- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:94.29-96.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利解释了种差并非如偶性般存在于基底之中,而是就基底而言作同义述说;同时说明种差既非纯粹实体亦非偶性,而是“本质性质”,由此论证了“不在基底之中”何以不能作为实体严格本真的固有属性。
Ἐ. Πῶς οὖν ἡ διαφορὰ οὐκ ἔστιν ἐν ὑποκειμένῳ, καίτοι καθ’ ὑποκειμένου λεγομένη; Ἀ. Ὅτι τὸ δίπουν καὶ τὸ πεζόν, ἅπερ εἰσὶν διαφοραί, ἐν τῷ ἀνθρώπῳ οὐκ εἰσὶν ὡς συμβεβηκότα· εἰ γὰρ ἦν ὡς τὰ συμβεβηκότα, οὐκ ἂν κατηγορεῖτο τοῦ ἀνθρώπου καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον· νῦν δὲ τὸν ἄνθρωπον εἴποις ἂν πεζόν, εἴποις δ’ ἂν καὶ λόγον τοῦ πεζοῦ, ὅπερ ἐστὶν ἐπὶ γῆς διὰ σκελῶν βαδιστικόν. διὸ καὶ τοῦτο κοινὸν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ συνωνύμως πάντα κατὰ τούτων λέγεσθαι. οὐ πάσαις δὲ οὐσίαις, ἀλλὰ ταῖς δευτέραις. ἡ μὲν γὰρ ἄτομος οὐσία διὰ τὸ μὴ καθ’ ὑποκειμένου λέγεσθαι συνωνύμως οὐ κατά τινος κατηγορεῖται· οὐ γὰρ ἔχει ἄλλο ὑποκείμενον· τὸ δὲ καθ’ ὑποκειμένου ἦν κατηγορεῖσθαι τὸ συνωνύμως τοῦ ὑποκειμένου κατηγορεῖσθαι. ὥστε τὰ εἴδη καὶ τὰ γένη καθ’ ὑποκειμένων λεγόμενα τῶν ἀτόμων συνωνύμως αὐτῶν κατηγορεῖται. ὁμοίως δὲ καὶ αἱ διαφοραί· πᾶσα γὰρ διαφορὰ καθ’ ὑποκειμένου κατηγορεῖται, οὗ ἂν εἴη διαφορά, διὰ τοῦ τῶν ἀτόμων διαφορὰς μὴ εἶναι·1 διαφορὰ γάρ ἐστι, καθ’ ὃ ἕκαστον τῶν εἰδῶν ἄλλο ἄλλου διαφέρει ἤτοι 〈τὸ〉 κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. εἰδῶν οὖν καὶ γενῶν αἱ διαφοραί, οὐκ ἀτόμων.
问:那么种差既然就基底而言被述说,又如何不在基底之中呢? 答:因为作为种差的“两足的”与“陆生的”,并不是像偶性那样存在于人之中;因为如果它们像偶性,就不会既依名称又依定义对人作述说了。但实际上,你既可以说人是“陆生的”,也可以说出“陆生的”定义,即“凭借双腿在陆地上行走的”。因此,所有事物对它们作同义述说这一点,也是实体与种差所共有的。但这并非对所有实体共有,而是对第二实体共有。因为个别实体由于不就基底而言被述说,所以不依同义方式对任何事物作述说(因为它没有其他的基底);而就基底而言被述说,就是指依同义方式对基底作述说。因此,种和属由于就作为基底的个别事物而言被述说,因而依同义方式对它们作述说。种差同样也是如此;因为每一个种差都是就它作为其种差的基底而言被述说的,这是由于并不存在个别事物的种差。因为种差乃是各个种彼此相异所依据的东西,或者说“就具有何种性质而言对在种上有差异的多数事物作述说的东西”。因此种差属于种和属,不属于个别事物。
Ἐ. Εἰ οὖν μήτε οὐσία ἐστὶν ἡ διαφορὰ (ἔφης γὰρ μὴ εἶναι οὐσίαν, εἰ καὶ αὐτὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὥσπερ καὶ ἡ οὐσία) μήτε συμβεβηκὸς (οὐ γάρ ἐστιν ἐν ὑποκειμένῳ), μεταξὺ δὲ οὐσίας καὶ συμβεβηκότος οὐδέν ἐστιν ἄλλο·2 πάντα γὰρ τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ, πάντα γὰρ ἢ οὐσίαι ἢ συμβεβηκότα, συμβεβηκότα μὲν ὡς τὰ ἐν ταῖς ἐννέα κατηγορίαις, οὐσίαι δὲ ὡς ἔχει ἡ οὐσία· εἰ οὖν μήτε οὐσία μήτε συμβεβηκὸς ἡ διαφορά, τί ἂν εἴη; Ἀ. Φησὶν ὁ Ἀριστοτέλης, ὅτι οὔτε ποιότης ἐστὶν μόνον (ἦν γὰρ ἄν συμβεβηκός), οὔτε οὐσία μόνον (ἦν γὰρ συγκαταριθμημένη ταῖς οὐσίαις ταῖς δευτέραις), ἀλλὰ τὸ ὅλον τοῦτό ἐστι ποιότης οὐσιώδης· διόπερ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται ἑκάστου οὗ κατηγορεῖται ἀλλ’ ἐν τῷ ποῖόν τί ἐστιν.
问:那么,如果种差既不是实体(因为你说过它不是实体,哪怕它也像实体一样不在基底之中),也不是偶性(因为它不在基底之中)——而在实体与偶性之间没有任何其他东西;因为所有存在物要么在基底之中,要么不在基底之中,所有事物要么是实体,要么是偶性,偶性就像九个范畴之中的事物,实体就像实体本身的情形——那么,如果种差既不是实体也不是偶性,它会是什么呢? 答:亚里士多德说,它既不单单是性质(因为那样它就会是偶性),也不单单是实体(因为那样它就会被归入第二实体之中),而是这整个合起来作为一种“本质性质”。因此,对于每一件它对其作述说的事物,它不是在“是什么”上作述说,而是在“具有何种性质”上作述说。
Ἐ. Ἐπίδειξον οὖν, πῶς ποιότης οὐσιώδης ἐστὶν ἡ διαφορά. Ἀ. Οὐσιώδεις εἰσὶν ποιότητες αἱ συμπληρωτικαὶ τῶν οὐσιῶν. συμπληρωτικὰ δέ εἰσιν ἐκεῖνα, ἅτινα ἀπογινόμενα φθείρει τὰ ὑποκείμενα. ἃ δὲ γινόμενα καὶ ἀπογινόμενα οὐ φθείρει, οὐκ ἂν εἴη οὐσιώδη. οἷον ἡ θερμότης πρόσεστι τῷ θερμῷ ὕδατι, πρόσεστι δὲ καὶ τῷ πυρί· ἀλλὰ τῷ μὲν ὕδατι οὐκ οὐσιωδῶς πρόσεστιν· ἀρθείσης γὰρ τῆς θερμότητος οὐ φθείρεται ψυχρὸν γινόμενον τὸ ὕδωρ. τῷ δὲ πυρὶ οὐσιωδῶς πρόσεστιν· ἀρθεῖσα γὰρ ἡ θερμότης φθείρει τὸ πῦρ. καὶ αἱ διαφοραὶ οὖν σχεδὸν τοιαῦταί εἰσιν ὡς ποιότητες οὐσιώδεις· τὸ γὰρ λογικὸν ἐὰν ἀρθῇ ἀπὸ τοῦ ἀνθρώπου, φθείρεται, καὶ τὸ χερσαῖον ἐὰν ἀρθῇ αὐτοῦ, φθείρεται, ἐπεὶ καὶ τὸ θνητὸν ἐὰν ἀρθῇ αὐτοῦ, φθαρείη ἂν μεταβάλλων εἰς ἀθάνατον.3 διὸ καὶ εἰς τὸν ὁρισμὸν τῆς οὐσίας παραλαμβάνεται ἡ διαφορὰ ὡς συμπληρωτικὴ οὖσα τῆς οὐσίας, τὰ συμπληρωτικὰ δὲ τῶν οὐσιῶν οὐσίαι. καὶ τὰ συμβεβηκότα μὲν οὐ δηλοῖ τὴν οὐσίαν, ἡ διαφορὰ δὲ δηλοῖ· ζῴου γὰρ ὄντος τοῦ ἀνθρώπου, ποῖόν τι ζῷον, δηλοῦσιν αἱ διαφοραί· ἔσονται οὖν οὐσιώδεις ποιότητες. τὸ μὲν οὖν μὴ εἶναι ἐν ὑποκειμένῳ προσὸν πάσαις ταῖς οὐσίαις οὐ μόναις προσῆν, ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ διὰ τοῦτο οὐκ ἂν εἴη ἴδιον ὡς τὸ κυρίως λεγόμενον ἴδιον.
问:那么请表明,种差如何是一种本质性质。 答:构成实体的性质就是本质性质。而构成性的东西就是那些一旦离去就会毁灭基底的事物。至于那些产生与离去却不毁灭基底的东西,就不会是本质性的。例如,热属于热水,也属于火。但对水而言,它并非本质性地属于它;因为当热被移去、水变冷时,水并未被毁灭。但对火而言,它则是本质性地属于它;因为热一旦被移去,就会毁灭火。因此种差大体上也就是这样的东西,作为本质性质。因为如果把“理性的”从人身上移去,人就会被毁灭;如果把“陆生的”从他身上移去,他也会被毁灭;因为如果连“会死的”也从他身上移去,他就会因转变成不死的而毁灭。因此在实体的定义中,种差也作为构成实体的成分而被采纳,而实体的构成成分就是实体。偶性并不显示实体,种差却显示实体;因为在人是动物的情况下,种差显示出他是何种动物;因此它们将是本质性质。因此,“不在基底之中”虽属于所有的实体,却不唯独属于实体,也属于种差。正因如此,它不会成为严格本真意义上的固有属性。
- 3.3.33διὰ τοῦ τῶν ἀτόμων διαφορὰς μὴ εἶναι
由介词 διά 加上属格冠词 τοῦ 以及不定词 εἶναι 构成的冠词性不定词短语。带否定词 μή 的宾格 διαφορὰς 是不定词的逻辑主语,属格 τῶν ἀτόμων 则是修饰 διαφορὰς 的领属属格(“个别事物的种差”)。整个短语作状语,解释了种差何以总是就其作为种差的基底而作述说的原因。
- 3.3.34μεταξὺ δὲ οὐσίας καὶ συμβεβηκότος οὐδέν ἐστιν ἄλλο
插在提问者的条件句(Εἰ οὖν μήτε... μήτε...)之中的独立句。连词 δέ 引出插入性的解释,与紧随其后关于排中律的理由(πάντα γὰρ τὰ ὄντα...)结合在一起,构成了在实体与偶性之间不存在第三种范畴的诘难。
- 3.3.35φθαρείη ἂν μεταβάλλων εἰς ἀθάνατον
由 ἄν 搭配祈愿语气 φθαρείη 构成假想归结分句,并附带有现在分词 μεταβάλλων。分词的逻辑主语是“人”(ὁ ἄνθρωπος),表示方式或伴随状况(“通过转变为不死的”)。其逻辑在于:如果从人身上移去“会死的”这一属性,人就会因变成不死之物而(作为人而言)遭到毁灭。
