- 底本
- Porphyrius, In Aristotelis Categorias Expositio Per Interrogationem Et Responsionem. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 55-142. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg007.humanitext-grc1:92.3-93.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
答者解释了为何第一实体的种与属被称为第二实体——即唯有它们揭示事物的本质(是什么),并且同样作为偶性的基底而与第一实体最具相似性——并进一步论证了种比起属而言更为切近个体,因此更具有实体的性质。
Ἐ. Ἀλλὰ διὰ τί μὲν πρῶται οὐσίαι αἱ ἄτομοι, ἱκανῶς παρέστησας· διὰ τί δὲ δεύτεραι τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, ὀφείλεις διδάξαι. Ἀ. Λέγω ὅτι τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν εἰκότως δεύτεραι οὐσίαι λέγονται, μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων ταῦτα· τὸν γὰρ Σωκράτην ἂν ἀποδιδῷ τις τί ἐστιν,1 τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἀποδιδοὺς καὶ ζῷον ἤ τι ἄλλο τῶν ἐννέα· τούτων γὰρ ὅτιπερ ἂν ἀποδῷ, οὐ κυρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρίπηχυ ἢ ὑγρὸν ἢ τρέχον ἢ ὁτιοῦν τῶν τοιούτων· αἱ γὰρ τοιαῦται κατηγορίαι ἀπὸ τῶν συμβεβηκότων γινόμεναι παρὰ φύσιν ἂν εἶεν οὐ τὸ τί ἐστι τὸ ὑποκείμενον δηλοῦσαι, ἀλλὰ ἄλλων τί αὐτῷ συμβέβηκεν, οἰκείως δὲ αἱ ἀπὸ τῶν εἰδῶν καὶ τῶν γενῶν. ὥστε εἰκότως τὰ εἴδη καὶ τὰ γένη τῶν οὐσιῶν μόνα τῶν ἄλλων μετὰ τὰς πρώτας οὐσίας δεύτεραι οὐσίαι λέγονται.
问:不可分的实体为何是第一实体,你已经充分说明了;但为何不可分实体的属与种是第二实体,你应当教导我们。 答:我说,第一实体的种与属理所当然被称为第二实体,因为在所有的述词中,唯有它们能显明第一实体。因为如果有人说明苏格拉底是什么,他在说明种与属时便会恰当地予以说明,并借由说明“人”和“动物”,比起说明九个范畴中的任何其他一个都使之更为可知;因为在这些之中无论说明哪一个——例如“白的”、“三肘长的”、“湿的”、“跑着的”或任何诸如此类之物——他都不会是本真地予以了说明。因为此类源于偶性的述谓将是反乎自然的,它们所显明的不是基底是什么,而是其他事物中有何者偶然发生于它,而源于种与属的述谓才是恰当的。因此,实体的种与属唯独在所有其他事物中,在第一实体之后理所当然地被称为第二实体。
Ἐ. Ἔτι ἄλλην αἰτίαν τινὰ εἰπὲ τοῦ δευτέρας οὐσίας ῥηθῆναι τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν. Ἀ. Φημὶ ὅτι ὁμοιότητα μάλιστα τὰ εἴδη καὶ τὰ γένη ταῖς πρώταις οὐσίαις ἔχει. ὡς γὰρ ἐκεῖναι πᾶσιν τοῖς ἄλλοις ὑποκείμεναι κυριώταται οὐσίαι λέγονται, οὕτως καὶ τὰ εἴδη καὶ τὰ γένη πρὸς τὰ ἄλλα πάντα ἔχει· κατὰ γὰρ τούτων τὰ λοιπὰ κατηγορεῖται, λέγω δὲ τὰ συμβεβηκότα. ὡς γὰρ τὸν τινὰ ἄνθρωπον εἰπεῖν ἔστι γραμματικὸν καὶ τρίπηχυν καὶ ἀπὸ τῶν ἄλλων συμβεβηκότων παρωνύμως, οὕτως δὲ καὶ ἄνθρωπον καὶ ζῷον γραμματικὸν καὶ τρίπηχυν ἔστιν εἰπεῖν. διὸ αἱ μὲν δεύτεραι οὐσίαι κατὰ τῶν πρώτων οὐσιῶν κατηγοροῦνται συνωνύμως· ὅλως γὰρ τὰ καθ’ ὑποκειμένου λεγόμενα συνωνύμως τῶν ὑποκειμένων λέγεται·2 τοῦ γὰρ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου καθ’ ὑποκειμένου κατηγορουμένου συνωνύμως ὁ ἄνθρωπος ῥηθήσεται, ἐπεὶ γὰρ ὁ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. τὰ δὲ ἄλλα συμβεβηκότα κατὰ μὲν τὸν λόγον οὐκ ἂν ταῖς οὐσίαις συναρμόσειεν, κατὰ δὲ τοὔνομα ἐπί τινων μὲν κατηγορηθήσεται ἐπὶ τοῦ σώματος τὸ λευκόν (εἴποι γὰρ ἄν τις τὸ σῶμα λευκόν), ἐπὶ δὲ τινῶν οὔ (οὐκέτι γὰρ ἡ λευκότης ῥηθείη ἂν ἐπὶ τοῦ σώματος)· ὁ μέντοι λόγος τοῦ λευκοῦ οὐκ ἂν κατὰ τοῦ σώματος ῥηθείη ποτέ· οὐ γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως τὸ σῶμα.
问:请再举出某种别的理由,说明为何第一实体的种与属被称为第二实体。 答:我认为,这是由于种与属与第一实体具有最大的相似性。因为正如第一实体作为所有其他事物的基底而被最本真地称为实体,种与属对于所有其他事物也是如此;因为其余的事物(我指的是偶性)是对它们作述说的。因为正如人们可以从其他偶性出发以派生名的方式称某个个别的人是“通晓文法的”和“三肘长的”,同样也可以称“人”和“动物”是“通晓文法的”和“三肘长的”。因此,第二实体是对第一实体作同义述说的;因为凡是就基底而言被说出的东西,一概都是就基底作同义述说的。因为当“人”就基底而言对某个个别的人作述说时,“人”将被同义地述说,因为苏格拉底既是“人”,也是“有理性的必死动物”。然而其他偶性在定义上并不能与实体相符合,尽管在名称上在某些情况下可以被述说——例如在物体的情形下述说“白的”(因为有人会称该物体是“白的”)——但在另一些情况下则不然(因为“白”本身不再能就物体而被述说);然而“白的”的定义决不能就物体而被述说,因为物体并不是分裂视线的颜色。
Ἐ. Ἀλλ’ ἐπεὶ τὰ εἴδη καὶ τὰ γένη εἴρηκας εἶναι τὰς δευτέρας οὐσίας, ἆρα ἐπ’ ἴσης ἂν ἔχοι ταῦτα πρὸς τὰς πρώτας οὐσίας; Ἀ. Οὐδαμῶς· μᾶλλον γὰρ τὸ εἶδος οὐσία ἢ τὸ γένος.
问:但既然你说过种与属是第二实体,那么它们对于第一实体而言是处于同等地位吗? 答:绝非如此;因为种比起属而言更是实体。
Ἐ. Διὰ τί; Ἀ. Ἔγγιον γὰρ τὸ εἶδος τῇ ἀτόμῳ οὐσίᾳ ἢ τὸ γένος. ἐὰν γὰρ τὴν πρώτην οὐσίαν ἀποδιδῷ τις τί ἐστιν, ἔγγιον ἀποδιδοῖτο τὸ εἶδος ἢ τὸ γένος, οἷον ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι ζῷον· τὸ δὲ τῇ μᾶλλον οὐσίᾳ ἔγγιον καὶ αὐτὸ ἂν εἴη μᾶλλον οὐσία·3 τὸ μὲν γὰρ ἔγγιον καὶ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, λέγω δὲ ὁ ἄνθρωπος, κοινότερον δὲ τὸ ζῷον.
问:为什么? 答:因为种比起属而言更切近于不可分的实体。因为如果有人说明第一实体是什么,说明种就会比说明属更为切近,例如说它是“人”比说它是“动物”更为切近;而更切近于较多是实体之物的东西,其自身也会更是实体。因为前者对于某个个别的人而言更为切近且更为固有(我指的是“人”),而“动物”则是更为普遍的。
- 3.3.24τὸν γὰρ Σωκράτην ἂν ἀποδιδῷ τις τί ἐστιν
先取构文(prolepsis)。间接疑问从句 τί ἐστιν 的逻辑主语 τὸν Σωκράτην 作为条件从句主要动词 ἀποδιδῷ 的宾语以宾格提前,意为“如果有人说明苏格拉底是什么”。
- 3.3.25ὅλως γὰρ τὰ καθ’ ὑποκειμένου λεγόμενα συνωνύμως τῶν ὑποκειμένων λέγεται
属格 τῶν ὑποκειμένων 依存于被动语态动词 λέγεται,起到宾格性属格的作用,表示述谓的对象(相当于通常的 κατά + 属格结构,即亚里士多德式的 λέγεσθαί τινος 用法)。
- 3.3.27τὸ δὲ τῇ μᾶλλον οὐσίᾳ ἔγγιον καὶ αὐτὸ ἂν εἴη μᾶλλον οὐσία
与格短语 τῇ μᾶλλον οὐσίᾳ(“对于较多是实体之物”)作比较级形容词 ἔγγιον(“更切近”)的补足语。中性名词化短语 τὸ ... ἔγγιον 构成主语,意为“更切近于较多是实体之物的东西”。
