← 波菲利

亚里士多德《范畴篇》释义

§93.7-94.28

作为基底的种与实体的固有属性条件

波菲利进一步论述了种比属更是实体的理由(作为基底的地位),并指出同等层级的种之间以及第一实体之间并无实体程度的差异。随后他列举了固有属性的三种含义,并阐明“不在基底之中”由于同样属于种差,因而不是严格意义上的固有属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.28

Ἐ. Εἰπὲ καὶ ἄλλην αἰτίαν, καθ’ ἣν δείξεις μᾶλλον τὸ εἶδος οὐσίαν ἢ τὸ γένος. Ἀ. Ἐπεὶ γὰρ ὡς αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἅπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα † κατ’ αὐτῶν ἢ καθ’ ὑποκειμένου κατηγορεῖσθαι ἢ ἐν αὐταῖς ὡς ἐν ὑποκειμέναις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται, οὕτω καὶ τὸ εἶδος ἔχει. ὡς γὰρ αἱ πρῶται οὐσίαι πρὸς τὸ εἶδος καὶ τὸ γένος ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος, καὶ πάλιν ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος ἔχει. ὑπόκειται γὰρ τὸ εἶδος τῷ μὲν γένει καθ’ ὑποκειμένου κατηγορουμένῳ αὐτοῦ, τὰ γὰρ γένη τῶν εἰδῶν οὕτω κατηγορεῖται· ὁμοίως δὲ καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται τὸ εἶδος καὶ ἔστιν ἐν τούτοις ὡς ὑποκείμενον. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος μᾶλλον οὐσία. αὐτῶν μέντοι τῶν εἰδῶν καὶ τῶν γενῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶ οὐθὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου οὐσία ἐστίν,1 κἂν τὸ μὲν τῇ ἀξίᾳ ὑπερέχῃ, τὸ δὲ λείπηται· οὐθὲν γὰρ οἰκειότερον ἀποδίδωσι κατὰ τινὸς ἀνθρώπου ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τινὸς ἵππου τὸν ἵππον. οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· οὐ γὰρ ἐπεὶ τῇ ἀξίᾳ ὁ Σωκράτης τοῦ Βουκεφάλα ἵππου ἀξιώτερος, διὰ τοῦτο οὖν μᾶλλον οὐσία λέγοιτο ὁ Σωκράτης τοῦ Βουκεφάλα.

问:请再举出另一个理由,借此你将表明种比起属而言更是实体。 答:因为正如第一实体由于作为所有其他事物的基底,且所有其他事物要么就基底而言对它们作述说,要么像在基底中一样在它们之中,因而最被称为实体,种的情形也是如此。因为正如第一实体对于种与属的关系,种对于属也是如此;并且,正如第一实体对于偶性的关系,种也是如此。因为种作为基底承受着就基底而言对其作述说的属(因为属就是这样对种作述说的);同样,种也作为偶性的基底,并且对于这些[偶性]作为基底而存在。因此,从这些方面来看,种也更是实体。然而,在种与属本身之中,凡是不相互从属的,其一绝不比另一者更是实体,即使一者在尊贵度上超出而另一者不及;因为就某个个别的人说明“人”,丝毫不会比就某匹个别的马说明“马”更为恰当。在第一实体的情形下也是如此;因为绝不会因为苏格拉底在尊贵度上高于布凯法罗斯这匹马,苏格拉底因此就会被称为比布凯法罗斯更是实体。

§3.3.29

Ἐ. Ἀλλὰ ἄχρι μὲν δὴ τούτων περὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων διελέχθης, χρὴ δέ σε καὶ τὸ ἴδιον τῆς οὐσίας εἰπεῖν· ἐπήγγελσαι γὰρ τοῦτο παραστῆσαι, ὅτε ὅρους μὲν ἔφης μὴ ἐνεῖναι παραδοῦναι αὐτῆς, παραδείγματα δὲ καὶ τὸ ἴδιον. καὶ δέδωκας μὲν παραδείγματα, τὸ δὲ ἴδιον παραδοῦναι ὀφείλεις. οὔκουν χρὴ πρῶτον ὑπογράψαι τί ἐστιν ἴδιον· ὑπόγραψον. Ἀ. Λέγω τοίνυν τριχῶς μὲν λέγεσθαι τὸ ἴδιον, τῶν δὲ τριῶν τρόπων ἕνα εἶναι τὸν κυριώτατον.

问:到此为止你探讨了第一实体与第二实体,但你还应当说明实体的固有属性;因为当时你说无法给出实体的定义,但能给出其实例与固有属性时,你曾承诺要阐明这一点。而你已经给出了实例,就应当提供其固有属性。难道不应当首先概述什么是固有属性吗?请概述之。 答:那么我说,固有属性有三种说法,而在这三种方式中,有一种是最本真的。

§3.3.30

Ἐ. Λέγε τοὺς τρεῖς τρόπους. Ἀ. Ἴδιον γάρ ἐστιν ὅ γε πᾶσιν μὲν πρόσεστιν, οὐ μέντοι μόνοις, ἢ ὃ μόνοις μέν, οὐ πᾶσι δέ, ἢ τὸ γοῦν κυριώτατον ὃ καὶ πᾶσι καὶ μόνοις.

问:请说明这三种方式。 答:固有属性要么是属于全部却不唯独属于它的东西,要么是唯独属于它却不属于全部的东西,要么至少最本真地说是既属于全部又唯独属于它的东西。

§3.3.31

Ἐ. Λέγε τούτων παραδείγματα. Ἀ. Εἴποιμι γὰρ ὅτι ἴδιον ἀνθρώπων τὸ εἶναι δίποδας· ἀλλὰ πᾶσι μὲν τοῦτο συμβέβηκεν, οὐ μέντοι μόνοις διὰ τὸ καὶ ἄλλα ζῷα εἶναι δίποδα. πάλιν τὸ ῥητορεύειν καὶ χρυσοχοεῖν εἴποιμ’ ἂν εἶναι ἀνθρώπων· μόνοις μὲν γὰρ ἀνθρώποις ἐστὶ ταῦτα, οὐ πᾶσι δέ. ἀλλ’ ὁρᾷς ὅτι ταῦτα οὐ κυρίως ἂν εἴη ἴδια, ἀλλ’ ἐκεῖνά γε ἃ καὶ πᾶσι καὶ μόνοις, ὡς τὸ γελαστικὸν πᾶσιν ἀνθρώποις πρόσεστι καὶ μόνοις. ἐπεὶ τοίνυν οὐσίας ἴδιον ζητοῦμεν, εἴ τε πάσαις συμβέβηκε τοῦτο, μὴ μόναις δέ, ἢ μόναις μέν, οὐ πάσαις δέ, δόξειεν μὲν ἂν ἴδια ταῦτα εἶναι,2 οὐ μὴν κατὰ ἀλήθειαν ἔσται. μόνον δὲ ἂν ἐκεῖνο ἴδιον, ὃ καὶ μόναις καὶ πάσαις προσείη. αὐτίκα τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων, ἀλλ’ οὐχὶ μόναις ταῖς οὐσίαις τοῦτο πρόσεστιν, ἀλλὰ καὶ ταῖς διαφοραῖς τῶν οὐσιῶν· οὐ γάρ εἰσιν ἐν ὑποκειμένῳ.

问:请说明这些方式的实例。 答:例如,我可能会说两足是人的固有属性;但这虽属于所有人,却不唯独属于人,因为其他动物也是两足的。又如,我可能会说从事修辞与充当金匠属于人;因为这些唯独属于人,却不属于所有人。但你看到,这些并不是本真意义上的固有属性,唯有那些既属于全部又唯独属于它的才是,正如具有发笑的能力既属于所有人,也唯独属于人。因此,既然我们探求的是实体的固有属性,如果某物属于所有的[实体]却不唯独属于它们,或者唯独属于它们却不属于全部,这些或许会被看似是固有属性,但依真理而言却不会是。唯有既唯独属于它们而且属于全部的那种东西才是固有属性。例如,“不在基底之中”对于第一实体和第二实体都是共有的,但这并不唯独属于实体,也属于实体的种差;因为种差也不在基底之中。

§3.3.32

Ἐ. Ἀλλὰ πῶς φησιν ταῖς οὐσίαις κοινῶς προσεῖναι τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὅπου γε τὰ μέρη τῶν οὐσιῶν ὄντα οὐσίαι ἐν ὑποκειμένῳ ἐστὶ τῷ ὅλῳ· τὰ γὰρ μέρη ἐν τῷ ὅλῳ ἐστίν; Ἀ. Ἀλλ’ ἐν ὑποκειμένῳ ἐκεῖνο ἀπεδίδοτο τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον· τὰ δὲ μέρη τῶν οὐσιῶν οἷον ἡ χεὶρ καὶ ὁ ὀφθαλμὸς ἐν τῷ ὅλῳ ἐστὶν μέρη. ὥστε ἐν ὑποκειμένῳ εἶναι ἀποδοθείη τὸ συμβεβηκός, τὰ δὲ μέρη τῶν οὐσιῶν ἐν τοῖς ὅλοις ὄντα οὐκ ἐν ὑποκειμένῳ ἐστίν, ἀλλ’ ὡς οὐσίαι καὶ οὐχ ὡς συμβεβηκότα. κοινὸν οὖν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἀλλ’ οὐκ ἴδιον ὡς ἴδιον τοῦτο ἀλλὰ τὸ παντὶ προσὸν καὶ μόνῳ·3 τὸ γὰρ 〈μὴ εἶναι〉 ἐν ὑποκειμένῳ πρόσεστι καὶ ταῖς διαφοραῖς, ὥστε τὸ κυρίως ἴδιον οὐκ ἂν προσείη τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι.

问:但是,既然实体的各部分作为实体,是在作为基底的整体之中(因为部分是在整体之中的),他又怎能说“不在基底之中”共同地属于实体呢? 答:但是,“在基底之中”曾被说明为不作为部分而存在于某物之中;而实体的各部分,例如手和眼,则是整体之中的部分。因此,“在基底之中”应当被说明为偶性,而实体的各部分虽然在整体之中,却并不在基底之中,而是作为实体存在,不是作为偶性存在。因此,“不在基底之中”对于实体和种差是共有的;但这不是作为[严格]固有属性的固有属性,属于全部且唯独属于它的才是固有属性;因为“不在基底之中”也属于种差,所以严格本真意义上的固有属性不会是“不在基底之中”。

语法注3 条
  1. 3.3.28αὐτῶν μέντοι τῶν εἰδῶν καὶ τῶν γενῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶ οὐθὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου οὐσία ἐστίν

    关系从句 ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶ(凡是不相互从属的)作为主格从属成分,具体界定了前面的部分属格短语 αὐτῶν τῶν εἰδῶν καὶ τῶν γενῶν,并为后文主句的主语 τὸ ἕτερον 设定了适用范围(类似于悬格结构)。

  2. 3.3.31εἴ τε πάσαις συμβέβηκε τοῦτο, μὴ μόναις δέ, ἢ μόναις μέν, οὐ πάσαις δέ, δόξειεν μὲν ἂν ἴδια ταῦτα εἶναι

    在条件句的前件中,包含完成时直陈式 συμβέβηκε 的陈述性条件(εἴ τε ... ἢ ...)与后件中带有 ἄν 的潜能祈愿式(δόξειεν μὲν ἄν)相呼应。阴性与格 πάσαις / μόναις 承接上下文中的 οὐσία(实体),而中性复数代词 ταῦτα 则统指符合这两种情形的属性。

  3. 3.3.32ἀλλ’ οὐκ ἴδιον ὡς ἴδιον τοῦτο ἀλλὰ τὸ παντὶ προσὸν καὶ μόνῳ

    带有高度省略的对比句结构。前半句意为“但这并非作为[严格意义上的]固有属性的固有属性”(以 τοῦτο 为主语补出 ἐστι),后半句 ἀλλά 之后的名词化中性分词短语(τὸ παντὶ προσὸν καὶ μόνῳ)则作为真正的固有属性标准与之形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:93.7-94.28