← 德克西普斯

亚里士多德《范畴篇》注释

§12.18-14.20

排除于范畴之外的概念与共同词的同名异义

德克西珀斯阐述了转义表达、模态和限定词被排除在范畴之外的原因,随后采用问答形式论证了“存在”、“一”、“多”、“非存在”、“同一与差异”以及“定义”等并不属于任何单一的范畴,而是在所有十个范畴上以十种方式被言说的同名异义之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

διόπερ ταύταις χρηστέον ταῖς ἀφορμαῖς ὡς εἰκότως μάλιστα σπουδαζομέναις ὑπὸ τῶν τοῦ λόγου τε καὶ τῆς οὐσίας φιλοθεαμόνων. οὔτε ἄρα τὸ τροπικὸν ἢ μεταφορικὸν ὄνομα ὡς τὸ ‘ἀνεχαίτισεν’ ἢ ‘πόδα νείατον Ἴδης’, ἀλλ’ οὐδὲ οἱ τρόποι οἷον τὸ ἐξ ἀνάγκης καὶ ἐνδέχεσθαι καὶ ὑπάρχειν, οὔτε οἱ προσδιορισμοὶ ὥσπερ τὸ πᾶς ἢ οὐδεὶς ἢ τὸ τὶς ἢ οὐχί τις ὑπὸ τὰς κατηγορίας ταχθήσεται· οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων1 ἀφωρισμένην ἰδίαν πραγμάτων ἔχει φύσιν· διόπερ ἄν τις αὐτὰ εὐλόγως ἀποδοκιμάσειεν ὡς οὐκ ἐφαρμόζοντα τῷ τῶν νῦν προειρημένων σκοπῷ τῶν κατηγοριῶν. οἶμαι τοίνυν καὶ τὸ πρὸς ἀλήθειαν βλέπον τοῦ λόγου καὶ ἐν ᾧ κυρίως τὸ ἀληθεύειν ἢ ψεύδεσθαι περιέχεται, τοῦτο προηγουμένως συναρμόζειν ταῖς κατηγορίαις. ὅσα δὴ οὖν δύναται μόρια τῆς σημαντικῆς φωνῆς εἰς κατηγορικὴν ἁπλῆν πρότασιν ληφθέντα τοὺς ὅρους, ἐξ ὧν συνέστηκε, κυρίως ἀποτελεῖν, ταῦτ’ ἂν εἴη τῶν κατηγοριῶν ἐχόμενα. ποιησώμεθα δὲ ὑπὲρ σαφηνείας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τὸν λόγον· πολλῆς γὰρ οὔσης περὶ τούτων ζητήσεως κάλλιον ἐνδιατρῖψαι τῷ προκειμένῳ· ἐρώτα τοίνυν εἰ βούλει. Τὸ ὂν ποίας ἐστὶ κατηγορίας; Οὐδεμιᾶς. Διὰ τί; Ὅτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τί δαί, τὸ ἓν ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τοῦτο δεκαχῶς λέγεται, ὁσαχῶς τὸ ὄν. Τῷ δὲ ἑνὶ τὸ ἐναντίον πλῆθος, τίνος οὖν κατηγορίας τὸ πλῆθος; Οὐδεμιᾶς. Διὰ τί; Ὅτι καὶ τὸ πλῆθος δεκαχῶς, οὐσία οἷον ἄνθρωποι, ποσὸν οἷον τριπήχεις, ποιὸν οἷον λευκοί, πρός τι οἷον πατέρες, καὶ ἐπὶ τῶν λοιπῶν. Πάλιν τὸ μὴ ὂν ποίας κατηγορίας ἐστί; Διττῶς λέγεται τὸ μὴ ὄν, τὸ μὲν πάσης τῆς φύσεως ἄρσις, ὅπερ ἐστὶ πάντῃ μὴ ὄν, οὔτε οὐσία οὔτε ποιὸν οὐδέ τι τῶν λοιπῶν, ἢ τὶ δὲ μὴ ὄν, οἷον μὴ ποιόν, μὴ οὐσία, ἀλλ’ ἄλλο τι οἷον πρός τι. Ποίας οὖν ἑκάτερον μὴ ὂν κατηγορίας ἐστί; Τὸ μὲν πάντῃ μὴ ὂν οὐδεμιᾶς· ἀνύπαρκτον γάρ ἐστι· τὸ δὲ τὶ μὴ ὂν δεκαχῶς καὶ αὐτὸ λέγεται, τὸ μὲν ὡς μὴ οὐσία, τὸ δὲ ὡς μὴ ποιόν, καὶ ἐπὶ τῶν λοιπῶν. Τὸ δὲ ἔστι ποίας ἐστὶ κατηγορίας; Καὶ τοῦτο οὐδεμιᾶς. Διὰ τί; Ὅτι ὁμώνυμόν ἐστι κατὰ τῶν δέκα. Τὸ δὲ ταὐτὸν καὶ τὸ ἕτερον τίνος κατηγορίας ἐστί; Καὶ τούτων ἑκάτερον δεκαχῶς λέγεται· ταὐτὸν γὰρ ἢ οὐσία πρὸς οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. ἐὰν δὲ ἐναλλὰξ λαμβάνηται, πλείω ἔσται, οὐσία πρὸς ποσὸν καὶ οὐσία πρὸς πρός τι καὶ ἐπὶ τῶν λοιπῶν, ἄλλα δέκα ταῦτα γίνεται σημαινόμενα, καὶ ἐὰν ἀπὸ τοῦ ποιοῦ, ἐννέα ἄλλα, ποιὸν πρὸς ποσὸν καὶ ποιὸν πρὸς πρός τι, καὶ ἀπὸ τοῦ ποσοῦ ὀκτώ, καὶ ἀπὸ τοῦ πρός τι ἑπτὰ καὶ ἤδη ἐπὶ τῶν λοιπῶν κατὰ τὸ ἀνάλογον. ὁμοίως δὲ καὶ τὸ ἕτερον δεκαχῶς, ἢ οὐσία πρὸς οὐσίαν ἢ ποιὸν πρὸς ποιὸν ἢ ποσὸν πρὸς ποσὸν καὶ ἐπὶ τῶν λοιπῶν. τὰ δὲ ἐναλλὰξ κατὰ τὴν αὐτὴν ἀναλογίαν πλείω. Ἑκάστη δὲ τῶν κατηγοριῶν τί2 ἐστί; Ναί. Πῶς οὖν ἑκάστη τί; Δεκαχῶς, τὸ μὲν ὡς οὐσία τί, τὸ δὲ ὡς ποιὸν τί, ἡ δὲ ὡς ποσόν, ἡ δὲ ἐπὶ τῶν ἄλλων. Ὁ δὲ ὅρος τὸ τί ἐστι δηλοῖ; Καὶ μάλα. Ποῖον δή τι; Δηλοῖ ὁ ὅρος τὴν ὡς ἰδιότητα.3 Ποίαν ἰδιότητα; Καὶ αὕτη δεκαχῶς, ἡ μὲν ὡς οὐσίας ἰδιότης, ἡ δὲ ὡς ποσοῦ, ἡ δὲ ὡς πρός τι, ἡ δὲ ὡς ποιοῦ καὶ ἐπὶ τῶν λοιπῶν. Εἷς οὖν ἐστιν ὁ ὅρος; Οὔ· ἀλλὰ καὶ οὗτος δεκαχῶς ὁσαχῶς καὶ τὸ ὄν. Διὰ τί; Εἰ γὰρ ὁ ὅρος τὴν ἑκάστου ἰδιότητα παρίστησι, δεκαχῶς δὲ τὸ ὄν, δεκαχῶς καὶ ἡ ἰδιότης. Ὁ δὲ ὅρος ἐκ γένους ἐστὶ καὶ ἰδίου, καὶ ποίου γένους καὶ ποίου ἰδίου;

因此,人们应当使用这些出发点,因为它们理所当然地最受到热爱观照言论与实体的人们的热切关注。因此,无论是转义的或隐喻的名字,例如“像烈马般仰起”或“伊达山最底层的脚[麓]”,还是诸如必然、可能与实际具有这样的模态,抑或是像“每一个”、“没有一个”、“某个”或“不是某个”这样的限定词,都不会被置于范畴之下;因为这类事物中绝无任何一个在诸事物中具有限定的特有本性。因此,人们可以合情合理地摒弃它们,因为它们不契合方才提及的范畴的目的。那么我认为,言论中面向真理的部分,以及本真地包含着为真或为假的部分,首要地与范畴相契合。因此,凡是能够被吸纳进简单定言命题中、本真地构成它由之组成的诸项的有意义声音的各个部分,都会是属于范畴的。 然而,为了清楚起见,让我们通过问答来进行讨论;因为关于这些问题的探求甚多,在我们面临的课题上花些时间是更好的。那么,如果你愿意,请发问。 “存在”属于哪一个范畴? 不属于任何一个。 为什么? 因为它在十个范畴上是同名异义的。 那么,“一”属于哪一个范畴? 这也不属于任何一个。 为什么? 因为这也是在十种意义上被言说,正如“存在”有多少种意义一样。 而与“一”相对的是“多”;那么,“多”属于哪一个范畴? 不属于任何一个。 为什么? 因为“多”也是在十种意义上被言说:实体如诸人,数量如三肘长之物,性质如诸白色者,关系如诸父亲,其余各项亦然。 再次,“非存在”属于哪一个范畴? “非存在”是在两种意义上被言说的:一种是对全部本性的剥夺,这是在完全意义上的非存在,既非实体亦非性质,亦非其余任何东西;另一种则是指某种特定的非存在,例如非性质、非实体,而毋宁是某种别的东西,例如关系。 那么,这两种非存在各自属于哪一个范畴? 那完全的非存在不属于任何一个;因为它是无实存的;而特定的非存在其自身也是在十种意义上被言说,一种作为非实体,另一种作为非性质,其余各项亦然。 “是”属于哪一个范畴? 这也不属于任何一个。 为什么? 因为它在十个范畴上是同名异义的。 “同一”与“差异”属于哪一个范畴? 这当中的每一个也是在十种意义上被言说的;因为“同一”要么是实体对于实体,要么是性质对于性质,要么是数量对于数量,其余各项亦然。但若是交叉取之,数目就会更多:实体对于数量,实体对于关系,其余各项亦然,这些构成了另外十种含义;若从性质开始取,则是另外九种:性质对于数量,性质对于关系;从数量开始是八种,从关系开始是七种,自此依照比例类推于其余各项。同样,“差异”也是在十种意义上被言说:要么是实体对于实体,要么是性质对于性质,要么是数量对于数量,其余各项亦然;而那些交叉的根据相同比例数目更多。 各个范畴是某种“什么”吗? 是的。 那么,各个范畴如何是“什么”呢? 在十种意义上:一个作为实体的什么,一个作为性质的什么,一个作为数量,一个涉及其他各项。 定义表明“它是什么”吗? 极其确定。 那么是怎样的什么呢? 定义表明作为特性的那物。 是怎样的特性呢? 这也分十种:一种是实体的特性,一种是数量的特性,一种是关系的特性,一种是性质的特性,其余各项亦然。 那么,定义是一个吗? 不;而且这也是在十种意义上被言说,正如“存在”有多少种意义一样。 为什么? 因为如果定义呈现出各自的特性,而存在是在十种意义上的,那么特性也是在十种意义上的。 定义是由属和特有之物构成的;那么是由怎样的属和怎样的特有之物构成呢?

语法注3 条
  1. 1.4οὐδὲν γὰρ ὅ τι τῶν τοιούτων

    短语 οὐδὲν ὅ τι 构成了强意全称否定表达(“绝无任何……”),类似于 οὐδεὶς ὅστις 的中性形式用法。在此与部分属格 τῶν τοιούτων(“在这类事物中”)结合,充当主语:“这类事物中绝无任何一个……”。

  2. 1.4Ἑκάστη δὲ τῶν κατηγοριῶν τί ἐστί; Ναί. Πῶς οὖν ἑκάστη τί;

    在前文的问答中均使用了 τίνος / ποίας κατηγορίας(“属于哪一范畴?”),而此处的述词 τί 并非疑问代词,而是不定代词(“某种东西 / 某个‘什么’”),从而构成一个是非问句:“各个范畴是某种‘什么’吗?”紧随其后的肯定回答“是的(Ναί)”以及反问“那么,各个范畴如何是‘什么’呢?(Πῶς οὖν ἑκάστη τί;)”印证了此处的 τί 是作不定代词理解的。

  3. 1.4Δηλοῖ ὁ ὅρος τὴν ὡς ἰδιότητα.

    小词 ὡς 被插入在冠词 τὴν 与名词 ἰδιότητα 之间,充当定语修饰(“作为特性的那物 / 作为特性的存在”)。这是对前一个问题 Ποῖον δή τι;(“是怎样的什么呢?”)的回答,指明定义正是“作为特性(ὡς ἰδιότητα)”来表明其对象的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2036.tlg001.humanitext-grc1:12.18-14.20