← 波菲利

亚里士多德《范畴篇》释义

§96.3-97.11

表示“这个”与实体固有属性的候选

波菲利依据《范畴篇》第5章考察了实体的若干候选固有属性,如表示“这个”、没有相反者、不容纳更多与更少,论述了它们为何不能成为严格意义上的固有属性,或在何种限定条件下成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.36

Ἐ. Δεῖξον οὖν καὶ ἄλλο δοκοῦν ἴδιον τῆς οὐσίας, οὐκ ὂν δέ. Ἀ. Τὸ τόδε τί φημι σημαίνειν· ὅταν γὰρ εἴπω Σωκράτης, τόδε τι σημαίνω.

问:那么请再指明另一个看似是实体的固有属性、但实际上并不是的特征。答:我说就是指表示“这个(某一特定之物)”;因为每当我言说“苏格拉底”时,我就是在表示一个“这个”。

§3.3.37

Ἐ. Ἆρα οὖν ἐπὶ πάσης οὐσίας ἔστι κατηγορῆσαι τὸ τόδε; Ἀ. Οὐδαμῶς· οὐκέτι γὰρ ἐπὶ τῶν δευτέρων οὐσιῶν ἔστιν φάναι τὸ τόδε ἀλλὰ μᾶλλον τὸ τοιόνδε· ὁ γὰρ ἄνθρωπος καὶ τὸ ζῷον οὐκ ἔστιν ἀφωρισμένου τινὸς καὶ ἑνὸς δηλωτικόν· τί γὰρ μᾶλλον τὸν Σωκράτην ἐδήλωσα ἄνθρωπον εἰπὼν ἢ τὸν Πλάτωνα; ὁμοίως δέ, κἂν τὸ ζῷον εἴπω, οὐδὲν μᾶλλον ἀκούεται ὑπὸ τῆς φωνῆς ταύτης ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἤ τι τῶν ἄλλων ζῴων. οὐκ ἐφαρμόζει οὖν ἐπὶ τῶν δευτέρων οὐσιῶν τὸ τόδε ἀλλὰ μᾶλλον τὸ τοιόνδε.

问:那么难道可以在所有实体上都述说“这个”吗?答:绝非如此;因为在第二实体的情形下,已不能再说“这个”,而更应说“这样性质的”;因为“人”和“动物”并不指示某一个确定的事物;因为我说“人”时,何以指示苏格拉底多于指示柏拉图呢?同样地,哪怕我说“动物”,由这声词所理解的人,也绝不比马、牛、狗或任何其他动物更多。因此,“这个”并不适用于第二实体,而更适用“这样性质的”。

§3.3.38

Ἐ. Τί οὖν ἐστιν ὃ ἔφη· οὐχ ἁπλῶς δὲ τὸ ποιὸν σημαίνει ὁ ἄνθρωπος καὶ τὸ ζῷον ὥσπερ τὸ λευκόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει; καὶ γὰρ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ ὅσαι εἰσὶ ποιότητες περὶ οὐσίαν ἀφορίζουσι τὸ ποιόν· οὐ γὰρ ἄνευ οὐσίας δύνανται εἶναι, ἀλλ’ ἐν αὐτῇ εἰσιν. Ἀ. Λέγει δὲ ὅτι οὐχ ἁπλῶς ποιότητα παρίστησιν ὁ ἄνθρωπος ἀλλὰ δύο τινὰ τοὐλάχιστον· οὐσιώδη γὰρ ποιότητα καὶ κοινότητα τῶν ὑποβεβλημένων οὐσιῶν δηλοῖ. τὸ δὲ λευκὸν οὔτε οὐσιώδη ποιότητα παρίστησιν οὔτε ἀνθρώπου οὔτε βοὸς οὔτε λίθου οὔτε ἄλλης οὐδεμιᾶς οὐσίας κοινότητα * * * ἔτι τὸ συνωνύμως τὰ ὑπ’ αὐτῶν κατηγορεῖσθαι·1 ἀλλ’ οὐ πάσαις ὑπάρχει ταῖς οὐσίαις τοῦτο· αἱ γὰρ ἄτομοι κατ’ οὐδενὸς κατηγοροῦνται. ἴδιον δέ ἐστιν τὸ μόνῳ καὶ παντὶ ὑπάρχον, τοῦτο δὲ οὐ παντὶ ὑπάρχει· οὐκ ἄρα ἴδιον τῆς οὐσίας. ἔτι εἴρηκεν ὅτι τόδε τι δοκεῖ σημαίνειν ἡ οὐσία· ἀλλ οὐδὲ τοῦτο πάσῃ ὑπῆρχεν· τὰ οὖν γένη καὶ τὰ εἴδη οὐ τόδε τι ἀλλὰ τὸ τοιόνδε μᾶλλον σημαίνει. οὐκ ἄρα οὐδὲ τοῦτο ἴδιον αὐτῆς.

问:那么他所说的“人和动物并不像白那样单纯地表示性质,而是围绕实体限定性质;因为它们表示某种性质的实体”是什么意思呢?因为白、黑以及凡是性质的东西,都在围绕实体限定性质;因为它们离开实体就无法存在,而是存在于实体之中。答:他说的是,“人”并非单纯地呈现性质,而是呈现至少两样东西:因为它既显示本质性质,又显示隶属于其下的诸实体的共有性。相比之下,白既不呈现本质性质,也不呈现人、牛、石或任何其他实体的共有性 * * * 此外,在它们之下的事物被同义地述说;但这一条并非属于所有的实体;因为个别事物不对任何事物作述说。而固有属性是仅属于且属于全体者的属性,但这一点并不属于全体;所以它不是实体的固有属性。此外他还说过,实体看似表示某一特定之物;但这也并不属于所有实体;因此属和种并不表示某一特定之物,而更表示这样性质的事物。所以这也并非它的固有属性。

§3.3.39

Ἐ. Τί οὖν πρὸς τούτοις καὶ ἄλλο λέγει; Ἀ. Τὸ μηδὲν εἶναι τῇ οὐσίᾳ ἐναντίον. δηλοῖ δὲ τοῦτο ἡ ἐπαγωγή· οὔτε γὰρ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἀλλὰ μὴν οὐδὲ τῷ λίθῳ οὐδὲ τῷ βοῒ οὐδέ τινι ἄλλῃ οὐσίᾳ.

问:那么除这些之外,他又说了什么呢?答:没有任何事物与实体相反。归纳法阐明了这一点;因为既没有任何事物与苏格拉底相反,当然也没有任何事物与石、牛或任何其他实体相反。

§3.3.40

Ἐ. Ἆρα οὖν μόνῃ τῇ οὐσίᾳ τοῦτο πρόσεστιν, ἵνα ᾖ αὐτῆς τοῦτο ἴδιον; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ τῷ ἀφωρισμένῳ ποσῷ ἔστι τι ἐναντίον· τοῖς γὰρ δύο τί ἂν εἴη ἐναντίον; ἴσως τις τὰ τρία εἴποι· τί οὖν μᾶλλον... ........................................ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ. ἀλλὰ ταῦτα οὐκ ἔστι τῶν ἀφωρισμένων ποσῶν, οἷς οὐκ ἐρρέθη τὸ εἶναι ἐναντίον, μήποτε οὔτε γένους ἐστὶ ταῦτα τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τοῦ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ ἐπιδείξει. οὐκ ἴδιον οὖν οὐδὲ τὸ μὴ ἔχειν τι ἐναντίον τῆς οὐσίας.

问:那么难道唯独实体具有这一点,以至于这是它的固有属性吗?答:绝非如此;因为确定的数量也没有任何相反者;因为对于二而言,会有什么相反者呢?也许有人会说是三;那么何以更加……会说是相反者,或者大对于小〔是相反者〕。但这些并不属于那些未被认为具有相反者的确定数量;也许这些根本不属于数量的属,而更属于关系范畴,正如在论数量的部分中所将展示的。因此,没有任何相反者也不是实体的固有属性。

§3.3.41

Ἐ. Τί οὖν ζητεῖ ἄλλο ἴδιον αὐτῆς; Ἀ. Τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐχ ἁπλῶς δέ, ἀλλὰ μετὰ διαστολῆς· ἡ γὰρ ἄτομος οὐσία οὔτε αὐτὴ ἑαυτῇ παραλαμβανομένη2 οὔτε ἄλλῃ ὁμοίως ἀτόμῳ μᾶλλον ἂν εἴη ἢ ἧττον οὐσία οὔτε ἡ κατὰ τὸ εἶδος καὶ τὸ γένος οὐσία οὔτε ἑαυτῇ οὔτε ἄλλῃ παραλαμβανομένη ὁμοστοίχῳ οὐσίᾳ μᾶλλον ἂν εἴη οὐσία ἢ ἧττον.

问:那么他又探讨它的何种固有属性呢?答:不容纳更多与更少;但这并非毫无条件,而是带有界分。因为无论把个别实体自身与自身相比,还是与另一个同样是个别的实体相比,它都不会是更多或更少的实体;按照种和属而言的实体,无论自身与自身相比,还是与另一个同列的实体相比,也都不会是更多或更少的实体。

语法注2 条
  1. 3.3.38ἔτι τὸ συνωνύμως τὰ ὑπ’ αὐτῶν κατηγορεῖσθαι

    紧随文本缺损( *)之后出现的带冠词不定式短语(宾格加不定式结构)。它在句法上充当简要复述前述固有属性候选者(同义述说)的主题揭示性省略句,不带显式的主谓动词。

  2. 3.3.41αὐτὴ ἑαυτῇ παραλαμβανομένη

    分词 παραλαμβανομένη 表“被结合起来考虑”或“被相比”,与格 ἑαυτῇ(及随后的 ἄλλῃ)表示比较的基准或对象。它在句法上修饰主语 ἡ ἄτομος οὐσία。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:96.3-97.11