← 波菲利

亚里士多德《范畴篇》释义

§97.12-98.33

不容纳程度与容纳相反者之固有属性

波菲利考察了实体不容纳程度(更多与更少)这一特征,指出这同样适用于关系等其他范畴因而并非固有属性;随后通过与命题的对比确立,数目上为一且通过自身变化容纳相反者乃是实体最根本的固有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.42

Ἐ. Εἰπὲ ἐπὶ παραδειγμάτων. Ἀ. Ὁ Σωκράτης ἄτομος ὢν οὐσία οὐκ ἔστιν ὁ τήμερον τοῦ αὔριον μᾶλλον ἢ ἧττον Σωκράτης οὐδὲ ὁ αὔριον τοῦ τήμερον ἢ τοῦ πρὸ ἡμερῶν δέκα. οὐδέ γε μᾶλλον ἢ ἧττον Σωκράτης οὐσία ἢ Πλάτων. οὐδὲ μὴν τὸ εἶδος ὁ ἄνθρωπος μᾶλλον ἢ αὐτὸς ἑαυτοῦ γένοιτο μᾶλλον οὐσία ἢ ἄλλου ἀνθρώπου. οὔκουν καθ’ αὑτὸ τοῦτο, καθό ἐστιν οὐσία, μᾶλλον οὔτε ἑαυτοῦ οὔτε ἄλλου δόξειεν εἶναι οὐσία. τὸ μέντοι λευκὸν αὐτὸ ἑαυτοῦ μᾶλλον ἂν γένοιτο λευκότερον καὶ ἄλλου μᾶλλον ἂν εἴη λευκόν. ἄλλη μέντοι ἄλλης οὐσία ἐρρέθη εἶναι μᾶλλον, ὅταν μὴ ὁμόστοιχος ᾖ, ἀλλ’ ἡ μὲν ἄτομος, ἡ δὲ γένος ἢ εἶδος. ἡ γὰρ ἄτομος οὐσία μᾶλλον τῆς κατὰ τὸ εἶδος καὶ τὸ γένος ἐρρέθη εἶναι οὐσία.

问:请举例说明。答:苏格拉底作为个别实体,今天的他并不比明天的他更是或更少是苏格拉底,明天的他比起今天或十天前的他也同样不是;苏格拉底比起柏拉图来也绝非更是或更少是实体。而且,作为种的人自身与自身相比绝不会成为更多的实体,与其他的人相比也不会。因此,就其自身而言,在其作为实体的限度内,无论与自身相比还是与他物相比,它看似都不会是更多的实体。然而白自身与自身相比却可以变得更白,与他物相比也可以是更白的。然而,当它们并非同列,而是一方是个别实体、另一方是属或种时,一个实体曾被说成是比另一个实体更是实体;因为个别实体曾被说成是比按种和属而言的实体更是实体。

§3.3.43

Ἐ. Τίνας................................................................. τὰς γενικὰς ταῖς γενικαῖς. Ἐ. Ἆρα οὖν μόνῃ τῇ οὐσίᾳ πρόσεστιν; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ τὸ διπλάσιον τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται οὔτε ὁ πατήρ· τί γὰρ μᾶλλον Ὀδυσσεὺς τήμερον Τηλεμάχου πατὴρ ἢ ὅτε ἦν ἐν τῇ Ἰθάκῃ ἢ ὅτε ἐπανῆλθεν ἐκ τῆς Τροίας; ὥστε οὐκ ἴδιον τῆς οὐσίας μόνον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καθ’ ἑαυτήν τε ἐξεταζομένη καὶ τῶν ἄλλων τῶν ὁμοστοίχων.1

问:哪些……属实体对于属实体。问:那么难道唯独实体具有这一点吗?答:绝非如此;因为两倍既不容纳更多与更少,父亲也不容纳;因为奥德修斯今天比起他在伊萨卡时、或者比起他从特洛伊归来时,何以更是忒勒马科斯的父亲呢?因此,无论就自身加以考察,还是与其他同列者相比,不容纳更多与更少并不是仅属于实体的固有属性。

§3.3.44

Ἐ. Τί οὖν μάλιστα οὐσίας λέγοιμεν ἴδιον εἶναι; Ἀ. Τὸ μίαν καὶ τὴν αὐτὴν οὖσαν ἀριθμῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, οἷον Σωκράτης εἷς ὢν ἀριθμῷ δεκτικός ἐστιν ὑγείας καὶ νόσου καὶ ἡ αὐτὴ ψυχὴ φρονήσεως καὶ ἀφροσύνης.

问:那么我们应说何物最是实体的固有属性呢?答:在数目上是一且同一的同时能够容纳相反者;例如苏格拉底在数目上是一,却能容纳健康与疾病,同一灵魂能容纳明智与愚蠢。

§3.3.45

Ἐ. Τί δέ; οὐχὶ καὶ ὁ λόγος εἷς ὢν ἀριθμῷ ἐπιδεκτικός ἐστι τῶν ἐναντίων, ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς γενόμενος; οἷον τὸ ‘ἡμέρα ἐστίν’ οὐχ ὁτὲ μὲν ἀληθές, ὁτὲ δὲ ψεῦδος; μήτι οὖν οὐσία ἐστὶν ὁ λόγος; Ἀ. Οὐκ ἔστιν.

问:那又怎样呢?命题在数目上是一,不也是能容纳相反者,有时成真有时成假吗?例如“现在是白天”难道不是有时为真、有时为假吗?难道命题会是实体吗?答:并不是。

§3.3.46

Ἐ. Ἀλλὰ τίνος κατηγορίας; Ἀ. Τοῦ ποσοῦ.

问:那它是属于哪一范畴呢?答:属于数量范畴。

§3.3.47

Ἐ. Οὐκ ἄρα ἴδιον τῆς οὐσίας τὸ ἐπιδεκτικὸν εἶναι τῶν ἐναντίων· πῶς οὖν ἴδιον ἔφη εἶναι τῆς οὐσίας τοῦτο; Ἀ. Ὅτι ἡ οὐσία ἐπιδεκτική ἐστι τῶν ἐναντίων αὐτὴ πάσχουσα, ὁ δὲ λόγος οὐδέν τι πάσχει.

问:因此能容纳相反者并不是实体的固有属性;那么他何以说这是实体的固有属性呢?答:因为实体是通过自身遭受变化而容纳相反者,而命题却完全不遭受任何变化。

§3.3.48

Ἐ. Πῶς; Ἀ. Ὅτι ὁ Σωκράτης ὁτὲ μὲν ὑγιαίνει, ὁτὲ δὲ νοσεῖ ὁ αὐτὸς μεταβάλλων, ὁ δὲ λόγος οἷον ὁ ‘ἡμέρα ἐστίν’ ποτὲ μὲν ἀληθὴς γίνεται, ποτὲ δὲ ψευδὴς μὴ μεταβάλλων ἑαυτὸν ἀλλὰ τοῦ πράγματος περὶ οὗ λέγεται μεταβάλλοντος αὐτόν.2 * * * μὴ δεχόμενος αὐτὸς μεταβολὴν ὁτὲ μὲν ἀληθὴς εὑρίσκεται, ὁτὲ δὲ ψευδής.

问:何以如此?答:因为苏格拉底作为同一个人,是在自身改变中时而健康、时而患病;而诸如“现在是白天”这样的命题,时而成真、时而成假,并不是改变自身,而是它所谈及的事实改变了它。……自身并不容纳变化,却被发现时而为真、时而为假。

§3.3.49

Ἐ. Ἀλλὰ τὴν μὲν ἔνστασιν ἔλυσας· εἰ δὲ ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ, δεῖξον ὅτι πάσῃ τε οὐσίᾳ τοῦτο πρόσεστι καὶ μόνῃ. Ἀ. Ὅτι μὲν μόνῃ, δεῖξαι ἔχω, ὅτι δὲ πάσῃ, ἴσως δυνήσομαι.

问:你确实化解了这一反驳;但如果固有属性是属于全体且唯独属于它的,那么请指明这一点既属于所有实体,又唯独属于实体。答:关于唯独属于实体,我能证明;但关于属于所有实体,我也许能做到。

§3.3.50

Ἐ. Δεῖξον οὖν ὅτι μόνῃ. Ἀ. Τῶν μὲν γὰρ ἄλλων ὅ τι ἄν τις λάβοι οὐχ εὑρήσει ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τυγχάνον τῶν ἐναντίων ὂν δεκτικόν, μόνην δὲ τὴν οὐσίαν τοῦτο ἐπιδεχομένην. τὴν γοῦν πρᾶξίν φαμεν καλήν, ποτὲ δὲ καὶ αἰσχρὰν εἶναι, ἀλλ’ οὐ τὴν αὐτὴν καὶ μίαν οὖσαν ἀριθμῷ ἀλλὰ τὴν ἢ καιροῖς διαφόροις ληφθεῖσαν ἢ ἄλλως καὶ ἄλλως πραχθεῖσαν. ἡ δὲ οὐσία οὐκ ἄλλη ἂν γένοιτο ἀλλὰ μία καὶ ἡ αὐτὴ μένουσα ἀγαθή τε καὶ αἰσχρά. καὶ οὕτως ἐπὶ τῶν ἄλλων.

问:那么请指明它唯独属于实体。答:因为无论人在其他事物中选取什么,都不会发现它在数目上保持为一且同一的同时能够容纳相反者,而唯独实体容纳这一点。至少我们说某一行为是高尚的,有时又说是卑劣的,但这并不是在它数目上为一且同一时说的,而是在不同的时机被看待、或者以不同的方式被践行时说的。但实体并不会变成另一个,而是在保持为一且同一的同时变得既好又卑劣。其他事物也是如此。

语法注2 条
  1. 3.3.43καθ’ ἑαυτήν τε ἐξεταζομένη καὶ τῶν ἄλλων τῶν ὁμοστοίχων

    阴性单数主格分词 ἐξεταζομένη 修饰“实体”(οὐσία)。前半句由介词短语 καθ’ ἑαυτήν 构成,后半句则通过 καί 引出属格短语 τῶν ἄλλων τῶν ὁμοστοίχων。此处的属格为比较属格,表达与分词中隐含的对比意义相关的基准,构成简缩句:“无论就自身加以考察,还是[与]其他同列者[相比]”。

  2. 3.3.48τοῦ πράγματος περὶ οὗ λέγεται μεταβάλλοντος αὐτόν

    τοῦ πράγματος ... μεταβάλλοντος 是独立属格结构,与主格分词 μὴ μεταβάλλων(以命题为主语)形成对比,说明命题真假发生变动的原因。代词 αὐτόν 是指代命题(ὁ λόγος)的宾格直接宾语,意为“陈述所关涉的事实改变了它[命题]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:97.12-98.33