← 波菲利

亚里士多德《范畴篇》释义

§98.34-100.9

容纳相反者作为实体的普遍固有属性

回答者论证了容纳相反者这一特性,除排除永恒实体与本质性固有属性外,就其实体而言适用于包括第二实体在内的所有实体,且为实体所独有的固有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.51

Ἐ. Ὅτι μὲν οὖν ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας τοῦτο συμβαίνει, ἔδειξας· ἀλλ’ εἰ καὶ ἐπὶ πάσης, τότε ἂν εἴη ἴδιον τῆς οὐσίας τοῦτο. Ἀ. Πρῶτον μὲν ἐπὶ τῶν ἀϊδίων οὐκ ἂν ἔχοιμεν τοῦτο δεῖξαι· οὔτε γὰρ ὁ οὐρανὸς κινούμενος ἀεὶ καὶ ὢν οὐσία οὐκ ἄν ποτε σταίη, στάσει δὲ κίνησις ἐναντία. ἀλλ’ ἔστω μὴ ἐπὶ τῶν ἀϊδίων ὁ λόγος οὐσιῶν. μονοειδῆ γὰρ ταῦτα καὶ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἐπιδεκτικὰ τῶν ἐναντίων· ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δ’ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μὲν ἐπιδεκτική, θερμότητος δ’ οὔ, καὶ τὸ ὕδωρ ὑγρότητος μέν, ξηρότητος δ’ οὔ. πρὸς δὴ ταῦτα φήσειεν ἂν ὁ Ἀριστοτέλης τὴν οὐσίαν εἶναι δεκτικὴν φάναι1 ἀλλ’ οὐχὶ οὐσιῶσθαι δύνασθαι ἐν τοῖς ἐναντίοις, τὸ δὲ πῦρ τὴν θερμότητα οὐκ ἐπεδέξατο, ἀλλ’ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης, οὐκ ἔστι δὲ τὰ ἑαυτοῦ ἐπιδέχεσθαι ἀλλὰ τῶν ἔξωθέν τι. αὐτίκα καὶ τὸ ὕδωρ τῷ μὴ οὐσιῶσθαι ἐν θερμότητι ἐπιδεκτικόν ἐστιν θερμότητος καὶ ψυχρότητος, ὑγρότητος δὲ οὐκ ἔστιν ἐπιδεκτικόν, ὥσπερ ἡ γῆ, ἐπειδὴ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης αὐτοῦ. τῆς δὲ γῆς οὐκ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης· διὸ ἐπιδέχεται καὶ ξηρότητα. καὶ τὰ οὐράνια δὲ οὐκ ἐπιδέχεται ἐναντιότητα τὴν ἀντικειμένην τῇ οὐσιώδει αὐτῶν ποιότητι. ὅθεν οὐδὲ ποιότητες ἁπλῶς αὗται ἀλλ’ οὐσιώδεις. τῶν δὲ παρὰ τὰς συμπληρωτικὰς οὐσίας ποιοτήτων2 ἐπιδεκτικαὶ αἱ οὐσίαι. ἀνὰ μέρος μὲν οὐσίαι ὅ εἰσιν ἓν ἀριθμῷ, ἐπιδέχονται τὰς ἔξωθεν ἐναντιότητας, ὅπερ οὐδὲν ἄλλο τῶν ἐννέα γενῶν. ὡς δὲ ἡ μία τῷ ἀριθμῷ ἡ ἄτομος τοῦτο πέπονθε, οὕτως καὶ αἱ δεύτεραι· εἰ γὰρ ὁ Σωκράτης σπουδαῖος καὶ ἄφρων, καὶ ἄνθρωπος ἂν εἴη σπουδαῖος καὶ ἄφρων καὶ ζῷον διὰ τὸ τὸν Σωκράτην καὶ ἄνθρωπον εἶναι. ὡς οὖν οὐσία, εἴπερ καὶ ἄνθρωπος οὐσία καὶ τὸ ζῷον οὐσία, ἐπιδεκτικὸν καὶ ὁ ἄνθρωπος τὸ ζῷον τῶν ἐναντίων· ὡς δὲ καθόλου ὄντα οὐ ταῦτα ἂν εἴη ἐπιδεκτικὰ ἀλλὰ τὰ ὑπ’ αὐτά. ὥσπερ τὸ χρῶμα οὔτε λευκὸν οὔτε μέλαν, ὑπ’ αὐτὸ δὲ τὸ λευκὸν καὶ τὸ μέλαν, οὕτω δὲ καὶ ὁ ἄνθρωπος ᾗ κοινὸν καὶ τὸ ζῷον ᾗ κοινὸν καὶ κατὰ πλειόνων, οὕτω μὲν οὖν οὔτε φρόνιμος οὔτε ἄφρων οὔτε νοσῶν καὶ ὑγιαίνων, ὑπ’ αὐτὰ δὲ καὶ οἱ φρόνιμοι καὶ οἱ ἄφρονες καὶ οἱ νοσοῦντες καὶ οἱ ὑγιαίνοντες. καθὸ μέντοι οὐσίαι καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον τῶν ἐναντίων ἀνὰ μέρος εἰσὶ δεκτικά· ἐπινοεῖται γὰρ καὶ ὁ ἄνθρωπος, καθόσον ἐστὶν οὐσία, ἐπιδεκτικὸς τῶν ἐναντίων ποιοτήτων καὶ τὸ ζῷον· ὑπομένει γὰρ ἑκάτερα μένον τὸ αὐτό. τὸ δὲ χρῶμα ᾗ χρῶμα οὐκ ἐπινοεῖται μέλαν γινόμενον ταὐτὸν καὶ λευκόν, ἀλλὰ τὸ μὲν ἐν ὑποκειμένῳ τῷ χρώματι σῶμα ἀνὰ μέρος δέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ δὲ χρῶμα τὸ μὴ μένον οὐκ ἐπιδέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, ἀλλ’ ἅμα τῷ ἐξελθεῖν τὸ λευκὸν συναπῆλθεν, καὶ ἅμα τῷ ἐπελθεῖν τὸ μέλαν συνεισῆλθεν· ἀλλ’ οὐχὶ μένει μὲν τὸ χρῶμα, ἔξεισι δὲ τὸ λευκὸν καὶ εἴσεισι τὸ μέλαν εἰς αὐτό. δεῖ τοίνυν καθόσον οὐσία ὁ ἄνθρωπος καὶ τὸ ζῷον σκοπεῖν, εἰ μὴ μένει ἑκάτερον καὶ ἐπιδέχεται τὰ ἐναντία ἀνὰ μέρος, ὥστε κοινὸν πάσης οὐσίας καθὸ οὐσία τῶν ἐναντίων εἶναι δεκτικὴν ἀνὰ μέρος. καὶ μόνης τε ταύτης ἴδιον ἂν εἴη τοῦτο, τῆς μέντοι μεταβολῆς δυναμένης γίνεσθαι καὶ οὐ τῆς ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβατον τῶν ποιοτήτων.3 Ἐ. Καὶ περὶ μὲν οὐσίας αὐτάρκως τὰ τοιαῦτα ἀποδέδωκας.

问:你已经指明了这种情况仅发生在个别实体上;但如果它也发生在所有实体上,那么这才会是实体的固有属性。 答:首先,在永恒事物的情形中,我们无法指明这一点;因为天体处于永恒运动中且作为实体,绝不会静止,而静止是与运动相反的。但姑且让我们的讨论不涉及永恒实体;因为这些实体是单一种类的,大体上不能容纳相反者。然而,即便属于可毁灭事物的火,虽能容纳热却不容纳冷,雪虽能容纳冷却不容纳热,水能容纳湿却不容纳干。针对这些反驳,亚里士多德大概会说,自己是说实体具有容纳性,而不是说它能够在相反者中构成其实质;火并不是接纳了热,而是热就在其实体中,事物并不是容纳属于自身之物,而是容纳来自外部之物。例如水由于不在热中构成其实质,因而能容纳热与冷,但它并不像土那样能容纳湿,因为湿就在其实体中;而湿并不在土的实体中,因此土也能容纳干。天体也不容纳与其实质性的质相反的对立面;因此这些并非单纯的质,而是实质性的质。实体容纳的是那些构成实体的质之外的质。在数目上为一的实体轮流容纳来自外部的对立面,而其他九个属中没有一个能如此。正如在数目上为一的个别实体承受了这一点,第二实体也是如此;因为如果苏格拉底是优秀的又是愚蠢的,那么由于苏格拉底也是人,人也会是优秀的和愚蠢的,动物也是如此。因此,就其作为实体而言,只要人是实体而动物也是实体,人和动物便能容纳相反者;但就其作为普遍者而言,能容纳的不是它们自身,而是从属于它们的事物。正如颜色既非白亦非黑,而白与黑是从属于它的,同样,就人作为共同者、动物作为共同者且表述多数事物而言,以这种方式它们既不审慎也不愚蠢,既不生病也不健康,而审慎者、愚蠢者、患病者和健康者则是从属于它们的。然而,就其作为实体而言,人和动物轮流能容纳相反者;因为人就其作为实体而言,也被构想为能容纳相反的质,动物也是如此;因为两者都是在保持同一的同时存留下来。然而颜色就其作为颜色而言,却不能被构想为同一颜色变成黑和白,而是以颜色为底层的物体轮流接纳白与黑,不存留的颜色本身并不容纳白与黑,而是在白离去时一同离去,在黑来临时一同进入;绝不是颜色存留下来,而白离去、黑进入颜色之中。因此应当考察,人与动物就其作为实体而言,是否各自存留下来并轮流容纳相反者,以至于就其作为实体而言,轮流容纳相反者是所有实体的共同点。而且这唯独是实体的固有属性,然而这是就能够发生变化的实体而言,而不是就其存在中包含着质的不可变性的实体而言。 问:关于实体,你已充分解释了这些问题。

语法注3 条
  1. 3.3.51φήσειεν ἂν ὁ Ἀριστοτέλης τὴν οὐσίαν εἶναι δεκτικὴν φάναι

    不定词 φάναι 从属于主要动词 φήσειεν ἄν(潜能希求式)。这构成了嵌套的话语结构,设想亚里士多德在为自己的表述辩护:“亚里士多德大概会说,自己是说实体具有容纳性,而不是说……”

  2. 3.3.51τῶν δὲ παρὰ τὰς συμπληρωτικὰς οὐσίας ποιοτήτων

    介词 παρά 接宾格(τὰς συμπληρωτικὰς ... ποιότητας)表示“在……之外”或“除……之外”。οὐσίας 是属格单数,从属于 συμπληρωτικάς,意为“构成实体的诸质”。

  3. 3.3.51τῆς μέντοι μεταβολῆς δυναμένης γίνεσθαι καὶ οὐ τῆς ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβατον τῶν ποιοτήτων

    虽然 τῆς μέντοι μεταβολῆς δυναμένης γίνεσθαι 在形式上表现为独立属格(“在变化能够发生的前提下”),但随后的 καὶ οὐ τῆς ... 则是作为限定属格与前面的 οὐσία(指代前句的 μόνης τε ταύτης [sc. οὐσίας])相连,整体构成表达限制条件的并列结构:“针对能够发生变化的实体而言,而不是针对存在中包含不可变性的实体而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:98.34-100.9