← 波菲利

亚里士多德《范畴篇》释义

§100.11-101.24

数量次于实体的理由及其划分

答者从本体上的先后顺序及其与实体的亲近性解释了为何在实体之后是数量而非性质范畴,并讨论了数量的两种划分(连续与离散、部分具有与不具有位置)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

διὰ τί οὖν ἡ τοῦ ποσοῦ καὶ οὐχ ἡ τοῦ ποιοῦ μετὰ ταῦτα κατηγορία; Ἀ. Ὅτι ἅμα τέ ἐστι καὶ ἕν ἐστιν ἢ πολλά,1 τὸ δὲ ἓν ἢ πολλὰ τοῦ ποσοῦ οὐ μὴν ἅμα τῷ εἶναι πάντως ἢ ποιόν ἐστιν ἢ πρός τι· καὶ γὰρ τὰ ποσὰ ἀριθμητά ἐστι. τὸ σῶμα, ἵνα μὲν σῶμα ᾖ, τριχῇ διαστατὸν εἶναι ὀφείλει, ἵνα δὲ ποιὸν σῶμα ᾖ, τότε λευκὸν ἢ μέλαν εἶναι ὀφείλει· προηγεῖται δὲ τὸ σῶμα εἶναι τοῦ ποιὸν εἶναι σῶμα.

[问:]那么为何在此之后是数量范畴而不是性质范畴呢? [答:]因为事物一旦存在,它就同时是一或是多,而一或多属于数量;然而在存在的同时并不必然在任何情况下都是有性质的或是相关的;因为数量之物也是可数的。物体为了成为物体,必须具有三维广延;但为了成为具有某种性质的物体,它那时必须是白或黑;而作为物体是在作为具有某种性质的物体之先的。

§3.4.2

Ἐ. Ἔχεις οὖν καὶ ἄλλην αἰτίαν εἰπεῖν τοῦ μετὰ τὴν οὐσίαν τὸ ποσὸν εἶναι καὶ οὐκ ἄλλην τινὰ κατηγορίαν; Ἀ. Ἔχω.

问:那么你还能说出为什么在实体之后是数量而非其他某种范畴的另一个原因吗? 答:能。

§3.4.3

Ἐ. Τίνα ταύτην; Ἀ. Ὅτι τὰ πλεῖστα τῶν τῇ οὐσίᾳ προσόντων μᾶλλον πρόσεστι τῷ ποσῷ ἢ τοῖς ἄλλοις γένεσιν, οἷον τὸ μήτε ἐναντιότητα ἐπιδέχεσθαι μήτε τὸ μᾶλλον καὶ τὸ ἧττον· ταῦτα γὰρ οὐσίᾳ τε πρόσεστι καὶ τῷ ποσῷ. ἔπειτα τὸ ποιὸν μὲν καὶ τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις δηλούμενα εἰ ἀφέλοις τῆς οὐσίας, καταλείποις δὲ ἐν αὐτῇ τὸ ποσόν, δύναται εἶναι ἔτι οὐσία· εἰ μέντοι τὸ ποσὸν αὐτῆς ἐξέλοις παντελῶς, τότε κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸν διωρισμένον ἀριθμὸν οὐδὲν ἂν εἴη ἔτι. ὅλως τε πλησίον τῆς οὐσίας τὸ ποσὸν μᾶλλον ἢ τὰ ἄλλα συμβεβηκότα.

问:这是什么原因? 答:因为属于实体的属性中绝大多数比起属于其他属而言更属于数量,例如既不容纳相反面也不容纳程度(更多与更少);因为这些既属于实体也属于数量。其次,如果你从实体中抽离性质以及在其他范畴中被指示的事物,却在其中留下数量,实体仍能存在;然而如果你从实体中彻底拿掉数量,那么无论是就连续而言还是就限定的数目而言,都将不再有任何事物存在。总的来说,数量比其他偶性更接近实体。

§3.4.4

Ἐ. Πόσαι οὖν τοῦ ποσοῦ διαφοραί; Ἀ. Δύο.

问:那么数量的种差有多少个? 答:两个。

§3.4.5

Ἐ. Τίνες αὗται; Ἀ. Τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον.

问:它们是什么? 答:其一是连续的,其二是离散的。

§3.4.6

Ἐ. Ὅταν οὖν μετὰ ταύτην λέγῃ τὴν διαίρεσιν, καὶ τὸ μὲν ἐξ ἐχόντων θέσιν πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, ποταπὴν ποιεῖται ταύτην;2 Ἀ. Λέγω ὅτι τοῦ αὐτοῦ πάλιν ἐξ ὑπαρχῆς· τὸ γὰρ αὐτό, λέγω δὲ τὸ ποσόν, διαιρεῖται ἄλλως καὶ ἄλλως· κατὰ ἄλλην γὰρ καὶ ἄλλην ἐπιβολὴν οὐδὲν κωλύει γίνεσθαι τοῦ αὐτοῦ πλείους διαιρέσεις.

问:那么当他在该划分之后说“并且其中一种由其内在部分相互之间具有位置者构成,另一种由不具有位置者构成”时,他做的是何种划分? 答:我说这是对同一事物再次从头开始的划分;因为同一事物——我指的是数量——是以不同方式被划分的;因为根据不同的视角,没有任何东西妨碍对同一事物进行多次划分。

§3.4.7

Ἐ. Δεῖξον τοῦτο καὶ ἐπ’ ἄλλης κατηγορίας γινόμενον. Ἀ. Δεικνύω· τὸ γὰρ ζῷον τέμνεται μὲν καὶ εἰς τὸ θνητὸν καὶ ἀθάνατον, καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ λογικὸν καὶ ἄλογον, καὶ πάλιν εἰς ὑπόπουν καὶ ἄπουν, καὶ αὖθις ὅλον εἰς τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον. οὕτως οὖν καὶ τὸ ποσὸν ὅλον τέμνεται εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον, καὶ πάλιν κατὰ ἄλλην ἐπιβολὴν εἰς τὸ ἐξ ἐχόντων θέσιν πρὸς ἄλληλα τῶν μορίων καὶ εἰς τὸ μὴ ἐξ ἐχόντων θέσιν.

问:请指明这一点在其他范畴中也同样发生。 答:我来指明:因为动物被切分为有死的与不死的,再次从头开始被切分为理性的与非理性的,又切分为有足的与无足的,再整体切分为有翼的、陆生的与水生的。因此数量整体同样被切分为连续的与离散的,且再次根据另一种视角被切分为由部分相互具有位置者构成与由不具有位置者构成。

§3.4.8

Ἐ. Ἀλλὰ τὰς τομάς, εἰς ἃς διῄρει, παράστησον. Ἀ. Τὸ μὲν τοῦ ποσοῦ, ἔφη, διωρισμένον, τὸ δὲ συνεχές.

问:但请列出他所划分出的那些切分。 答:他说,数量的一部分是离散的,另一部分是连续的。

§3.4.9

Ἐ. Τί οὖν ἐστι τὸ διωρισμένον; Ἀ. Οὗ μεταξὺ μηδὲν ἐντεθῆναι δύναται, ὥστε δεσμὸν εἶναι τῶν ὁμογενῶν ποσῶν. εἴποιμι δ’ ἂν καὶ οὕτως· διωρισμένον ἐστὶ ποσόν, ἐφ’ οὗ μὴ ἔστιν κοινὸν ὅρον λαβεῖν, πρὸς ὃν συνάπτει τὰ μέρη. τῶν γὰρ πέντε οὐκ ἔστιν ἡ μονὰς μόνη συνάπτουσα τὰ δύο καὶ τὰ δύο τὰ ἐφ’ ἑκάτερα· οὐ γὰρ συνῆπται οὐδὲ αὐτὴ ταῖς δύο ταῖς ἐφ’ ἑκάτερα· εἰ γὰρ συνῆπτο, κἂν εἴπομεν τί ἐστι τὸ συνάπτον.3 τῶν οὖν διῃρημένων ποσῶν εἴη ἂν ὁ ἀριθμός.

问:那么离散之物是什么? 答:是其各个部分之间无法插入任何东西以充当同质数量之间联结物的东西。我也许也可以这样说:离散数量是无法在其中找到其部分与之相接合的共同界限的数量。因为在五之中,并不是单独的一(单子)把两边的二和二接合在一起;因为它自身也并未与两边的二相接合;因为如果它已接合,我们甚至可以说出接合它们的是什么。因此,数目当属于离散数量。

§3.4.10

Ἐ. Ἆρα οὖν ὁ ἀριθμὸς μόνος τῶν διωρισμένων ἐστὶ ποσῶν; Ἀ. Οὐδαμῶς· καὶ γὰρ ὁ λόγος ποσοῦ ἐστι τοῦ διωρισμένου.

问:那么难道唯独数目属于离散数量吗? 答:绝非如此;因为言语也属于离散数量。

语法注3 条
  1. 3.4.1ἅμα τέ ἐστι καὶ ἕν ἐστιν ἢ πολλά

    结构 ἅμα... καί 表达时间或逻辑上的同时性(“某物一旦存在,它同时便是一或多”),其主语在上下文中省略,应补充不定代词“某物”。

  2. 3.4.6ποταπὴν ποιεῖται ταύτην;

    ποταπήν 为谓词性宾格,指示代词 ταύτην 作直接宾语,指代前文的 διαίρεσιν(划分),整体句构为“他把这[第二种划分]作成了何种划分”。

  3. 3.4.9κἂν εἴπομεν τί ἐστι τὸ συνάπτον

    κἂν 为 καὶ ἄν 的缩并,与不定过去式直陈语气 εἴπομεν 连用,构成与过去事实相反的虚拟语气主句(“我们甚至也能说出接合它们的是什么了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:100.11-101.24