义上被言说的呢?因为在属上同一也是在十种意义上的:例如在实体上同一,如人与马(因为它们在属上,即动物上同一,而动物是实体);在数量上,如线与面(因为在量度上它们是同一的数量);在关系上,如加倍;在性质上,如白与黑(因为各自都是同一的颜色);其余各项亦然。同样,在种上同一也是在十种意义上的,要么在实体上,要么在其余各项上;在数上[同一]亦然。同样,“差异”也是在十种意义上的。即使他说某物是在三种意义上——在属上、在种上、在数上——存在的,我也主张在属上相异、在种上相异与在数上相异各自也都是在十种意义上的,其实例是显而易见的。 我们将“以两种方式”与“以三种方式”,以及“二分地”、“三分地”、“四分地”归入哪一个范畴呢? 我们已经多次说过,在词句中,有些关涉第一指称,有些则被归结为言论的第二种需要,而范畴的旨趣不再将后者归入自身名下。因此,如果有人将这些也归结为最初的思想——理智正是以此为出发点产生了这样的运动——,人们可以说这些属于数量;但如果将这些与同实际事物相关联的最初思想切分开来,人们就不应当要求它们属于被列举的范畴中的哪一个属。 我们将整体与部分配置于哪一个范畴呢? 这些也关涉言论的第二种需要。因为手和头是最初的名称,但手和头是整体的部分并且作为部分被命名,则是言辞指示的第二种运动。比如苏格拉底是实体的称呼,但“苏格拉底”是一个名字,则是建立在第一命名之上的名词的第二设立。整体与部分也是如此,正因如此人们应当避免将它们归结为范畴;但若非要归结不可,我们将把这配置于关系;因为部分是整体的部分,整体是由部分构成的整体。 我们将“普遍地”、“完全地”和“彻底地”归入哪一个范畴呢?这些是被排除在范畴之外的;因为它们是按照对某些第一的和原型的范畴的分有而被指涉的。我们将“同一”、“差异”、“固有”、“外来”、“共通”、“无差别”、“多义性”与“同义关系”配置在何处呢?固然已经说过,它们中的每一个都是贯穿所有范畴而被言说的;但由于它们涉及名称,并且表现为属于名称的第二设立,因而脱离于范畴。因为我们已经多次说过,范畴是根据存在者中诸差异的表意而成立的;因此我们甚至更认为,个别的、带有指明的事物更值得被视作在范畴中更为本真的,且更能充实范畴的许诺。那么,在辨明了这些之后,将关于它们的认识引向最完满的知识并予以关注,是值得做的事。

语法注4 条
  1. 1.4οὐδὲν κωλύει τῶν πολλαχῶς λεγομένων πολλαχῶς ὅρον λεγόμενον ἀποδοῦναι

    以 οὐδέν 为主语的短语 οὐδὲν κωλύει 支配不定词 ἀποδοῦναι。τῶν πολλαχῶς λεγομένων 为属格补足语(“对于在多种意义上被言说的事物”),分词 λεγόμενον 与宾格 ὅρον 一致(“给出一个同样在多种意义上被言说的定义”)。

  2. 1.4εἰ μέν τις καὶ ταύτας εἰς τὰς πρώτας ἀνάγοι νοήσεις... εἰ δὲ ἀποτέμνοιτο ταῦτα τῶν πρώτων νοήσεων

    条件从句 εἰ ... ἀνάγοι 与 εἰ ... ἀποτέμνοιτο 采用祈愿语气表示潜在假定。前者的主句为 λέγοι ἄν(祈愿语气+ἄν),后者的主句则由非人称动名词形容词 οὐκ ἀπαιτητέον(“不应当要求”)来承接。

  3. 1.4ἐπεὶ δὲ ὀνομάτων ἐστὶ καὶ τῆς δευτέρας ὄντα θέσεως τῶν ὀνομάτων φαίνεται, τῶν κατηγοριῶν ἐκπίπτει

    主句谓语动词 ἐκπίπτει 为单数,概括指代前文列举的多个抽象概念(同一、差异、固有等)。中性复数分词 ὄντα 与 φαίνεται 构成系表结构,表示“由于表现为属于名称的第二设立”。

  4. 1.4ἄξιον ἐπιστῆσαι πρὸς τὴν τελεωτάτην ἐπιστήμην ἀναφέροντας αὐτῶν τὴν εἴδησιν

    这是由 ἄξιον [ἐστί] 加不定词 ἐπιστῆσαι 构成的非人称句式。阳性复数宾格分词 ἀναφέροντας 表示不定词的逻辑主语(即一般的受众/我们,“[我们]在将……联系起来的同时予以关注是值得的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:14.20-16.13